De fraterno amore

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.

ἔτι τοίνυν ἐκεῖνο δεῖ μνημονεύειν ἐν ταῖς πρὸς τοὺς ἀδελφοὺς διαφοραῖς καὶ φυλάττειν, τὸ τοῖς φίλοις αὐτῶν ὁμιλεῖν, καὶ πλησιάζειν τότε μάλιστα· φεύγειν δὲ τοὺς ἐχθροὺς καὶ μὴ προσδέχεσθαι, μιμούμενον αὐτὸ γοῦν τοῦτο τὸ Κρητῶν, οἳ πολλάκις στασιάζοντες ἀλλήλοις καὶ πολεμοῦντες, ἔξωθεν ἐπιόντων πολεμίων διελύοντο καὶ συνίσταντο· καὶ τοῦτʼ ἦν ὁ καλούμενος ὑπʼ αὐτῶν συγκρητισμός. ἔνιοι γὰρ ὥσπερ ὕδωρ τοῖς χαλῶσι καὶ διισταμένοις ὑπορρέοντες ἀνατρέπουσιν οἰκειότητας καὶ φιλίας, μισοῦντες μὲν ἀμφοτέρους ἐπιτιθέμενοι δὲ τῷ μᾶλλον ὑπʼ ἀσθενείας ἐνδιδόντι. τῷ μὲν γὰρ ἐρῶντι συνερῶσιν οἱ νεαροὶ καὶ ἄκακοι τῶν φίλων, τῷ δʼ ὀργιζομένῳ καὶ διαφερομένῳ πρὸς ἀδελφὸν οἱ κακοηθέστατοι τῶν ἐχθρῶν συναγανακτεῖν καὶ συνοργίζεσθαι δοκοῦσι. καθάπερ οὖν ἡ Αἰσώπειος ἀλεκτορὶς πρὸς τὴν αἴλουρον, ὡς δὴ κατʼ εὔνοιαν αὐτῆς

νοσούσης ὅπως ἔχει πυθανομένην, καλῶς εἶπεν ἂν σὺ ἀποστῇς· οὕτω καὶ πρὸς τοιοῦτον[*](τοιοῦτον] τὸν τοιοῦτον Duebnerus) ἄνθρωπον, ἐμβάλλοντα λόγον ὑπὲρ τῆς διαφορᾶς καὶ πυνθανόμενον καὶ ὑπορύττοντα τῶν ἀπορρήτων ἔνια, χρὴ λέγειν ἀλλʼ ἔμοιγε πρᾶγμα πρὸς τὸν ἀδελφὸν οὐθέν ἐστιν, ἂν μήτʼ ἐγὼ τοῖς διαβάλλουσι προσέχω μήτʼ ἐκεῖνος. νυνὶ δʼ οὐκ οἶδʼ ὅπως ὀφθαλμιῶντες μὲν οἰόμεθα δεῖν ἀποστρέφειν ἐπὶ τὰ μὴ ποιοῦντα, πληγὴν μηδʼ ἀντιτυπίαν χρώματα καὶ σώματα τὴν ὄψιν, ἐν δὲ μέμψεσι καὶ ὀργαῖς καὶ ὑπονοίαις πρὸς ἀδελφοὺς γενόμενοι χαίρομεν καὶ προσαναχρωννύμεθα τοῖς ἐκταράττουσιν, ὅτε καλῶς εἶχε τοὺς μὲν ἐχθροὺς καὶ δυσμενεῖς ἀποδιδράσκειν καὶ λανθάνειν, συνεῖναι δὲ καὶ συνδιημερεύειν μάλιστα κηδεσταῖς ἐκείνων καὶ οἰκείοις καὶ φίλοις, καὶ πρὸς γυναῖκας αὐτῶν εἰσιόντας αἰτιᾶσθαι καὶ παρρησιάζεσθαι. καίτοι λίθον οὔ φασι χρῆναι μέσον ἀδελφοὺς λαμβάνειν ὁδὸν βαδίζοντας, ἄχθονται δὲ καὶ κυνὸς διεκδραμόντος, καὶ πολλὰ τοιαῦτα δεδίασιν ὧν οὐδὲν ὁμόνοιαν ἀδελφῶν διέστησεν, ἀνθρώπους δὲ κυνικοὺς καὶ διαβόλους ἐν μέσῳ λαμβάνοντες αὑτῶν καὶ περιπταίοντες οὐ συνορῶσι.