De fraterno amore
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
τὰ παλαιὰ τῶν Διοσκόρων[*](Διοσκόρων *: διοσκούρων ) ἀφιδρύματα Σπαρτιᾶται δόκανα καλοῦσι· ἔστι δὲ δύο ξύλα παράλληλα δυσὶ πλαγίοις ἐπεζευγμένα, καὶ δοκεῖ τῷ φιλαδέλφῳ τῶν θεῶν οἰκεῖον εἶναι τοῦ ἀναθήματος τὸ κοινὸν καὶ ἀδιαίρετον. οὕτω δὴ καὶ αὐτὸς ὑμῖν, ὦ; Νιγρῖνε καὶ Κύντε, τὸ σύγγραμμα τοῦτο περὶ φιλαδελφίας ἀνατίθημι, κοινὸν ἀξίοις οὖσι δῶρον. ἐφʼ ἃ γὰρ προτρέπεται, ταῦτα πράττοντες ἤδη μαρτυρεῖσθαι μᾶλλον ἢ παρακαλεῖσθαι δόξετε. καὶ τὸ χαῖρον ὑμῶν ἐφʼ οἷς κατορθοῦτε ποιήσει τῇ κρίσει τὴν ἐπιμονὴν βεβαιοτέραν, ὥσπερ ἐν χρηστοῖς καὶ φιλοκάλοις θεαταῖς εὐημερούντων. Ἀρίσταρχος μὲν οὖν ὁ Θεοδέκτου πατήρ, ἐπισκώπτων τὸ πλῆθος τῶν σοφιστῶν, ἔλεγε πάλαι μὲν ἑπτὰ σοφοὺς μόλις γενέσθαι, τότε δὲ μὴ ῥᾳδίως ἂν ἰδιώτας τοσούτους εὑρεθῆναι. ἐγὼ δʼ ὁρῶ καθʼ ἡμᾶς τὴν φιλαδελφίαν οὕτω σπάνιον οὖσαν, ὡς τὴν μισαδελφίαν ἐπὶ τῶν παλαιῶν, ἧς γε τὰ φανέντα παραδείγματα τραγῳδίαις καὶ θεάτροις ὁ βίος ἐξέδωκε διὰ τὸ παράδοξον· οἱ δὲ νῦν ἄνθρωποι πάντες, ὅταν ἐντυγχάνωσι χρηστοῖς ἀδελφοῖς, θαυμάζουσιν οὐδὲν ἧττον ἢ τοὺς Μολιονίδας ἐκείνους, συμφυεῖς τοῖς σώμασι γεγονέναι δοκοῦντας· καὶ τὸ χρῆσθαι κοινῶς τοῖς πατρῴοις χρήμασι
καὶ φίλοις καὶ δούλοις οὕτως ἄπιστον ἡγοῦνται καὶ τερατῶδες, ὡς τὸ χρῆσθαι μίαν ψυχὴν δυεῖν σωμάτων χερσὶ καὶ ποσὶ καὶ ὀφθαλμοῖς.καίτοι τὸ παράδειγμα τῆς χρήσεως τῶν ἀδελφῶν ἡ φύσις οὐ μακρὰν ἔθηκεν, ἀλλʼ ἐν αὐτῷ τῷ σώματι τὰ πλεῖστα τῶν ἀναγκαίων διττὰ καὶ ἀδελφὰ καὶ δίδυμα μηχανησαμένη, χεῖρας πόδας ὄμματʼ ὦτα ῥῖνας, ἐδίδαξεν ὅτι ταῦτα πάντα σωτηρίας ἕνεκα καὶ συμπράξεως κοινῆς οὐ διαφορᾶς καὶ μάχης οὕτω διέστησεν· αὐτάς τε τὰς χεῖρας εἰς πολλοὺς καὶ ἀνίσους δακτύλους σχίσασα πάντων ὀργάνων ἐμμελέστατα καὶ τεχνικώτατα παρέσχεν, ὥστʼ Ἀναξαγόραν τὸν παλαιὸν ἐν ταῖς χερσὶ τὴν αἰτίαν τίθεσθαι τῆς ἀνθρωπίνης σοφίας καὶ συνέσεως. ἀλλὰ τούτου· μὲν ἔοικεν ἀληθὲς εἶναι τοὐναντίον· οὐ γὰρ ὅτι χεῖρας ἔσχεν ἄνθρωπος, σοφώτατον· ἀλλʼ ὅτι φύσει λογικὸν ἦν καὶ τεχνικόν, ὀργάνων φύσει[*](φύσει] del. Stegmannus) τοιούτων ἔτυχεν. ἐκεῖνο δὲ παντὶ δῆλον, ὡς ἀπὸ σπέρματος; ἑνὸς καὶ μιᾶς ἀρχῆς ἡ φύσις ἀδελφοὺς δύο καὶ τρεῖς καὶ πλείονας, ἐποίησεν οὐ πρὸς διαφορὰν καὶ ἀντίταξιν, ἀλλʼ ὅπως χωρὶς ὄντες ἀλλήλοις μᾶλλον συνεργῶσιν. οἱ γὰρ δὴ τρισώματοι καὶ ἑκατόγχειρες, εἴπερ ἐγένοντο, συμφυεῖς ὄντες πᾶσι τοῖς μέρεσιν, οὐδὲν ἐκτὸς αὐτῶν[*](αὑτῶν *: αὐτῶν ) οὐδὲ χωρὶς ἐδύναντο ποιεῖν· ὃ τοῖς ἀδελφοῖς ὑπάρχει, καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοις διʼ ἀλλήλων, ἄνπερ ἣν ἡ φύσις ἔδωκεν εὐνοίας καὶ συμφωνίας ἀρχὴν φυλάττωσιν εἰ δὲ μή, ποδῶν οὐθέν,
οἶμαι, διοίσουσιν ἀλλήλους ὑποσκελιζόντων καὶ δακτύλων ἐμπλεκομένων καὶ διαστρεφομένων παρὰ φύσιν ὑπʼ ἀλλήλων. μᾶλλον δʼ ὥσπερ ἐν ταὐτῷ σώματι μιᾶς κοινωνοῦντα φύσεως καὶ τροφῆς τὰ ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ καὶ θερμά, τῇ ὁμονοίᾳ καὶ συμφωνίᾳ τὴν ἀρίστην καὶ ἡδίστην κρᾶσιν ἐμποιεῖ καὶ ἁρμονίαν, ἧς χωρὶς οὔτεπλούτου[*](Bergk. 3 p. 597) φασὶν οὔτε
τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶςεἶναί τινα χάριν καὶ ὄνησιν ἂν δὲ πλεονεξία καὶ στάσις αὐτοῖς ἐγγένηται, διέφθειρεν αἴσχιστα καὶ συνέχεε τὸ ζῷον· οὕτως ἀδελφῶν ὁμοφροσύνῃ καὶ γένος καὶ οἶκος ὑγιαίνει καὶ τέθηλε, καὶ φίλοι καὶ συνήθεις ὥσπερ ἐμμελὴς χορὸς οὐθὲν οὔτε πράσσουσιν ἐναντίον οὔτε λέγουσιν οὔτε φρονοῦσιν
ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς,[*](versum proverbialem Callimacho vindicat Schneiderus) οἰκέτης διάβολος ἢ κόλαξ παρενδὺς θυραῖος ἢ πολίτης βάσκανος. ὡς γὰρ αἱ νόσοι τοῖς σώμασι μὴ προσιεμένοις τὸ οἰκεῖον πολλῶν ἐμποιοῦσιν ἀτόπων καὶ βλαβερῶν ὀρέξεις, οὕτως ἡ πρὸς τὸ συγγενὲς διαβολὴ καὶ ὑφόρασις ὁμιλίας ἐπάγεται φαύλας καὶ πονηρὰς εἰς τὸ ἐλλιπὲς; ἔξωθεν ἐπιρρεούσας.
ὁ μὲν οὖν Ἀρκαδικὸς μάντις ἀναγκαίως[*](ἀναγκαίως] δικαίως Stobaeus (vol. IV p. 229 Mein.)) πόδα ξύλινον προσεποιήσατο καθʼ Ἡρόδοτον,[*](Ἡρόδοτον] 9, 37) τοῦ οἰκείου στερηθείς· ἀδελφὸς δὲ πολεμῶν ἀδελφῷ καὶ
ὀθνεῖον ἐξ ἀγορᾶς ἢ παλαίστρας ἑταῖρον οὐθὲν ἔοικεν ἄλλο ποιεῖν ἢ σάρκινον καὶ συμφυὲς; ἑκουσίως ἀποκόψας μέλος ἀλλότριον προστρίβεσθαι[*](προστρίβεσθαι Stobaeus: προστίθεσθαι ) καὶ προσαρμόττειν. αὐτὴ γὰρ ἡ προσδεχομένη καὶ ζητοῦσα φιλίαν καὶ ὁμιλίαν χρεία διδάσκει τὸ συγγενὲς τιμᾶν καὶ περιέπειν καὶ διαφυλάττειν, ὡς ἀφίλους καὶ ἀμίκτους καὶ μονοτρόπους ζῆν μὴ δυναμένους μηδὲ πεφυκότας. ὅθεν ὁ Μένανδρος[*](Μένανδρος] Kock. 3 p. 169) ὀρθῶςσκιαὶ[*](σκιάν; idem: σκιάν) γάρ εἰσιν ὄντως αἱ πολλαὶ φιλίαι καὶ μιμήματα καὶ εἴδωλα τῆς πρώτης ἐκείνης, ἣν παισί τε πρὸς γονεῖς ἡ φύσις ἀδελφοῖς τε πρὸς ἀδελφοὺς ἐμπεποίηκε, κἀκείνην ὁ μὴ σεβόμενος μηδὲ τιμῶν ἆρά τίνα[*](τινα Duebnerus: τίνα ) πίστιν εὐνοίας τοῖς ἀλλοτρίοις δίδωσιν; ἢ ποῖὸς τίς ἐστιν ὁ τὸν ἑταῖρον ἐν φιλοφροσύναις καὶ γράμμασιν ἀδελφὸν προσαγορεύων, τῷ δʼ ἀδελφῷ μηδὲ τὴν αὐτὴν ὁδὸν οἰόμενος; δεῖν βαδίζειν; ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδʼ ἐν νῷ πώποτε τὴν φύσιν ὡς ἁγιώτατον καὶ μέγιστον ἱερὸν λαβόντος.
- οὐκ ἐκ πότων καὶ τῆς καθʼ ἡμέραν τρυφῆς
- ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου ʽ φησἴ,
- πάτερ;[*](πάτερ; Madvigius: πάτερ) οὐ περιττὸν οἴετʼ ἐξευρηκέναι
- ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν;
οἶδα γοῦν ἐμαυτὸν ἐν Ῥώμῃ δυεῖν ἀδελφῶν
ἀναδεξάμενον δίαιταν, ὧν ἅτερος ἐδόκει φιλοσοφεῖν· ἦν δʼ ὡς ἔοικεν οὐ μόνον ἀδελφὸς ἀλλὰ καὶ φιλόσοφος ψευδεπίγραφος καὶ ψευδώνυμος· ἐμοῦ γὰρ ἀξιοῦντος αὐτὸν ὡς ἀδελφῷ[*](ἀδελφῷ] ἀδελφὸν ἀδελφῷ Stegmannus) καὶ ἰδιώτῃ φιλόσοφον προσφέρεσθαι, ταῦτʼ εἶπεν ὡς πρὸς ἰδιώτην ἀληθῶς, ἐγὼ δʼ οὐ σεμνὸν οὐδὲ μέγα ποιοῦμαι τὸ ἐκ τῶν αὐτῶν μορίων γεγονέναι σὺ μέν ἔφην ἐγὼ δῆλος εἶ μηδὲ τὸ ἐκ μορίων γεγονέναι μέγα καὶ σεμνὸν ἡγούμενος. ἀλλʼ οἵ γε ἄλλοι πάντες,, εἰ καὶ μὴ φρονοῦσιν οὕτω, λέγουσι γοῦν καὶ ᾅδουσιν, ὡς γονεῦσι τιμὴν μετὰ θεοὺς πρώτην καὶ μεγίστην ἥ τε φύσις ὅ τε τὴν φύσιν σῴζων νόμος ἀπέδωκε· καὶ οὐκ ἔστιν ὅ τι μᾶλλον ἄνθρωποι κεχαρισμένον θεοῖς δρῶσιν, ἢ τοκεῦσιν αὑτῶν καὶ τροφεῦσι παλαιὰς ἐπὶ νέαις[*](ἐπὶ νέαις] ἐπὶ νέοις Madvigius coll. Plat. de Legg. p. 717 c) δανεισθείσας χάριτας εὐμενῶς καὶ προθύμως ἐκτίνοντες. οὐδʼ αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ πλημμελείας· διὸ τοὺς μὲν ἄλλους κακῶς ποιεῖν ἀπείρηται, μητρὶ δʼ αὑτοῦ[*](αὐτοῦ] fort. αὑτοὺς, deleto proximoἑαυτοὺς) καὶ πατρὶ τὸ μὴ παρέχειν ἑαυτοὺς δρῶντας ἀεὶ καὶ λέγοντας ἀφʼ ὧν εὐφρανοῦνται, κἂν μὴ προσῇ τὸ λυποῦν, ἀνόσιον ἡγοῦνται καὶ ἄθεσμον. τίς οὖν ἐστι παρὰ παίδων γονεῦσιν ἢ πρᾶξις ἢ χάρις ἢ διάθεσις μᾶλλον εὐφραίνειν δυναμένη τῆς πρὸς ἀδελφὸν εὐνοίας βεβαίου; καὶ φιλίας;ʼἦ τοῦτό γε ῥᾴδιόν ἐστιν ἀπὸ τῶν ἐναντίων καταμαθεῖν. ὅπου γὰρ οἰκότριβα τιμώμενον ὑπὸ
πατρὸς ἢ μητρὸς υἱοὶ προπηλακίζοντες καὶ φυτῶν καὶ χωρίων οἷς ἔχαιρον ἀμελοῦντες ἀνιῶσιν αὐτούς, καὶ κύων τις οἰκογενὴς παρορώμενος καὶ ἵππος ἅπτεται φιλοστόργων καὶ φιλοτίμων γερόντων, ἄχθονται δὲ καὶ παισὶν ἀκροάματα καὶ θεάματα καὶ ἀθλητάς, οὓς[*](οὓς R: ὅσους ) ἐθαύμαζον αὐτοί, διασύρουσι καὶ καταφρονοῦσιν· ἦπου μετρίως ἔχουσιν υἱοῖς διαφερομένοις καὶ μισοῦσιν ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις ἀεὶ καὶ καταλυομένοις ὑπʼ ἀλλήλων; οὐκ ἂν εἴποι τις· οὐκοῦν τοὐναντίον ἐρῶντες ἀλλήλων καὶ φιλοῦντες ἀδελφοί, καὶ ὅσον ἡ φύσις τοῖς σώμασι διέστησεν, ἐπὶ ταὐτὸ τοῖς πάθεσι καὶ τοῖς πράγμασιν ἀποδιδόντες, καὶ λόγους κοινοὺς καὶ διατριβὰς ἅμα καὶ παιδιὰς μετʼ ἀλλήλων ἔχοντες, ἡδεῖαν καὶ μακαρίαν παρεσκευάκασι γηροτρόφον[*](γηροτρόφον] cf. Bergk. 1 p. 452) τοῖς γονεῦσι τὴν φιλαδελφίαν. οὔτε γὰρ φιλόλογος πατὴρ οὕτως οὔτε φιλότιμος οὔτε φιλοχρήματος γέγονεν ὡς φιλότεκνος· διὸ τοὺς υἱοὺς οὔτε πλουτοῦντας οὔτε πλουτοῦντας οὔτʼ ἄρχοντας ἡδέως οὕτως ὡς φιλοῦντας ἀλλήλους ὁρῶσιν. Ἀπολλωνίδα[*](Ἀπολλωνιάδα Polyb. 23, 18) γοῦν τὴν Κυζικηνήν, Εὐμένους δὲ τοῦ βασιλέως μητέρα καὶ τριῶν ἄλλων, Ἀττάλου καὶ Φιλεταίρου καὶ Ἀθηναίου, λέγουσι μακαρίζειν ἑαυτὴν ἀεὶ καὶ τοῖς θεοῖς χάριν ἔχειν οὐ διὰ τὸν πλοῦτον οὐδὲ διὰ τὴν ἡγεμονίαν, ἀλλʼ ὅτι τοὺς τρεῖς υἱοὺς ἑώρα τὸν πρεσβύτατον δορυφοροῦντας κἀκεῖνον ἐν μέσοις αὐτοῖς δόρατα καὶ ξίφη φοροῦσιν ἀδεῶς διαιτώμενον. ὥσπερ αὖ τοὐναντίον, Ἀρτοξέρξης[*](Ἀρτοξέρξηςscripsi cum Palmerio: ξέρξης) αἰσθόμενος Ὦχον τὸν υἱὸν ἐπιβεβουλευκότα τοῖς ἀδελφοῖς ἀθυμήσας ἀπέθανε·χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶνὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 675) εἴρηκεν ὄντες, χαλεπώτατοι τοῖς γονεῦσιν αὐτοῖς εἰσιν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὑτοῦ καὶ βαρυνόμενος; οὐ δύναται μὴ τὸν γεννήσαντα[*](cf. Stob. 84, 1-) μέμφεσθαι καὶ τὴν τεκοῦσαν.
ὁ μὲν οὖν Πεισίστρατος ἐπιγαμῶν ἐνηλίκοις οὖσι τοῖς υἱοῖς, ἔφη, καλοὺς ἐκείνους κἀγαθοὺς[*](κἀγαθοὺς Doehnerus: καὶ ἀγαθοὺς ) ἡγούμενος, ἔτι πλειόνων ἐθέλειν τοιούτων πατὴρ γενέσθαι.[*](cf. Stob. 84, 11) χρηστοὶ δὲ καὶ δίκαιοι παῖδες οὐ μόνον διὰ τοὺς γονεῖς ἀγαπήσουσι μᾶλλον ἀλλήλους, ἀλλὰ καὶ τοὺς γονεῖς διʼ ἀλλήλους· οὕτως ἀεὶ καὶ φρονοῦντες καὶ λέγοντες, ὅτι τοῖς γονεῦσιν ἀντὶ πολλῶν χάριν ὀφείλοντες μάλιστα διὰ τοὺς ἀδελφοὺς ὀφείλουσιν, ὡς τοῦτο δὴ κτημάτων ἁπάντων τιμιώτατον καὶ ἥδιστον ἔχοντες παρʼ αὐτῶν. εὖ γέ τοι καὶ Ὅμηρος[*](Ὁμηρος] π 117) πεποίηκε Τηλέμαχον ἐν συμφορᾷ τὸ ἀνάδελφον τιθέμενον
ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων.ὁ δʼ Ἡσίοδος[*](Ἡσίοδος] OD 376) οὐκ εὖ παραινεῖ μουνογενῆ παῖδα τῶν πατρῴων ἐπίκληρον εἶναι, καὶ ταῦτα τῶν Μουσῶν γεγονὼς μαθητής, ἃς ὁμοῦ διʼ εὔνοιαν ἀεὶ καὶ φιλαδελφίαν οὔσας οὕτως ὠνόμαζον.[*](ὠνόμαζον Herwerdenus: ὠνόμαζον μούσας ) πρὸς; μὲν οὖν γονεῖς ἡ φιλαδελφία τοιοῦτόν ἐστιν, ὥστε τὸ φιλεῖν ἀδελφὸν εὐθὺς ἀπόδειξιν εἶναι τοῦ καὶ τὴν μητέρα φιλεῖν καὶ τὸν πατέρα· πρὸς δὲ παῖδας αὑτοῦ δίδαγμα καὶ παράδειγμα φιλαδελφίας, οἷον οὐθὲν ἄλλο· καὶ τοὐναντίον αὖ πονηρὸν ὥσπερ ἐξ ἀντιγράφου πατρῴου τὴν μισαδελφίαν ἀναλαμβάνουσιν. ὁ γὰρ ἐν δίκαις καὶ στάσεσι καὶ ἀγῶσι πρὸς ἀδελφοὺς ἐγγεγηρακὼς εἶτα τοὺς υἱοὺς ὁμονοεῖν παρακαλῶν
ἄλλων ἰατρός, αὐτὸς ἕλκεσιν[*](ἕλκεσιν p. 71 f.: ἕλκεσι ) βρύων[*](Nauck p. 703) ἀσθενῆ ποιεῖ τοῖς ἔργοις τὸν λόγον. εἰ. γοῦν ὁ Θηβαῖος Ἐτεοκλῆς πρὸς τὸν ἀδελφὸν εἰρηκώς
τοῖς αὑτοῦ πάλιν παρεκελεύετο τέκνοις
τίς οὐκ ἂν αὐτοῦ κατεφρόνησε; ποῖος δʼ ἂν ἦν ὁ Ἀτρεύς, εἰ τοιαῦτα δειπνίσας τὸν ἀδελφὸν ἐγνωμολόγει πρὸς; τοὺς παῖδας
- ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις
[*](id. ibid. 537)- πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
- συνδεῖ τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ,
διὸ καὶ γονέων κακὴν γηροτρόφον οὖσαν καὶ κακίονα παιδοτρόφον τέκνων ἐκκαθαίρειν προσήκει
τὴν μισαδελφίαν. ἔστι δὲ καὶ πρὸς πολίτας διάβολος καὶ κατήγορος· οἴονται γὰρ οὐκ ἂν· ἐκ τοσῆσδε συντροφίας καὶ συνηθείας καὶ οἰκειότητος ἐχθροὺς καὶ πολεμίους γενέσθαι, μὴ πολλὰ καὶ πονηρὰ συνειδότας ἀλλήλοις. μεγάλαι γὰρ αἰτίαι μεγάλην διαλύουσιν εὔνοιαν καὶ φιλίαν· ὅθεν οὐδὲ ῥᾳδίως αὖθις ἐνδέχονται διαλύσεις. ὥσπερ γὰρ τὰ συμπαγέντα, κἂν χαλάσῃ τὸ ἐχέκολλον, ἐνδέχεται πάλιν δεθῆναι καὶ συνελθεῖν, συμφυοῦς δὲ σώματος ῥαγέντος ἢ σχισθέντος; ἔργον ἐστὶ κόλλησιν εὑρεῖν καὶ σύμφυσιν· οὕτως αἱ μὲν ὑπὸ χρείας συνημμέναι φιλίαι κἂν διαστῶσιν οὐ χαλεπῶς αὖθις ἀναλαμβάνουσιν· ἀδελφοὶ δὲ τοῦ κατὰ φύσιν ἐκπεσόντες; οὔτε· ῥᾳδίως; συνέρχονται, κἂν συνέλθωσι, ῥυπαρὰν καὶ ὕποπτον οὐλὴν αἱ διαλύσεις ἐφέλκονται. πᾶσα μὲν οὖν ἔχθρα πρὸς ἄνθρωπον ἀνθρώπῳ μετὰ τῶν μάλιστα λυπούντων ἐνδυομένη παθῶν, φιλονεικίας ὀργῆς φθόνου μνησικακίας, ὀδυνηρόν ἐστι καὶ ταραχῶδες· ἡ δὲ πρὸς ἀδελφόν, ᾧ θυσιῶν τε κοινωνεῖν ἀνάγκη καὶ ἱερῶν πατρῴων ὁμόταφόν τε γενέσθαι καί που σύνοικον ἢ γείτονα χωρίων, ἐν ὄμμασιν ἔχει τὸ λυπηρόν, ὑπομιμνήσκουσα καθʼ ἡμέραν τῆς ἀνοίας καὶ παραφροσύνης, διʼ ἣν τὸ ἥδιστον καὶ συγγενέστατον πρόσωπον βλέπεται σκυθρωπότατον, ἥ τε προσφιλὴς ἐκ νέων φωνὴ καὶ συνήθης ἀκοῦσαι φοβερωτάτη γέγονε. πολλοὺς δὲ τῶν ἄλλων ἀδελφῶν ὁρῶντες οἰκίᾳ τε μιᾷ χρωμένους καὶ τραπέζῃ καὶ χωρίοις ἀνεμήτοις καὶ ἀνδραπόδοις, αὐτοὶ καὶ φίλους διῄρηνται καὶ ξένους, ἐχθρὰ πάντα τὰ προσφιλῆ τοῖς ἀδελφοῖς νέμοντες· καὶ ταῦτα, πᾶσιν ἐν μέσῳ λογίζεσθαι παρόντος, ὅτι, ληιστοί[*](ληιστοὶ] cf. Hom. I 406) μέν τε φίλοι καὶ συμπόται κτητοί δὲ κηδεσταὶ καὶ συνήθεις, τῶν πρώτων ὥσπερ ὅπλων ἢ ὀργάνων διαφθαρέντων· ἀδελφοῦ δʼ ἀντίκτησις οὐκ ἔστιν, ὥσπερ οὐδὲ χειρὸς ἀφαιρεθείσης οὐδʼ ὄψεως ἐκκοπείσης· ἀλλʼ ὀρθῶς ἡ Περσὶς[*](Περσὶς] Herod. 3, 119) εἶπεν, ἀντὶ τῶν τέκνων ἑλομένη σῶσαι τὸν ἀδελφόν, ὅτι παῖδας μὲν ἑτέρους κτήσασθαι δύναιτʼ ἄν, ἀδελφὸς δʼ ἄλλος αὐτῇ, γονέων μὴ ὄντων, οὐκ ἂν γένοιτο.τί δῆτα χρὴ ποιεῖν, φαίη τις ἄν, ὅτῳ φαῦλος ἀδελφὸς γένοιτο; πρῶτον ἐκεῖνο μνημονεύειν, ὅτι παντὸς ἅπτεται γένους φιλίας ἡ φαυλότης, καὶ κατὰ τὸν Σοφοκλέα[*](Σοφοκλέα] Nauck. p. 311)
τὰ πλεῖστα φωρῶν[*](φωρῶν] δʼ ἐφορῶν aut αἴσχρʼ ἐφευρήσεις F. G. Schmidtius) αἰσχρὰ φωράσεις βροτῶν.οὔτε γὰρ τὸ συγγενικὸν οὔτε τὸ ἑταιρικὸν οὔτε τὸ ἐρωτικὸν εἱλικρινὲς καὶ ἀπαθὲς καὶ καθαρὸν ἔστιν εὑρεῖν κακίας. ὁ μὲν οὖν Λάκων μικρὰν γυναῖκα γήμας ἔφη τὰ ἐλάχιστα δεῖν αἱρεῖσθαι τῶν κακῶν, ἀδελφῷ δὲ σωφρόνως παραινέσειεν ἄν τις τὰ οἰκειότατα τῶν κακῶν ὑπομένειν μᾶλλον ἢ πειρᾶσθαι τῶν ἀλλοτρίων· τοῦτο γὰρ ἀνέγκλητον ὡς ἀναγκαῖον, ἐκεῖνο δὲ ψεκτὸν ὡς αὐθαίρετον. οὐ γὰρ ὁ συμπότης οὐδʼ ὁ συνέφηβος οὐδʼ ὁ ξένος;
αἰδοῦς ἀχαλκεύτοισιν[*](ἀχακλεύτοισιν ἔζευκται] recte habere monuit idem) ἔζευκται πέδαις,ʼ[*](Nauck. p. 549) ἀλλʼ ὁ σύναιμος καὶ σύντροφος καὶ ὁμοπάτωρ καὶ ὁμομήτωρ, ᾧ καὶ τῶν ἁμαρτημάτων εἰκός ἐστιν ἐπιχωρεῖν ἔνια, καὶ παρείκειν λέγοντα πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα[*](πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα] insiticia videntur W)
τοὔνεκά σʼ[*](τοὔνεκά σʼ] τῷ σε καὶ οὐHomerus) οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα[*](Hom. ν 331) καὶ φαῦλον καὶ ἀνόητον, μὴ καὶ λάθω τι πατρῷον ἢ μητρῷον ἐνεσταγμένον ἀπὸ σπέρματος νόσημα χαλεπῶς καὶ πικρῶς τῷ μισεῖν ἐν σοὶ κολάζων. τοὺς μὲν γὰρ ἀλλοτρίους, ὡς ἔλεγε Θεόφραστος, οὐ φιλοῦντα δεῖ κρίνειν ἀλλὰ κρίναντα φιλεῖν· ὅπου δʼ ἡ φύσις ἡγεμονίαν τῇ κρίσει πρὸς εὔνοιαν οὐ δίδωσιν οὐδʼ ἀναμένει τὸν θρυλούμενον τῶν ἁλῶν μέδιμνον ἀλλὰ συγγεγέννηκε τὴν ἀρχὴν τῆς φιλίας, ἐνταῦθα δεῖ μὴ πικροὺς εἶναι μηδʼ ἀκριβεῖς τῶν ἁμαρτημάτων ἐξεταστάς. νυνὶ δὲ τί ἂν λέγοις, εἰ ξένων ἀνθρώπων καὶ ἀλλοτρίων ἐκ πότου τινὸς ἢ παιδιᾶς ἢ παλαίστρας προσφθαρέντων ἁμαρτήματα ῥᾳδίως ἔνιοι φέροντες καὶ ἡδόμενοι, δύσκολοι καὶ ἀπαραίτητοι πρὸς τοὺς ἀδελφοὺς εἰσιν; ὅπου καὶ κύνας χαλεποὺς καὶ ἵππους, · πολλοὶ δὲ καὶ λύγκας[*](λύγκας *: λύγγας ) αἰλούρους πιθήκους λέοντας τρέφοντες καὶ ἀγαπῶντες, ἀδελφῶν οὐχ ὑπομένουσιν ὀργὰς ἢ ἀγνοίας ἢ φιλοτιμίας; ἕτεροι δὲ παλλακίσι καὶ πόρναις οἰκίας καὶ ἀγροὺς καταγράφοντες ὑπὲρ οἰκοπέδου καὶ γωνίας πρὸς ἀδελφοὺς διαμονομαχοῦσιν; εἶτα τῷ μισαδέλφῳ μισοπονηρίαν ὄνομα θέμενοι, περινοστοῦσιν ἐν[*](ἐν] ἐν μὲν?) τοῖς ἀδελφοῖς τὴν κακίαν προβαλλόμενοι καὶ λοιδοροῦντες , ἐν δὲ τοῖς ἄλλοις μὴ δυσχεραίνοντες ἀλλὰ χρώμενοι πολλῇ καὶ συνόντες.
ταυτὶ μὲν οὖν ἔστω προοίμια τοῦ λόγου παντός. ἀρχὴν δὲ τῆς διδασκαλίας; μὴ τὴν νέμησιν τῶν πατρῴων, ὥσπερ ἕτεροι, λάβωμεν, ἀλλὰ τὴν ἔτι ζώντων ἁμαρτανομένην τῶν γονέων ἅμιλλαν καὶ ζηλοτυπίαν. οἱ μὲν γὰρ ἔφοροι, τοῦ Ἀγησιλάου τῶν ἀποδεικνυμένων ἀεὶ γερόντων ἑκάστῳ βοῦν ἀριστεῖον πέμποντος, ἐζημίωσαν αὐτὸν αἰτίαν ὑπειπόντες, ὅτι τοὺς· κοινοὺς ἰδίους κτᾶται δημαγωγῶν καὶ χαριζόμενος· υἱῷ δʼ ἄν τις παραινέσειε θεραπεύειν γονεῖς μὴ κτώμενον ἑαυτῷ μόνῳ μηδʼ εἰς ἑαυτὸν ἀποστρέφοντα τὴν εὔνοιαν· ᾧ τρόπῳ πολλοὶ καταδημαγωγοῦσι τοὺς ἀδελφούς, εὐπρεπῆ πρόφασιν οὐ δικαίαν δὲ τῆς πλεονεξίας ταύτης ἔχοντες. τὸ γὰρ μέγιστον τῶν πατρῴων καὶ κάλλιστον ἀποστεροῦσιν αὐτούς, τὴν εὔνοιαν, ἀνελευθέρως καὶ πανούργως ὑποτρέχοντες, ἐν καιρῷ ταῖς ἐκείνων ἀσχολίαις καὶ ἀγνοίαις ἐπιτιθέμενοι καὶ μάλιστα παρέχοντες εὐτάκτους καὶ κατηκόους αὑτοὺς καὶ σώφρονας, ἐν οἷς ἐκείνους ἁμαρτάνοντας ἢ δοκοῦντας ὁρῶσι. δεῖ δὲ τοὐναντίον, ὅπου μὲν ὀργή, συνεκδέχεσθαι καὶ συνυποδύεσθαι καθάπερ τῷ συνεργεῖν ποιοῦντα κουφοτέραν, ὑπουργίαις δὲ καὶ χάρισι συνεισποιεῖν ἁμωσγέπως τὸν ἀδελφόν· ἐλλείποντος δέ που, καιρὸν ἢ[*](ἢ X) πρᾶξιν ἑτέραν ἢ τὴν φύσιν αἰτιᾶσθαι, ὡς μᾶλλον πρὸς ἄλλα χρησιμωτέραν καὶ σεμνοτέραν[*](σεμνοτέραν] ἀνυσιμωτέραν?) οὖσαν. εὖ δʼ ἔχει καὶ τὸ τοῦ Ἀγαμέμνονος, ὡς
κἀμοὶ τοῦτο παραδοὺς τὸ καθῆκον. ἡδέως δὲ καὶ τῶν ὀνομάτων τὰς μεταθέσεις οἱ πατέρες προσδέχονται καὶ πιστεύουσι τοῖς υἱοῖς, ἁπλότητα μὲν τὴν ῥᾳθυμίαν τῶν ἀδελφῶν ὀνομάζουσιν ὀρθότητα δὲ τὴν σκαιότητα, τὸ δὲ φιλόνεικον ἀκαταφρόνητον ὥστε τῷ διαλλάσσοντι περίεστι τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν ἐλαττοῦν ἅμα καὶ τὴν πρὸς ἑαυτὸν εὔνοιαν αὔξειν τοῦ πατρός.
- οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
[*](Hom. K 122)- ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν
οὕτω δʼ ἀπολογησάμενον ἤδη πρὸς ἐκεῖνον δεῖ τρέπεσθαι καὶ καθάπτεσθαι σφοδρότερον, τὸ ἁμάρτημα καὶ τὸ ἔλλειμμα μετὰ παρρησίας ἐνδεικνύμενον. οὔτε γὰρ ἐφιέναι δεῖ τοῖς ἀδελφοῖς οὔτʼ αὖ πάλιν ἐπεμβαίνειν ἁμαρτάνουσιν αὐτοῖς (τὸ μὲν γὰρ ἐπιχαίροντός ἐστιν ἐκεῖνο δὲ συνεξαμαρτάνοντος), ἀλλὰ κηδομένῳ καὶ συναχθομένῳ χρῆσθαι τῷ νουθετοῦντι. γίγνεται δὲ κατήγορος ἀδελφοῦ σφοδρότατος πρὸς αὐτὸν ὁ προθυμότατος ὑπὲρ αὐτοῦ συνήγορος πρὸς τοὺς γονεῖς γενόμενος. ἂν δὲ μηδὲν ἁμαρτάνων ἀδελφὸς ἐν αἰτίᾳ γένηται, τἄλλα μὲν ὑπουργεῖν γονεῦσι καὶ φέρειν ὀργήν τε πᾶσαν αὐτῶν καὶ δυσχέρειαν ἐπιεικές· αἱ δʼ ὑπὲρ ἀδελφοῦ παρʼ ἀξίαν κακῶς ἀκούοντος ἢ πάσχοντος ἀντιδικίαι καὶ δικαιολογίαι πρὸς αὐτοὺς ἄμεμπτοι καὶ καλαί· καὶ οὐ φοβητέον ἀκοῦσαι τὸ Σοφόκλειον[*](Σοφόκλειον] Antig. 742)
ὦ παῖ κάκιστε,[*](παῖ κάκιστε] παγκάκιστε Sophocles) διὰ δίκης ἰὼν πατρὶ,παρρησιαζόμενον ὑπὲρ ἀδελφοῦ δοκοῦντος ἀγνωμονεῖσθαι· καὶ γὰρ αὐτοῖς ἡ τοιαύτη δίκη τοῖς ἐλεγχομένοις ποιεῖ τὴν ἧτταν ἡδίω τῆς νίκης.
ἀποθανόντος γε μὴν πατρὸς ἐμφύεσθαι μᾶλλον ἢ πρότερον ὀρθῶς; ἔχει τῇ εὐνοίᾳ τοὺς ἀδελφούς, εὐθὺς μὲν ἐν τῷ συνδακρύειν καὶ συνάχθεσθαι κοινουμένους; τὸ φιλόστοργον, ὑπονοίας δὲ θεραπόντων καὶ διαβολὰς ἑταίρων[*](ἑταίρων R: ἑτέρων ) ἑτέροις αὑτοὺς[*](αὑτοὺς *: αὐτοὺς ) προσνεμόντων ἀπωθουμένους, καὶ πιστεύοντας τοῖς τʼ ἄλλοις ἃ μυθολογοῦσι περὶ τῶν Διοσκόρων[*](Διοσκόρων *: διοσκούρων ) τῆς φιλαδελφίας, καὶ ὅτι ὁ Πολυδεύκης τὸν καταψιθυρίζοντα τἀδελφοῦ πρὸς αὐτὸν κονδύλῳ παίσας ἀπέκτεινεν. ἐπὶ δὲ τὴν νέμησιν τῶν πατρῴων, μὴ καταγγείλαντας ἀλλήλοις πόλεμον ὥσπερ οἱ πολλοὶ
κλῦθʼ, Ἀλαλά Πολέμου θύγατερ,[*](Bergk. 1 p. 397) ἐκ παρασκευῆς ἀπαντᾶν ἀλλὰ μάλιστα δεῖ τὴν ἡμέραν ἐκείνην φυλαττομένους, ὡς τοῖς μὲν ἔχθρας ἀνηκέστου καὶ διαφορᾶς τοῖς δὲ φιλίας καὶ ὁμονοίας οὖσαν ἀρχήν, μάλιστα μὲν αὐτοὺς καθʼ ἑαυτούς, εἰ δὲ μή, φίλου κοινοῦ παρόντος ἀμφοτέροις μάρτυρος εὐγνώμονος δίκης κλήροις, ᾗ φησιν ὁ Πλάτων,[*](Πλάτων] Criti. p. 109 b) τὰ φίλα καὶ προσήκοντα λαμβάνοντας καὶ διδόντας οἴεσθαι τὴν ἐπιμέλειαν νέμεσθαι καὶ τὴν οἰκονομίαν, χρῆσιν δὲ καὶ κτῆσιν ἐν μέσῳ κεῖσθαι κοινὴν καὶ ἀνέμητον ἁπάντων, οἱ δὲ καὶ τίτθας ἀποσπῶντες ἀλλήλων καὶ συντρόφους καὶ συνήθεις παῖδας ὑπερβαλλόμενοι τοῖς διωγμοῖς,[*](διωγμοῖς] διαλογισμοῖςEmperius. malimδιωσμοῖς ῀ διωθισμοῖς) ἀπίασιν ἀνδραπόδου τιμὴν πλέον ἔχοντες, τὸ δὲ μέγιστον καὶ τιμιώτατον τῶν πατρῴων, φιλίαν ἀδελφοῦ καὶ πίστιν, ἀπολωλεκότες ἐνίους δὲ καὶ ἀκερδῶς φιλονεικίας ἕνεκα χρησαμένους τοῖς πατρῴοις οὐθὲν ἐπιεικέστερον ἢ λαφύροις ἴσμεν. ὧν καὶ Χαρικλῆς καὶ Ἀντίοχος ἦσαν οἱ Ὀπούντιοι· καὶ γὰρ ἔκπωμα διακόψαντες ἀργυροῦν καὶ ἱμάτιον διατεμόντες ἀπῄεσαν, ὥσπερ ἐκ τραγικῆς τινος κατάρας
θηκτῷ σιδήρῳ δῶμα διαλαχόντες[*](Eur. Phoen. 68) οἱ δὲ καὶ διηγοῦνται πρὸς ἑτέρους γαυριῶντες, ὅτι τῶν ἀδελφῶν πανουργίᾳ καὶ δριμύτητι καὶ παραλογισμῷ πλέον ἔσχον ἐν τῷ νέμεσθαι, δέον ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἐπιεικείᾳ καὶ χάριτι καὶ ὑπείξει περιγενομένους. ὅθεν ἄξιόν Ἀθηνοδώρου μεμνῆσθαι, καὶ μέμνηνταί γε πάντες παρʼ ἡμῖν. ἦν γὰρ ἀδελφὸς πρεσβύτερος αὐτῷ ὄνομα[*](τοὔνομα?) Ξένων, καὶ πολλὰ τῆς οὐσίας ἐπιτροπεύων διεφόρησε· τέλος δʼ ἁρπάσας γυναῖκα καὶ καταδικασθεὶς ἀπώλεσε τὴν οὐσίαν, εἰς τὸ Καίσαρος ταμιεῖον ἀναληφθεῖσαν. ὁ δʼ Ἀθηνόδωρος ἦν μὲν ἔτι μειράκιον οὐδέπω γενειῶν· ἀποδοθέντος δὲ τοῦ μέρους αὐτῷ τῶν χρημάτων, οὐ περιεῖδε τὸν ἀδελφὸν ἀλλʼ εἰς μέσον ἅπαντα καταθεὶς ἐνείματο, καὶ πολλὰ περὶ τὴν νέμησιν ἀγνωμονούμενος[*](ἀγνωμονούμενος W: ἀγνωμονευόμενος ) οὐκ ἠγανάκτησεν οὐδὲ μετενόησεν, ἀλλὰ πράως καὶ ἱλαρῶς[*](ἱλαρῶς] ῥᾳδίως F. Schmidt. Non opus) ἤνεγκε τἀδελφοῦ[*](τἀδελφοῦ * hic et infra: τοῦ ἀδελφοῦ ) τὴν ἄνοιαν, περιβόητον ἐν τῇ Ἑλλάδι γενομένην.
ὁ μὲν οὖν Σόλων ἀποφηνάμενος περὶ πολιτείας, ὡς ἰσότης στάσιν οὐ ποιεῖ, λίαν ἔδοξεν ὀχλικός, ἀριθμητικὴν καὶ δημοκρατικὴν ἐπεισάγων ἀναλογίαν ἀντὶ τῆς καλῆς γεωμετρικῆς· ὁ δʼ ἐν οἰκίᾳ παραινῶν ἀδελφοῖς μάλιστα μὲν ὡς ὁ Πλάτων[*](Πλάτων] Rep. p. 462 c) παρῄνει τοῖς πολίταις, τὸ ἐμόν ἐξαιρεῖν καὶ τὸ οὐκ ἐμόν, εἰ δὲ μή, τὴν ἴσην ἀγαπᾶν καὶ τῆς ἴσης περιέχεσθαι, καλὴν κρηπῖδα καὶ μόνιμον ὁμονοίας καὶ εἰρήνης καταβαλλόμενος ἐστι. χρήσθω δὲ καὶ παραδείγμασιν ἐνδόξοις οἷόν ἐστι, καὶ τὸ τοῦ Πιττακοῦ πρὸς τὸν βασιλέα Λυδῶν πυνθανόμενον εἰ χρήματʼ ἔστιν αὐτῷ, διπλάσιʼ εἶπεν ἢ[*](ἢ Amyotus: εἰ ) ἐβουλόμην, τἀδελφοῦ τεθνηκότος. ἐπεὶ δʼ οὐ μόνον ἐν χρημάτων κτήσει καὶ μειώσει τῷ πλείονι[*](πλείονι *: πλέονι ) πολέμιον καθίσταται τοὔλασσον ἀλλʼ ἁπλῶς, ᾗ[*](ᾗ] del. R) φησιν ὁ Πλάτων[*](Πλάτων] Rep. p. 547 a) ἐν μὲν ἀνωμαλίᾳ κίνησιν ἐν δʼ ὁμαλότητι στάσιν ἐγγίγνεσθαι καὶ μονήν, οὕτω πᾶσα μὲν ἀνισότης ἐπισφαλής ἐστι πρὸς διαφορὰν ἀδελφῶν, ἐν πᾶσι δʼ ἴσους γενέσθαι καὶ ὁμαλοὺς ἀδύνατον· τὰ μὲν γὰρ αἱ φύσεις εὐθὺς ἀνίσως νέμουσι, τὰ δʼ ὕστερον αἱ τύχαι φθόνους ἐμποιοῦσαι καὶ ζηλοτυπίας, αἴσχιστα νοσήματα καὶ κῆρας οὐκ οἰκίαις μόνον ἀλλὰ καὶ πόλεσιν ὀλεθρίους δεῖ καὶ ταῦτα φυλάττεσθαι καὶ θεραπεύειν, ἂν ἐγγένηται. τῷ μὲν οὖν ὑπερέχοντι
παραινέσειεν ἄν τις, πρῶτον μὲν οἷς δοκεῖ διαφέρειν, ταῦτα κοινὰ ποιεῖν τοῖς ἀδελφοῖς, συνεπικοσμοῦντα τῇ δόξῃ καὶ συνεισποιοῦντα ταῖς φιλίαις· κἂν λέγειν δεινότερος ᾖ, χρῆσθαι παρέχοντα τὴν δύναμιν, ὡς ἐκείνου μηθὲν ἧττον οὖσαν· ἔπειτα μήτʼ ὄγκον ἐμφαίνειν τινὰ μήθʼ ὑπεροψίαν, ἀλλὰ μᾶλλον ἐνδιδόντα καὶ συγκαθιέντα τῷ ἤθει τὴν ὑπεροχὴν ἀνεπίφθονον ποιεῖν, καὶ τὴν τῆς τύχης ἀνωμαλίαν ἐπανισοῦν, ὡς ἀνυστόν ἐστι, τῇ μετριότητι τοῦ φρονήματος. ὁ γοῦν Λεύκολλος οὐκ ἠξίωσε πρότερος; τἀδελφοῦ τὴν ἀρχὴν λαβεῖν πρεσβύτερος ὤν, ἀλλὰ τὸν αὑτοῦ παρεὶς καιρὸν τὸν ἐκείνου περιέμεινεν. ὁ δὲ Πολυδεύκης οὐδὲ θεὸς ἠθέλησε μόνος ἀλλὰ μᾶλλον ἡμίθεος σὺν τἀδελφῷ[*](τἀδελφῷ *: τῷ ἀδελφῷ ) γενέσθαι καὶ τῆς θνητῶν μερίδος μετασχεῖν ἐπὶ τῷ μεταδοῦναι τῆς ἀθανασίας ἐκείνῳ. σοὶ δέ, φαίη τις ἄν, ὦ μακάριε, μηθὲν ἐλαττοῦντι τῶν προσόντων ἀγαθῶν ὑπάρχει συνεξομοιοῦν καὶ συνεπικοσμεῖν τὸν ἀδελφόν, ὥσπερ αὐγῆς[*](αὐγῆς Emperius: αὐτῆς ) ἀπολαύοντα τῆς περὶ σὲ δόξης ἢ ἀρετῆς ἢ εὐτυχίας· ὥσπερ Πλάτων τοὺς ἀδελφοὺς εἰς τὰ κάλλιστα τῶν αὑτοῦ συγγραμμάτων θέμενος ὀνομαστοὺς ἐποίησε, Γλαύκωνα μὲν καὶ Ἀδείμαντον εἰς τὴν Πολιτείαν, Ἀντιφῶντα δὲ τὸν νεώτατον εἰς τὸν Παρμενίδην.ἔτι τοίνυν ὥσπερ ἐγγίγνονται ταῖς φύσεσι καὶ ταῖς τύχαις τῶν ἀδελφῶν ἀνισότητες, οὕτως ἐν πᾶσι καὶ πάντως ὑπερέχειν τὸν ἕτερον ἀδύνατόν ἐστι. τὰ μὲν γὰρ στοιχεῖά φασιν ἐκ μιᾶς ὕλης γεγονέναι, τὰς ἐναντιωτάτας ἔχοντα δυνάμεις· δυεῖν δʼ ἀδελφῶν·
ἐκ μιᾶς μητρὸς καὶ πατρὸς ταὐτοῦ γεγονότων, οὐθεὶς ἑώρακε τὸν μὲν ὡς τὸν[*](τὸν μὲν ὡς τὸν R: τὸν μὲν ) ἐκ τῆς Στοᾶς σοφόν, ὁμοῦ καλὸν εὔχαριν ἐλευθέριον ἔντιμον πλούσιον δεινὸν εἰπεῖν πολυμαθῆ[*](πολυμαθῆ Polus: φιλομαθῆ ) φιλάνθρωπον τὸν δʼ ἕτερον αἰσχρὸν ἄχαριν ἀνελεύθερον ἄτιμον ἄπορον ἀσθενῆ περὶ λόγον ἀμαθῆ μισάνθρωπον ἀλλʼ ἔνεστιν ἁμωσγέπως καὶ τοῖς ἀδοξοτέροις καὶ ταπεινοτέροις μοῖρά τις χάριτος ἢ δυνάμεως ἢ πρός τι καλὸν εὐφυΐας,ταῦτα τοίνυν ὁ δοκῶν πλέον ἒχειν ἐν ἄλλοις, ἂν μὴ κολούῃ μηδʼ ἐπικρύπτῃ μηδὲ πάντων ὥσπερ ἐν ἀγῶνι τὸν ἀδελφὸν ἐξωθῇ τῶν πρωτείων, ἀλλʼ ἀνθυπείκῃ καὶ ἀποφαίνῃ πρὸς πολλὰ βελτίω καὶ χρησιμώτερον ἐκεῖνον, ὑφαιρῶν ἀεὶ τοῦ φθόνου τὴν πρόφασιν ὥσπερ ὕλην τοῦ πυρὸς ἀποσβέσει, μᾶλλον δʼ ὅλως οὐκ ἐάσει λαβεῖν γένεσιν οὐδὲ σύστασιν. ὁ δὲ καὶ συνεργόν, ἐν οἷς δοκεῖ κρείττων αὐτὸς εἶναι, ποιούμενος τὸν ἀδελφὸν ἀεὶ καὶ σύμβουλον, οἷον ἐν δίκαις ῥητορικὸς ὤν, ἐν ἀρχαῖς πολιτευόμενος, ἐν πράξεσι φιλικαῖς·[*](φιλικαῖς] φιλικαῖς φιλικός?) συνελόντι δʼ εἰπεῖν, μηδενὸς ἀξιολόγου καὶ τιμὴν φέροντος ἔργου περιορῶν ἀπολειπόμενον, ἀλλὰ τῶν καλῶν πάντων κοινωνὸν ἀποφαίνων καὶ χρώμενος παρόντι καὶ περιμένων ἀπόντα, καὶ ὅλως συνεμφαίνων ὅτι πρακτικὸς μὲν οὐχ ἧττον αὐτοῦ παραχωρητικὸς δὲ μᾶλλόν ἐστι δόξης; καὶ δυνάμεως, οὐθὲν ἑαυτοῦ παραιρούμενος ἐκείνῳ μεγάλα προστίθησι.
- ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν[*](Bergk. 3 p. 689)
- φύονται μαλακῶν ἄνθεα λευκοΐων.
τῷ μὲν οὖν ὑπερέχοντι τοιαῦτά τις ἂν παραινέσειε· τῷ δὲ λειπομένῳ πάλιν ἐνθυμητέον, ὡς οὐχ εἷς οὐδὲ μόνος αὐτοῦ πλουσιώτερος ἢ λογιώτερος ἢ λαμπρότερος εἰς δόξαν ὁ ἀδελφός ἐστιν, ἀλλὰ πολλάκις πολλῶν ἀπολείπεται καὶ μυριάκις μυρίων
εὐρυεδοῦς[*](εὐρυεδοῦς Plato Prot. p. 345 c: εὐρυόδους ) ὅσοι καρπὸν αἰνύμεθα χθονός.εἴτε δὲ πᾶσι περινοστεῖ φθονῶν εἴτε μόνος αὐτὸν ἐν τοσούτοις εὐτυχοῦσιν ὁ φίλτατος ἀνιᾷ καὶ ὁ συγγενέστατος, ὑπερβολὴν ἑτέρῳ κακοδαιμονίας οὐ λέλοιπεν, ὡς οὖν ὁ Μέτελλος ᾤετο δεῖν Ῥωμαίους τοῖς θεοῖς χάριν ἔχειν, ὅτι Σκιπίων ἐν ἑτέρᾳ πόλει τοιοῦτος ὢν οὐκ ἐγεννήθη οὕτως ἕκαστος εὐχέσθω μάλιστα μὲν αὐτὸς εὐπραξίᾳ διαφέρειν, εἰ δὲ μή, τὸν ἀδελφὸν αὐτοῦ τὴν ζηλουμένην ἔχειν ὑπεροχὴν καὶ δύναμιν. οἱ δʼ[*](οἱ δʼ] ἔνιοι δʼ?) οὕτω πεφύκασιν ἀτυχεῖς πρὸς τὸ καλόν, ὥστε φίλοις μὲν ἐνδόξοις ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἂν ξένους ἡγεμονικοὺς καὶ πλουσίους ἔχωσι, τὰς δὲ τῶν ἀδελφῶν λαμπρότητας αὑτῶν ἀμαυρώσεις νομίζειν· καὶ πατέρων μὲν εὐτυχίαις ἐπαίρεσθαι καὶ στρατηγίαις προπάππων λεγομέναις, ὧν οὐδὲν ἀπέλαυσαν οὐδὲ μετέσχον, ἀδελφῶν δὲ κληρονομίαις καὶ ἀρχαῖς καὶ γάμοις ἐνδόξοις ἀθυμεῖν καὶ ταπεινοῦσθαι. καίτοι μάλιστα μὲν ἔδει μηδʼ ἄλλῳ φθονεῖν, εἰ δὲ μή, τρέπειν ἔξω καὶ πρὸς ἑτέρους ἀποχετεύειν τὸ βάσκανον, ὥσπερ οἱ τὰς στάσεις θύραζε τοῖς πολεμίοις περιιστάντες.[*](περιιστάντες *: περιιστῶντες )
φθονεῖν πεφύκασι καὶ ζηλοτυπεῖν.
- πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοὶ τʼ ἐπίκουροι·
[*](Hom. Z 227, 229)- πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοί
ἀδελφῷ δὲ χρὴ μὴ καθάπερ πλάστιγγα ῥέπειν ἐπὶ τοὐναντίον, ὑψουμένου[*](ὑψουμένῳ?) ταπεινούμενον αὐτόν, ἀλλʼ ὥσπερ τῶν ἀριθμῶν οἱ ἐλάττονες τοὺς μείζονας πολλαπλασιάζοντες; καὶ πολλαπλασιαζόμενοι συναύξειν ἅμα καὶ συναύξεσθαι τοῖς ἀγαθοῖς. οὐδὲ γὰρ τῶν δακτύλων ἔλαττον ἔχει τοῦ γράφοντος ἢ ψάλλοντος ὁ μὴ δυνάμενος τοῦτο ποιεῖν μηδὲ πεφυκώς, ἀλλὰ συγκινοῦνται καὶ συνεργοῦσιν ἅπαντες ἁμωσγέπως ἀλλήλοις, ὥσπερ ἐπίτηδες ἄνισοι γεγονότες καὶ τὸ συλληπτικὸν ἐξ ἀντιθέσεως πρὸς τὸν μέγιστον καὶ ῥωμαλεώτατον[*](ῥωμαλεώτατον R: ῥωμαλεώτερον ) ἔχοντες. οὕτω καὶ Κρατερὸς Ἀντιγόνου[*](Ἀντιγόνου] Craterus non Antigoni sed Antipatri frater fuit R) βασιλεύοντος ἀδελφὸς ὢν καὶ Κασάνδρου Περίλαος ἐπὶ τὸ στρατηγεῖν[*](στρατηγεῖν] οὐραγεῖν?) καὶ οἰκουρεῖν ἔταττον αὑτούς· Ἀντίοχοι δὲ καὶ Σέλευκοι καὶ πάλιν Γρυποὶ καὶ Κυζικηνοὶ τὰ δεύτερα φέρειν οὐ μαθόντες ἀδελφοῖς ἀλλὰ πορφύρας καὶ διαδήματος ὀρεγόμενοι, πολλῶν μὲν αὑτοὺς κακῶν καὶ ἀλλήλους πολλῶν δὲ τὴν Ἀσίαν ἐνέπλησαν. ἐπεὶ δὲ τοῖς φιλοτίμοις μάλιστα τῶν ἠθῶν ἐμφύονται φθόνοι καὶ ζηλοτυπίαι πρὸς τοὺς πλέον ἔχοντας ἐν δόξῃ καὶ τιμῇ,
χρησιμώτατόν ἐστι πρὸς τοῦτο τοῖς ἀδελφοῖς τὸ μὴ κτᾶσθαι μήτε τὰς τιμὰς μήτε τὰς δυνάμεις ἀπὸ τῶν αὐτῶν, ἀλλʼ ἕτερον ἀφʼ ἑτέρου. καὶ γὰρ τῶν θηρίων πόλεμός ἐστι πρὸς ἄλληλα τοῖς ἀπὸ τῶν αὐτῶν τρεφομένοις, καὶ τῶν ἀθλητῶν οἱ πρὸς ἓν ἄθλημα κάμνοντες ἀνταγωνισταί· πύκται δὲ παγκρατιασταῖς φίλιοι καὶ δολιχοδρόμοι παλαισταῖς εὐμενεῖς εἰσι καὶ συναγωνιῶσι καὶ σπουδάζουσιν ὑπὲρ ἀλλήλων· διὸ καὶ τῶν Τυνδαριδῶν πὺξ μὲν ὁ Πολυδεύκης ἐνίκα δρόμῳ δʼ ὁ Κάστωρ. εὖ δὲ καὶ τὸν Τεῦκρον Ὅμηρος[*](Ὅμηρος] Θ 272) πεποίηκεν ἀπὸ τῆς τοξικῆς εὐδοκιμοῦντα, τἀδελφοῦ πρωτεύοντος ἐν τοῖς ὁπλίταις·ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.καὶ τῶν πολιτευομένων οἱ στρατηγοῦντες τοῖς δημαγωγοῦσιν οὐ πάνυ φθονοῦσιν, οὐδέ γε τῶν ῥητόρων οἱ δικολόγοι τοῖς σοφιστεύουσιν οὐδὲ τῶν ἰατρῶν οἱ περὶ δίαιταν τοῖς χειρουργοῖς ἀλλὰ καὶ συμπαραλαμβάνουσι καὶ συνεπιμαρτυροῦσι. τὸ δʼ ἀπὸ τῆς αὐτῆς τέχνης ἢ δυνάμεως ζητεῖν ἔνδοξον εἶναι καὶ περίβλεπτον οὐδὲν ἐν φαύλοις διαφέρει τοῦ μιᾶς ἐρῶντας ἀμφοτέρους βούλεσθαι πλέον ἔχειν καὶ μᾶλλον εὐδοκιμεῖν τοῦ ἑτέρου τὸν ἕτερον. οἱ μὲν οὖν καθʼ ἑτέρας ὁδοὺς βαδίζοντες οὐθὲν ἀλλήλους ὠφελοῦσιν, οἱ δὲ βίοις χρώμενοι διαφόροις τόν τε φθόνον ἐκτρέπονται καὶ συνεργοῦσιν ἀλλήλοις μᾶλλον, ὡς Δημοσθένης καὶ Χάρης καὶ πάλιν Αἰσχίνης καὶ Εὔβουλος καὶ Ὑπερείδης καὶ Λεωσθένης, οἱ μὲν λέγοντες ἐν τῷ καὶ γράφοντες οἱ στρατηγοῦντες καὶ πράττοντες·, ὅθεν ἀπωτάτω δεῖ ταῖς ἐπιθυμίαις τρέπεσθαι καὶ ταῖς φιλοτιμίαις τῶν ἀδελφῶν τοὺς ἀφθόνως δόξης καὶ δυνάμεως κοινωνεῖν μὴ πεφυκότας, ὅπως εὐφραίνωσιν εὐημεροῦντες ἀλλήλους ἀλλὰ μὴ λυπῶσι.
παρὰ πάντα δὲ ταῦτα φυλακτέον ἐστὶ κηδεστῶν καὶ οἰκείων καὶ γυναικὸς; ἔστιν ὅτε τῇ φιλοδοξίᾳ συνεπιτιθεμένης λόγους πονηρούς, ὁ ἀδελφὸς ἄγει καὶ φέρει πάντα καὶ θαυμάζεται καὶ θεραπεύεται, σοὶ δʼ οὐδεὶς πρόσεισιν οὐδʼ ἔχεις σεμνὸν οὐδέν. ἔχω μὲν οὖν ἂν[*](ἂν Madvigius) φαίη τις εὖ φρονῶν ἀδελφὸν εὐδοκιμοῦντα καὶ μέτεστί μοι τῆς ἐκείνου δυνάμεως τὸ πλεῖστον ὁ μὲν γὰρ Σωκράτης ἔλεγε βούλεσθαι Δαρεῖον ἔχειν μᾶλλον φίλον ἢ τὸ δαρεικόν,[*](τὸ δαρεικόν] τὸ δαρεικὸν χρυσίον an τὸν δαρεικόν?) ἀδελφῷ δὲ νοῦν ἔχοντι καὶ πλούτου καὶ ἀρχῆς καὶ λογιότητος οὐκ ἔλαττον ἀγαθόν ἐστιν ἄρχων ἀδελφὸς ἢ πλουτῶν ἢ λόγου δυνάμει προήκων εἰς δόξαν. ἀλλὰ ταύτας μὲν οὕτω μάλιστα τὰς ἀνωμαλίας παρηγορητέον ἕτεραι δʼ εὐθὺς ἐγγίγνονται διαφοραὶ περὶ τὰς ἡλικίας ἀπαιδεύτοις ἀδελφοῖς. ἐπιεικῶς γὰρ οἳ τε πρεσβύτεροι τῶν νεωτέρων ἄρχειν ἀξιοῦντες ἀεὶ καὶ προΐστασθαι καὶ πλέον ἔχειν ἐν παντὶ δόξης καὶ δυνάμεως βαρεῖς εἰσι καὶ ἀηδεῖς· οἵ τε νεώτεροι πάλιν ἀφηνιάζοντες καὶ θρασυνόμενοι καταφρονεῖν καὶ ὀλιγωρεῖν ἀσκοῦσιν. ἐκ δὲ τούτων οἱ μὲν ὡς φθονούμενοι καὶ κολουόμενοι φεύγουσι καὶ
δυσχεραίνουσι τὰς νουθεσίας· οἱ δʼ ἀεὶ τῆς ὑπεροχῆς γλιχόμενοι φοβοῦνται τὴν ἐκείνων αὔξησιν ὡς αὑτῶν κατάλυσιν. ὥσπερ οὖν ἐπὶ τῆς χάριτος ἀξιοῦσι μείζονα τοὺς λαμβάνοντας ἡγεῖσθαι μικροτέραν δὲ τοὺς διδόντας· οὕτως ἄν τις, τὸν χρόνον παραινῶν τῷ μὲν πρεσβυτέρῳ μὴ μέγα νομίζειν τῷ δὲ νεωτέρῳ μὴ μικρόν, ὑπεροψίας καὶ ἀμελείας καὶ τοῦ καταφρονεῖσθαι καὶ καταφρονεῖν ἀμφοτέρους ἀπαλλάξειεν. ἐπεὶ δὲ τῷ μὲν πρεσβυτέρῳ τὸ κήδεσθαι καὶ καθηγεῖσθαι καὶ νουθετεῖν προσῆκόν ἐστι τῷ δὲ νεωτέρῳ τὸ τιμᾶν καὶ ζηλοῦν καὶ ἀκολουθεῖν, ἡ μὲν ἐκείνου κηδεμονία τὸ ἑταιρικὸν μᾶλλον ἢ τὸ πατρικὸν ἐχέτω καὶ τὸ πεῖθον ἢ τὸ ἐπιτάττον καὶ τὸ χαῖρον ἐπὶ τοῖς κατορθώμασι καὶ κατευφημοῦν τοῦ ψέγοντος ἂν ἁμάρτῃ καὶ κολούοντος μὴ μόνον προθυμότερον ἀλλὰ καὶ φιλανθρωπότερον τῷ δὲ τοῦ νεωτέρου ζήλῳ τὸ μιμούμενον ἐνέστω μὴ τὸ ἁμιλλώμενον. θαυμάζοντος γὰρ ἡ μίμησις ἡ δʼ ἅμιλλα φθονοῦντός ἐστι. διὸ τοὺς μὲν ἐξομοιοῦσθαι βουλομένους ἀγαπῶσι τοὺς,· δʼ ἐξισοῦσθαι πιέζουσι καὶ χαλέπτουσιν. ἐν πολλαῖς; δὲ τιμαῖς ἃς πρέπει παρὰ τῶν νέων ἀποδίδοσθαι τοῖς πρεσβυτέροις, τὸ πειθαρχεῖν εὐδοκιμεῖ μάλιστα καὶ κατεργάζεται μετʼ αἰδοῦς εὔνοιαν ἰσχυρὰν καὶ χάριν ἀνθυπείκουσαν. ᾗ καὶ Κάτων τὸν Καιπίωνα πρεσβύτερον ὄντα θεραπεύων εὐθὺς ἐκ παίδων εὐπειθείᾳ καὶ πραότητι καὶ σιωπῇ, τέλος οὕτως ἐπʼ ἀνδράσιν ἐχειρώσατο καὶ τοσαύτης ἐνέπλησεν αἰδοῦς πρὸς ἑαυτόν, ὡς μήτε πρᾶξαί τι μήτʼ εἰπεῖν ἀγνοοῦντος ἐκείνου. μνημονεύεται γοῦν, ὅτι μαρτυρίας ποτὲ γραμματεῖον ἐπισφραγισαμένου τοῦ Καιπίωνος[*](Καιπίωνος R: καπίωνος ) ὁ Κάτων ὕστερος ἐπελθὼν οὐκ ἠθέλησεν ἐπισφραγίσασθαι· καὶ ὁ Καιπίων[*](Καιπίωνidem: καπίων) ἀπαιτήσας τὸ γραμματεῖον ἀφεῖλε τὴν αὑτοῦ σφραγῖδα πρὶν ἢ πυθέσθαι τί παθὼν. ὁ ἀδελφὸς οὐκ ἐπίστευσεν ἀλλʼ ὑπείδετο τὴν μαρτυρίαν. φαίνεται δὲ πολλὴ καὶ πρὸς Ἐπίκουρον ἡ αἰδὼς τῶν ἀδελφῶν διʼ εὔνοιαν αὐτοῦ καὶ κηδεμονίαν, εἴς τε τἄλλα καὶ φιλοσοφίαν τὴν ἐκείνου συνενθουσιώντων· καὶ γὰρ εἰ διημάρτανον δόξης εὐθὺς ἐκ παίδων πεπεισμένοι καὶ λέγοντες ὡς οὐδεὶς γέγονεν Ἐπικούρου σοφώτερος, ἄξιόν ἐστι θαυμάζειν καὶ τοῦ διαθέντος οὕτως καὶ τῶν διατεθέντων. οὐ μὴν ἀλλὰ καὶ τῶν νεωτέρων φιλοσόφων Ἀπολλώνιος ὁ περιπατητικὸς ἤλεγξε τὸν εἰπόντα δόξαν ἀκοινώνητον εἶναι, Σωτίωνα νεώτερον ἀδελφὸν αὑτοῦ ποιήσας ἐνδοξότερον. ἐμοὶ μὲν γὰρ ὅτι πολλῶν ἀξίων χάριτος παρὰ τῆς τύχης γεγονότων, ἡ Τίμωνος εὔνοια τἀδελφοῦ πρὸς ἅπαντα τἄλλα καὶ γέγονε καὶ ἔστιν, οὐδεὶς ἀγνοεῖ τῶν ὁπωσοῦν ἐντετυχηκότων ἡμῖν, ἣκιστα δʼ οἱ συνήθεις ὑμεῖς.ἕτερα τοίνυν ταῖς παραλλήλοις καὶ σύνεγγυς ἡλικίαις τῶν ἀδελφῶν φυλακτέον ἐστὶ πάθη, μικρὰ μὲν συνεχῆ δὲ καὶ πολλὰ καὶ πονηρὰν ποιοῦντα τοῦ λυπεῖν καὶ παροξύνειν ἑαυτοὺς ἐπὶ πᾶσι μελέτην, τελευτῶσαν εἰς ἀνήκεστα μίση καὶ κακοθυμίας. ἀρξάμενοι γὰρ ἐπὶ παιδιαῖς διαφέρεσθαι, περὶ τροφὰς ζῴων καὶ ἀγῶνας οἷον ὀρτύγων ἢ ἀλεκτρυόνων,
εἶτα παίδων ἐν παλαίστραις καὶ κυνῶν ἐν θήραις καὶ ἵππων ἐν ἁμίλλαις, οὐκέτι κρατεῖν ἐν τοῖς μείζοσιν οὐδὲ καταπαύειν τὸ φιλόνικον[*](φιλόνικον *: φιλόνεικον ) δύνανται καὶ φιλότιμον. ὥσπερ Ἑλλήνων οἱ καθʼ ἡμᾶς δυνατώτατοι περὶ σπουδὰς ὀρχηστῶν εἶτα κιθαρῳδῶν διαναστάντες, ἐκ τούτου τὰς ἐν Αἰδηψῷ[*](Αἰδηψῷ M: αἰδιψῷ ) κολυμβήθρας καὶ παστάδας καὶ ἀνδρῶνας ἀντιπαραβάλλοντες ἀεὶ καὶ τοπομαχοῦντες καὶ ἀποκόπτοντες; ὀχετοὺς καὶ ἀποστρέφοντες, οὕτως ἐξηγριώθησαν καὶ διεφθάρησαν, ὥστε πάντων ἀφαιρεθέντες; ὑπὸ τοῦ τυράννου, καὶ φυγάδες καὶ πένητες καὶ ʽ ὀλίγου δέω λέγειν’ ἕτεροι τῶν πρότερον γενόμενοι, μόνῳ διέμειναν οἱ αὐτοὶ τῷ μισεῖν ἀλλήλους. ὅθεν οὐχ ἥκιστα δεῖ περὶ τὰ μικρὰ καὶ πρῶτα παραδυομένῃ τῇ πρὸς τοὺς ἀδελφοὺς; φιλονικίᾳ[*](φιλονικίᾳ *: φιλονεικίᾳ ) καὶ ζηλοτυπίᾳ διαμάχεσθαι, μελετῶντας ἀνθυπείκειν καὶ ἡττᾶσθαι καὶ χαίρειν τῷ χαρίζεσθαι μᾶλλον αὐτοῖς ἢ τῷ νικᾶν. οὐ γὰρ ἑτέραν οἱ παλαιοὶ Καδμείαν νίκην ἀλλὰ τὴν περὶ Θήβας τῶν ἀδελφῶν ὡς αἰσχίστην καὶ κακίστην προσηγόρευσαν. τί οὖν; οὐχὶ πολλὰς τὰ πράγματα καὶ τοῖς ἐπιεικῶς ἔχειν δοκοῦσι καὶ πράως φέρει προφάσεις ἀντιλογιῶν καὶ διαφορῶν; καὶ μάλα· ἀλλὰ κἀκεῖ φυλακτέον, ὅπως τὰ πράγματα μάχηται[*](μαχεῖται?) καθʼ αὑτὰ, μηδὲν ἐκ φιλονικίας[*](φιλονικίας: φιλονεικίας) μηδʼ ὀργῆς πάθος οἷον ἄγκιστρον προστιθέντας, ἀλλʼ ὥσπερ ἐπὶ ζυγοῦ τοῦ δικαίου τὴν ῥοπὴν κοινῶς ἀποθεωροῦντας, καὶ τάχιστα ταῖς κρίσεσι καὶ ταῖς διαίταις τὴν ἀμφιλογίαν παραδιδόντας ἀποκαθαίρειν, πρὶν ἐνδῦσαν ὥσπερ βαφὴν ἢ κηλῖδα δευσοποιὸν γενέσθαι καὶ δυσέκπλυτον· εἶτα μιμεῖσθαι τοὺς Πυθαγορικούς, οἳ γένει μηθὲν προσήκοντες[*](προσήκοντες] add. ἀλλήλοιςpraeter necessitatem Stegmannus) ἀλλὰ κοινοῦ λόγου μετέχοντες, εἴ ποτε προαχθεῖεν εἰς λοιδορίαν ὑπʼ ὀργῆς, πρὶν ἢ τὸν ἣλιον δῦναι, τὰς δεξιὰς ἐμβαλόντες ἀλλήλοις καὶ ἀσπασάμενοι διελύοντο. καθάπερ γὰρ ἐπὶ βουβῶνι πυρετοῦ γενομένου, δεινὸν οὐθέν ἐστιν, ἂν δὲ παυσαμένου παραμένῃ, νόσος εἶναι δοκεῖ καὶ βαθυτέραν ἔχειν ἀρχήν οὕτως ἀδελφῶν ἡ μετὰ τὸ πρᾶγμα παυομένη διαφορὰ τοῦ πράγματός ἐστι, τῆς δʼ ἐπιμενούσης πρόφασις ἦν τὸ πρᾶγμα μοχθηράν τε καὶ ὓπουλον αἰτίαν ἔχον.ἄξιον δὲ πυθέσθαι βαρβάρων ἀδελφῶν διαδικασίαν οὐ περὶ γῃδίου μερίδος; οὐδʼ ἐπʼ ἀνδραπόδοις ἢ προβατίοις γενομένην ἀλλὰ περὶ τῆς Περσῶν ἡγεμονίας. Δαρείου γὰρ ἀποθανόντος, οἱ μὲν ἠξίουν Ἀριαμένη βασιλεύειν, πρεσβύτατον ὄντα τῆς γενεᾶς, οἱ δὲ Ξέρξην, Ἀτόσσης τε μητρὸς ὄντα τῆς Κύρου θυγατρὸς; ἔκ τε Δαρείου βασιλεύοντος ἤδη γεγενημένον. Ἀριαμένης μὲν οὖν κατέβαινεν ἐκ Μήδων οὐ πολεμικῶς ἀλλʼ ὡς ἐπὶ δίκην ἡσύχως Ξέρξης· δὲ παρὼν ἔπραττεν ἅπερ ἦν βασιλεῖ προσήκοντα· ἐλθόντος δὲ τἀδελφοῦ, θεὶς τὸ διάδημα καὶ καταβαλὼν τὴν τιάραν, ἣν φοροῦσιν ὀρθὴν οἱ βασιλεύοντες, ἀπήντησεν αὐτῷ καὶ ἠσπάσατο, καὶ
δῶρα πέμπων ἐκέλευσεν εἰπεῖν τοὺς κομίζοντας τούτοις σε νῦν τιμᾷ Ξέρξης, ὁ ἀδελφός· ἂν δὲ βασιλεὺς κρίσει καὶ ψήφῳ Περσῶν ἀναγορευθῇ, δίδωσί σοι δευτέρῳ μεθʼ ἑαυτὸν εἶναι. καὶ ὁ Ἀριαμένης ἐγὼ δʼ ἔφη τὰ μὲν δῶρα δέχομαι, βασιλείαν δὲ τὴν Περσῶν ἐμαυτῷ νομίζω προσήκειν· τιμὴν δὲ τὴν μετʼ ἐμὲ τοῖς ἀδελφοῖς φυλάξω, Ξέρξῃ δὲ πρώτῳ τῶν ἀδελφῶν ἐπεὶ δʼ ἡ κρίσις ἐνέστη, Πέρσαι μὲν Ἀρτάβανον, ἀδελφὸν ὄντα Δαρείου, δικαστὴν ἀπέφηναν δόξαν αὐτοῖς, Ξέρξης δʼ ἔφευγεν ἐπʼ ἐκείνου κριθῆναι τῷ πλήθει πεποιθώς. Ἄτοσσα δʼ ἡ μήτηρ ἐπέπληξεν αὐτῷ, τί φεύγεις Ἀρτάβανον, ὦ παῖ, θεῖον ὄντα καὶ Περσῶν ἄριστον; τί δʼ οὕτω τὸν ἀγῶνα δέδοικας, ἐν καλὰ καὶ τὰ δευτερεῖα, Περσῶν βασιλέως ἀδελφὸν κριθῆναι; πεισθέντος οὖν Ξέρξου καὶ γενομένων λόγων, Ἀρτάβανος μὲν ἀπεφήνατο Ξέρξῃ τὴν βασιλείαν προσήκειν, Ἀριαμένης δʼ εὐθὺς ἀναπηδήσας προσεκύνησε τὸν ἀδελφὸν καὶ λαβόμενος τῆς δεξιᾶς εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον. ἐκ τούτου μέγιστος ἦν παρʼ αὐτῷ καὶ παρεῖχεν εὔνουν ἑαυτόν, ὥστʼ ἀριστεύων ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ πεσεῖν ὑπὲρ τῆς ἐκείνου δόξης τοῦτο μὲν οὖν ὥσπερ ἀρχέτυπον ἐκκείσθω καθαρὸν καὶ ἀμώμητον εὐμενείας καὶ μεγαλοφροσύνης. Ἀντιόχου δὲ τὴν μὲν φιλαρχίαν ψέξειεν ἄν τις, ὅτι δʼ οὐ παντάπασιν αὐτῇ τὸ φιλάδελφον ἐνηφανίσθη, θαυμάσειεν. ἐπολέμει μὲν γὰρ ὑπὲρ τῆς βασιλείας Σελεύκῳ νεώτερος ὢν ἀδελφὸς καὶ τὴν μητέρα συλλαμβάνουσαν εἶχεν· ἀκμάζοντος δὲ τοῦ πολέμου, Γαλάταις μάχην ὁ Σέλευκος συνάψας καὶ ἡττηθείς, οὐδαμοῦ φανερὸς ἦν ἀλλʼ ἔδοξε τεθνάναι, πάσης ὁμοῦ τι τῆς στρατιᾶς ὑπὸ τῶν βαρβάρων κατακοπείσης. πυθόμενος οὖν ὁ Ἀντίοχος τὴν πορφύραν ἔθηκε καὶ φαιὸν ἱμάτιον ἔλαβε, καὶ τὰ βασίλεια κλείσας ἐπένθει τὸν ἀδελφόν· ὀλίγῳ δʼ ὕστερον ἀκούσας, ὅτι σῴζεται καὶ δύναμιν αὖθις ἑτέραν ἀθροίζει, τοῖς τε θεοῖς ἔθυσε προελθὼν καὶ ταῖς πόλεσιν ὧν ἦρχε θύειν καὶ στεφανηφορεῖν ἐπήγγειλεν. Ἀθηναῖοι δὲ τὸν περὶ τῆς ἔριδος τῶν θεῶν μῦθον ἀτόπως πλάσαντες ἐπανόρθωμα τῆς ἀτοπίας οὐ φαῦλον ἐνέμιξαν αὐτῷ· τὴν γὰρ δευτέραν ἐξαιροῦσιν ἀεὶ τοῦ Βοηδρομιῶνος, ὡς ἐν ἐκείνῃ τῷ Ποσειδῶνι πρὸς τὴν Ἀθηνᾶν γενομένης τῆς διαφορᾶς. τί οὖν κωλύει καὶ ἡμᾶς διαφορᾶς ποτε πρὸς οἰκείους καὶ συγγενεῖς γενομένης ἐν ἀμνηστίᾳ τὴν ἡμέραν ἐκείνην τίθεσθαι καὶ μίαν τῶν ἀποφράδων νομίζειν, ἀλλὰ μὴ πολλῶν καὶ ἀγαθῶν ἐν αἷς συνετράφημεν καὶ συνεβιώσαμεν ἡμερῶν διὰ μίαν ἐπιλανθάνεσθαι; ἢ γὰρ μάτην καὶ πρὸς οὐθὲν ἡ φύσις ἡμῖν ἔδωκε πραότητα καὶ μετριοπαθείας ἔκγονον ἀνεξικακίαν, ἢ μάλιστα χρηστέον τούτοις πρὸς συγγενεῖς καὶ οἰκείους. οὐχ ἧττον δὲ τοῦ διδόναι συγγνώμην ἁμαρτοῦσι τὸ αἰτεῖσθαι καὶ λαμβάνειν αὐτοὺς ἁμαρτόντας εὔνοιαν ἐμφαίνει καὶ φιλοστοργίαν. ὅθεν ὀργιζομένων τε δεῖ μὴ ἀμελεῖν καὶ παραιτουμένοις μὴ ἀντιτείνειν, ἀλλὰ καὶ φθάνειν πολλάκις ἁμαρτόντας αὐτοὺς τῇ παραιτήσει τὴν ὀργὴν ἀδικηθέντας τε πάλιν αὖ τῇ συγγνώμῃ τὴν παραίτησιν. ὁ μὲν οὖν Σωκρατικὸς Εὐκλείδης ἐν ταῖς σχολαῖς περιβόητός ἐστιν, ὅτι φωνὴν ἀκούσας ἀγνώμονα καὶ θηριώδη τἀδελφοῦ πρὸς αὐτὸν εἰπόντος ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην· ἐγὼ δʼ εἶπεν εἰ μή σε πείσαιμι παύσασθαι τῆς ὀργῆς καὶ φιλεῖν ἡμᾶς ὡς πρότερον ἐφίλεις. τὸ δʼ Εὐμένους[*](Εὐμένουςhic et infra Duebnerus: εὐμενοῦς) τοῦ βασιλέως ἔργον οὐ λόγος ὑπερβολὴν οὐδεμίαν[*](ὑπερβολὴν οὐδεμίανidem: ὑπερβολὴν οὐδὲν οὐδὲ) πραότητος ἀπολέλοιπε. Περσεὺς γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς ἐχθρὸς ὢν αὐτῷ παρεσκεύασε τοὺς ἀποκτενοῦντας· οἱ δὲ περὶ Δελφοὺς ἐνήδρευον αἰσθόμενοι βαδίζοντα πρὸς τὸν θεὸν ἀπὸ θαλάσσης. γενόμενοι δʼ ὄπισθεν αὐτοῦ λίθους μεγάλους ἐμβάλλουσιν εἴς τε τὴν κεφαλὴν καὶ τὸν τράχηλον, ὑφʼ ὧν σκοτωθεὶς καὶ πεσὼν ἔδοξε τεθνάναι· καὶ περιῆλθεν ἡ φήμη πανταχόσε, καὶ φίλοι τινὲς ἀφίκοντο καὶ θεράποντες εἰς Πέργαμον αὐτάγγελοι τοῦ πάθους ἣκειν δοκοῦντες. Ἄτταλος οὖν ὁ πρεσβύτατος αὐτοῦ τῶν ἀδελφῶν, ἀνὴρ ἐπιεικὴς καὶ περὶ τὸν Εὐμένη πάντων ἄριστος, οὐ μόνον βασιλεὺς ἀνηγορεύθη διαδησάμενος, ἀλλὰ καὶ τὴν γυναῖκα τἀδελφοῦ Στρατονίκην ἔγημε καὶ συνῆρχεν·[*](συνῆρχεν *: συνῆλθεν ) ἐπεὶ δʼ ἀπηγγέλη ζῶν ὁ Εὐμένης καὶ προσῄει, θεὶς τὸ διάδημα καὶ λαβὼν ὥσπερ εἰώθει τὰ δοράτια μετὰ τῶν ἄλλων ἀπήντησεν αὐτῷ δορυφόρων. ὁ δὲ κἀκεῖνον εὐμενῶς ἐδεξιώσατο καὶ τὴν βασίλισσαν ἠσπάσατο μετὰ τιμῆς καὶ φιλοφροσύνης· καὶ χρόνον οὐκ ὀλίγον ἐπιβιώσας ἀμέμπτως καὶ ἀνυπόπτως ἀπέθανε, τῷ Ἀττάλῳ τήν τε βασιλείαν καὶ τὴν γυναῖκα παρεγγυήσας. τί οὖν ἐκεῖνος; ἀποθανόντος αὐτοῦ, παιδίον οὐδὲ ἓν ἠθέλησεν ἐκ τῆς γυναικὸς ἀνελέσθαι τεκούσης πολλάκις, ἀλλὰ τὸν ἐκείνου παῖδα θρέψας καὶ ἀνδρώσας ἔτι ζῶν ἐπέθηκε τὸ διάδημα καὶ βασιλέα προσηγόρευσεν. ἀλλὰ Καμβύσης ἐξ ἐνυπνίου φοβηθεὶς ὡς βασιλεύσοντα τῆς Ἀσίας τὸν ἀδελφόν, οὐδεμίαν ἀπόδειξιν οὐδʼ ἔλεγχον ἀναμείνας ἀπέκτεινεν. ὅθεν ἐξέπεσε τῆς Κύρου διαδοχῆς ἡ ἀρχὴ, τελευτήσαντος αὐτοῦ, καὶ τὸ Δαρείου γένος ἐβασίλευσεν, ἀνδρὸς οὐ μόνον ἀδελφοῖς ἀλλὰ καὶ φίλοις ἐπισταμένου κοινωνεῖν πραγμάτων καὶ δυνάμεως.ἔτι τοίνυν ἐκεῖνο δεῖ μνημονεύειν ἐν ταῖς πρὸς τοὺς ἀδελφοὺς διαφοραῖς καὶ φυλάττειν, τὸ τοῖς φίλοις αὐτῶν ὁμιλεῖν, καὶ πλησιάζειν τότε μάλιστα· φεύγειν δὲ τοὺς ἐχθροὺς καὶ μὴ προσδέχεσθαι, μιμούμενον αὐτὸ γοῦν τοῦτο τὸ Κρητῶν, οἳ πολλάκις στασιάζοντες ἀλλήλοις καὶ πολεμοῦντες, ἔξωθεν ἐπιόντων πολεμίων διελύοντο καὶ συνίσταντο· καὶ τοῦτʼ ἦν ὁ καλούμενος ὑπʼ αὐτῶν συγκρητισμός. ἔνιοι γὰρ ὥσπερ ὕδωρ τοῖς χαλῶσι καὶ διισταμένοις ὑπορρέοντες ἀνατρέπουσιν οἰκειότητας καὶ φιλίας, μισοῦντες μὲν ἀμφοτέρους ἐπιτιθέμενοι δὲ τῷ μᾶλλον ὑπʼ ἀσθενείας ἐνδιδόντι. τῷ μὲν γὰρ ἐρῶντι συνερῶσιν οἱ νεαροὶ καὶ ἄκακοι τῶν φίλων, τῷ δʼ ὀργιζομένῳ καὶ διαφερομένῳ πρὸς ἀδελφὸν οἱ κακοηθέστατοι τῶν ἐχθρῶν συναγανακτεῖν καὶ συνοργίζεσθαι δοκοῦσι. καθάπερ οὖν ἡ Αἰσώπειος ἀλεκτορὶς πρὸς τὴν αἴλουρον, ὡς δὴ κατʼ εὔνοιαν αὐτῆς
νοσούσης ὅπως ἔχει πυθανομένην, καλῶς εἶπεν ἂν σὺ ἀποστῇς· οὕτω καὶ πρὸς τοιοῦτον[*](τοιοῦτον] τὸν τοιοῦτον Duebnerus) ἄνθρωπον, ἐμβάλλοντα λόγον ὑπὲρ τῆς διαφορᾶς καὶ πυνθανόμενον καὶ ὑπορύττοντα τῶν ἀπορρήτων ἔνια, χρὴ λέγειν ἀλλʼ ἔμοιγε πρᾶγμα πρὸς τὸν ἀδελφὸν οὐθέν ἐστιν, ἂν μήτʼ ἐγὼ τοῖς διαβάλλουσι προσέχω μήτʼ ἐκεῖνος. νυνὶ δʼ οὐκ οἶδʼ ὅπως ὀφθαλμιῶντες μὲν οἰόμεθα δεῖν ἀποστρέφειν ἐπὶ τὰ μὴ ποιοῦντα, πληγὴν μηδʼ ἀντιτυπίαν χρώματα καὶ σώματα τὴν ὄψιν, ἐν δὲ μέμψεσι καὶ ὀργαῖς καὶ ὑπονοίαις πρὸς ἀδελφοὺς γενόμενοι χαίρομεν καὶ προσαναχρωννύμεθα τοῖς ἐκταράττουσιν, ὅτε καλῶς εἶχε τοὺς μὲν ἐχθροὺς καὶ δυσμενεῖς ἀποδιδράσκειν καὶ λανθάνειν, συνεῖναι δὲ καὶ συνδιημερεύειν μάλιστα κηδεσταῖς ἐκείνων καὶ οἰκείοις καὶ φίλοις, καὶ πρὸς γυναῖκας αὐτῶν εἰσιόντας αἰτιᾶσθαι καὶ παρρησιάζεσθαι. καίτοι λίθον οὔ φασι χρῆναι μέσον ἀδελφοὺς λαμβάνειν ὁδὸν βαδίζοντας, ἄχθονται δὲ καὶ κυνὸς διεκδραμόντος, καὶ πολλὰ τοιαῦτα δεδίασιν ὧν οὐδὲν ὁμόνοιαν ἀδελφῶν διέστησεν, ἀνθρώπους δὲ κυνικοὺς καὶ διαβόλους ἐν μέσῳ λαμβάνοντες αὑτῶν καὶ περιπταίοντες οὐ συνορῶσι.διὸ τοῦ λόγου τὸ συνεχὲς ὑπαγορεύοντος, εὖ μὲν εἶπε Θεόφραστος ὡς εἰ κοινὰ τὰ φίλων ἐστί, μάλιστα δεῖ κοινοὺς τῶν φίλων εἶναι τοὺς φίλους· οὐχ ἣκιστα δʼ ἄν τις ἀδελφοῖς τοῦτο παραινέσειεν. αἱ γὰρ ἰδίᾳ καὶ χωρὶς ὁμιλίαι καὶ συνήθειαι πρὸς ἄλλους ἀποστρέφουσι καὶ ἀπάγουσιν ἀπʼ
ἀλλήλων· τῷ γὰρ φιλεῖν ἑτέρους εὐθὺς ἕπεται τὸ χαίρειν ἑτέροις καὶ ζηλοῦν ἑτέρους καὶ ἄγεσθαι ὑφʼ ἑτέρων. ἠθοποιοῦσι γὰρ αἱ φιλίαι, καὶ μεῖζον οὐθέν ἐστι διαφορᾶς ἠθῶν σημεῖον ἢ φίλων αἱρέσεις διαφερόντων· . ὅθεν οὔτε τὸ συνεσθίειν ἀδελφοὺς καὶ συμπίνειν οὔτε τὸ συμπαίζειν καὶ συνδιημερεύειν οὕτω συνεκτικόν ἐστιν ὁμονοίας, ὡς τὸ συμφιλεῖν καὶ συνεχθραίνειν ἥδεσθαι τε τοῖς αὐτοῖς συνόντα καὶ τοὺς αὐτοὺς[*](τοὺς αὐτοὺς *: τοὺς αὐτὸν ) βδελύσσεσθαι καὶ φεύγειν. οὐδὲ γὰρ διαβολὰς; αἱ κοιναὶ φιλίαι φέρουσιν οὐδὲ συγκρούσεις· ἀλλὰ κἂν γένηταί τις ὀργὴ καὶ μέμψις, ἐκλύεται διὰ μέσων τῶν φίλων, ἐκδεχομένων καὶ διασκεδαννύντων, ἄνπερ ἀμφοτέροις οἰκείως ἔχωσι καὶ πρὸς ἀμφοτέρους ὁμοῦ τῇ εὐνοίᾳ συννεύωσιν. ὡς γὰρ ὁ κασσίτερος ῥαγέντα τὸν χαλκὸν συναρμόττει καὶ συγκεράννυσι τῷ ψαύειν ἑκατέρου πέρατος οἰκείως ὁμοπαθὴς γιγνόμενος, οὕτω δεῖ τὸν φίλον εὐάρμοστον ὄντα καὶ κοινὸν ἀμφοτέροις τοῖς ἀδελφοῖς προσκαταπυκνοῦν τὴν εὔνοιαν. οἱ δʼ ἄνισοι καὶ ἄμικτοι καθάπερ ἐν διαγράμματι μουσικῷ φθόγγοι, διάζευξιν οὐ συναφὴν ποιοῦσιν. ἔστιν οὖν διαπορῆσαι πότερον ὀρθῶς ἢ τοὐναντίον ὁ Ἡσίοδος[*](Ἡσίοδος] OD 707) εἶπεμηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρονὁ μὲν γὰρ εὐγνώμων καὶ κοινός, ὥσπερ εἴρηται, μᾶλλον ἐγκραθεὶς διʼ ἀμφοτέρων σύνδεσμος; ἔσται τῆς φιλαδελφίας· ὁ δʼ Ἡσίοδος ὡς ἔοικεν ἐφοβήθη τοὺς πολλοὺς καὶ φαύλους διὰ τὸ δύσζηλον καὶ φίλαυτον. ὃ δὴ καλῶς ἔχει φυλαττομένους, κἂν εὔνοιαν ἴσην φίλῳ νέμῃ τις, ἀεὶ τὰ πρωτεῖα τἀδελφῷ[*](τἀδελφῷ *: τῷ ἀδελφῷ ) φυλάττειν ἐν ἀρχαῖς καὶ πολιτείαις ἐν κλήσεσι καὶ γνωρίσεσιν ἡγεμόνων καὶ ὅσα τοῖς πολλοῖς ἐπιφανῆ καὶ πρὸς δόξαν ἐστί, τὸ προσῆκον ἀξίωμα τῇ φύσει καὶ γέρας ἀποδιδόντας. οὐ γὰρ οὕτω τῷ φίλῳ τὸ πλέον ἐν τούτοις σεμνόν, ὡς ἀδελφῷ τοὔλαττον αἰσχρὸν γίγνεται καὶ ἄδοξον. ἀλλὰ περὶ ταύτης μὲν ἑτέρωθι τῆς γνώμης γέγραπται τὰ δοκοῦντα διὰ πλειόνων. τὸ δὲ Μενάνδρειον ὀρθῶς ἔχον, ὡς
οὐδεὶς ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως,[*](Kock. 3 p. 213. cf. p. 95 d) ὑπομιμνήσκει καὶ διδάσκει τῶν ἀδελφῶν ἐπιμελεῖσθαι καὶ μὴ τῇ φύσει πιστεύοντας ὀλιγωρεῖν. καὶ γὰρ ἵππος τῇ φύσει φιλάνθρωπον καὶ κύων φιλοδέσποτον, ἀλλὰ μὴ τυγχάνοντα θεραπείας μηδʼ ἐπιμελείας ἀπόστοργα γίγνεται καὶ ἀλλότρια· καὶ τὸ σῶμα τῆς ψυχῆς συγγενέστατόν ἐστιν, ἀμελούμενον δὲ καὶ παρορώμενον ὑπʼ αὐτῆς οὐκ ἐθέλει συνεργεῖν ἀλλὰ λυμαίνεται καὶ προλείπει τὰς πράξεις.