De Tranquillitate Animi
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
Πλούταρχος Πακκίῳ εὖ πράττειν.
ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν παρεκάλεις περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως. ἅμα δέ πως τὸν ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα. μήτε δὲ χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήτε ὑπομένων κεναῖς παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆναί σοι παρʼ ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως ἕνεκα θηρωμένης καλλιγραφίαν ἀλλὰ χρείας βιωτικῆς ἐπιζητεῖν, καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας, οὐδʼ ὡς ἐκεῖνον
εὐδαιμονίζων ὄχλος[*](ὄχλος idem: ὁ ὄχλος cf. Nauck. p. 606) ἐξέπληξε σε[*](versum effecit Meinekius) τῶν φυσικῶν παθῶν ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει πατρίκιος[*](πατρίκιος] κάλτιος X) οὔτε[*](οὔτε (posterius) *: οὐδὲ ) δακτύλιος πολυτελὴς παρωνυχίας οὔτε διάδημα κεφαλαλγίας. πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων ὄφελος ἢ δόξης ἢ δυνάμεως ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον εὐχάριστον ᾖ[*](εὐχάριστον ᾖ] sana sunt. Vid. Symb. meas) τοῖς ἔχουσι καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ; τί δὲ τοῦτʼ ἐστὶν ἄλλο ἢ λόγος εἰθισμένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ περιορᾶν ἀπορρέον καὶ καταφερόμενον ὑπὸ τῶν παρόντων; ὥσπερ οὖν ὁ Ξενοφῶν[*](Χενοφῶν] Cyrop. 1, 6, 3) παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους· οὕτω καὶ τῶν λόγων, ὅσοι πρὸς τὰ πάθη βοηθοῦσι, δεῖ πρὸ τῶν παθῶν ἐπιμέλεσθαι[*](ἐπιμέλεσθαι *: ἐπιμελεῖσθαι ) τοὺς νοῦν ἔχοντας, ἵνʼ ἐκ πολλοῦ παρεσκευασμένοι μᾶλλον ὠφελῶσιν ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι ῥᾳδίως οὐκ ἔστιν ἂν μὴ λόγοι παρόντες οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων.
ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ[*](δεῖ κἑ] Mullach. 1 p. 346) τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ, πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γιγνομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ
μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις[*](Eurip. Orest. 258) καίτοι κακὸν μὲν ἀναισθησίας σώματι φάρμακον ἀπονίας· οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας· ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δʼ ὁ μὲν βορέας
διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησινὥς φησιν Ἡσίοδος,[*](Ἡσίοδος] OD 519) λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθʼ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος
γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε[*](Hom. α 191) παρτίθει,[*](παρτίθει Cobetus) τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετʼ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. ἐνίους δὲ καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον·
καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός
- αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
[*](Hom. A 488)- διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς
- οὔτε ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν,
- οὔτε ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
- αὖθι μένων, ποθέεσκε δʼ ἀυτήν τε πτόλεμόν τε.
ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.[*](Hom. Σ 104) ὅθεν οὐδʼ Ἐπίκουρος[*](Ἐπίκουρος] Usener. p. 328) οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπʼ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. ἀλλʼ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους. δεῖ δὲ μὴ πλήθει μηδʼ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων[*](φαύλων] βλαβερῶν Stob. 29, 71) ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται.
τοὺς μὲν γὰρ ἀφωρισμένως ἕνα βίον ἄλυπον νομίζοντας, ὡς ἔνιοι τὸν τῶν γεωργῶν ἢ τὸν τῶν ἠιθέων ἢ τὸν τῶν βασιλέων, ἱκανῶς ὁ Μένανδρος[*](Μένανδρος] Kock. 3 p. 79) ὑπομιμνήσκει λέγων
εἶτα προσδιελθών, ὡς καὶ τοὺς πλουσίους ἑώρα ταὐτὰ πάσχοντας τοῖς πένησιν,
- ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία,
- οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν
- τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω
- οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα
- ὕπνον καθεύδειν
ἀλλʼ ὥσπερ οἱ δειλοὶ καὶ ναυτιῶντες ἐν τῷ πλεῖν, εἶτα ῥᾷον οἰόμενοι διάξειν, ἐὰν εἰς γαῦλον ἐξ ἀκάτου καὶ πάλιν ἐὰν εἰς τριήρη μεταβῶσιν, οὐδὲν περαίνουσι, τὴν χολὴν καὶ τὴν δειλίαν συμμεταφέροντες ἑαυτοῖς· οὕτως αἱ τῶν βίων ἀντιμεταλήψεις οὐκ ἐξαιροῦσι τῆς ψυχῆς τὰ λυποῦντα καὶ ταράττοντα· ταῦτα δʼ ἐστὶν ἀπειρία πραγμάτων, ἀλογιστία, τὸ μὴ δύνασθαι μηδʼ ἐπίστασθαι χρῆσθαι τοῖς παροῦσιν ὀρθῶς· ταῦτα καὶ πλουσίους χειμάζει καὶ πένητας, ταῦτα καὶ γεγαμηκότας ἀνιᾷ καὶ ἀγάμους· διὰ ταῦτα φεύγουσι τὴν ἀγορὰν εἶτα τὴν ἡσυχίαν οὐ φέρουσι, διὰ ταῦτα προαγωγὰς ἐν αὐλαῖς διώκουσι, καὶ παρελθόντες εὐθὺς βαρύνονται.
- ἆρʼ ἐστί φησὶ συγγενές τι λύπη καὶ βίος;
- τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ
- πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ.
δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο·[*](Eurip. Or. 232) καὶ γὰρ ἡ γυνὴ λυπεῖ καὶ τὸν ἰατρὸν αἰτιῶνται καὶ δυσχεραίνουσι τὸ κλινίδιον,
φίλων δʼ ὃ τʼ ἐλθὼν λυπρὸς[*](λυπρός Grotius: λυπηρός ) ὃ τʼ ἀπιὼν βαρύς[*](Nauck. p. 743) ὡς ὁ Ἴων φησίν. εἶτα τῆς νόσου διαλυθείσης καὶ κράσεως ἑτέρας ἐγγενομένης, ἦλθεν ἡ ὑγίεια[*](ὑγίεια *: ὑγεία ) φίλα πάντα ποιοῦσα καὶ προσηνῆ. ὁ γὰρ ἐχθὲς ᾠὰ καὶ ἀμύλια καὶ σητάνειον ἄρτον διαπτύων, τήμερον αὐτόπυρον ἐπʼ ἐλαίαις ἢ καρδαμίδι σιτεῖται προσφιλῶς καὶ προθύμως
τοιαύτην ὁ λογισμὸς εὐκολίαν καὶ μεταβολὴν ἐγγενόμενος ποιεῖ[*](ποιεῖ Stegmannus: μεταποιεῖ ) πρὸς ἕκαστον βίον. Ἀλέξανδρος Ἀναξάρχου περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε, καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, οὐκ ἄξιον ἔφη δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω κύριοι γεγόναμεν; Κράτης δὲ πήραν ἔχων καὶ τρίβωνα παίζων καὶ γελῶν ὥσπερ ἐν ἑορτῇ τὸν βίον διετέλεσε. καὶ μὴν καὶ τὸν Ἀγαμέμνονα τὸ πολλῶν βασιλεύειν ἐλύπει,
Διογένης δὲ πωλούμενος ἔσκωπτε τὸν κήρυκα κατακείμενος· ἀναστῆναι δʼ οὐκ ἐβούλετο κελεύοντος, ἀλλὰ παίζων καὶ καταγελῶν ἔλεγεν εἰ δʼ ἰχθῦν ἐπίπρασκες; καὶ Σωκράτης μὲν ἐν δεσμωτηρίῳ φιλοσοφῶν διελέγετο τοῖς ἑταίροις· ὁ δὲ Φαέθων ἀναβὰς εἰς τὸν οὐρανὸν ἔκλαιεν, εἰ μηδεὶς αὐτῷ τοὺς τοῦ πατρὸς ἵππους καὶ τὸ ἅρμα[*](τὸ ἅρμα Duebnerus: τὰ ἃρματα ) παραδίδωσιν. ὥσπερ οὖν τὸ ὑπόδημα τῷ ποδὶ συνδιαστρέφεται καὶ οὐ τοὐναντίον, οὕτω τοὺς βίους αἱ διαθέσεις συνεξομοιοῦσιν αὑταῖς. οὐ γὰρ ἡ συνήθεια ποιεῖ τοῖς ἑλομένοις τὸν ἄριστον βίον ἡδὺν ὥς τις εἶπεν,[*](cf. p. 602 b) ἀλλὰ τὸ φρονεῖν ἅμα τὸν αὐτὸν βίον ποιεῖ καὶ ἄριστον καὶ ἥδιστον. διὸ τὴν πηγὴν τῆς εὐθυμίας ἐν αὐτοῖς οὖσαν ἡμῖν ἐκκαθαίρωμεν, ἵνα καὶ τὰ ἐκτὸς ὡς οἰκεῖα καὶ φίλα μὴ χαλεπῶς χρωμένοις συμφέρηται
- γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
[*](Hom. K. 88)- Ζεὺς ἐνέηκε πόνοισι διαμπερές
Κυβείᾳ γὰρ ὁ Πλάτων[*](Πλάτων] Rep. p. 604 c) τὸν βίον ἀπείκασεν, ἐν ᾧ καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι. τούτων δὲ τὸ μὲν βάλλειν οὐκ ἐφʼ ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γιγνόμενα παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν ᾧ καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ τὸ ἀβούλητον ἥκιστα λυπήσει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν. τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους ἐξίστησι μὲν εὐτυχία συστέλλει δὲ δυστυχία· ταράττονται δʼ ὑπʼ ἀμφοτέρων, μᾶλλον δʼ ὑφʼ αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς. Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε, τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ, τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους· οἱ δʼ ἀπαίδευτοι πολλάκις τὴν τύχην δεξιὰν παρισταμένην ἐπαριστέρως λαμβάνοντες ἀσχημονοῦσιν οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις φέρει μέλι τὸ δριμύτατον καὶ ξηρότατον ὁ θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ χρήσιμον αὑτοῖς λαμβάνουσι.
τοῦτʼ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν,
ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας οὐδʼ οὕτως ἔφη κακῶς· ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης, οὐδʼ οὕτω κακῶς ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν. Ζήνωνι τῷ Κιτιεῖ μία ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ[*](δὲ] δὲ καὶ R) ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν εὖγʼ εἶπεν ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνουσʼ ἡμᾶς. τί οὖν κωλύει μιμεῖσθαι τούτους; ἀρχὴν παραγγέλλων[*](παραγγέλλων R: τινα τελῶν ) διήμαρτες; ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης; ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας;οὐδὲ θερμὸν ὕδωρ τοσόνδε τέγξει μαλθακὰ γυῖα[*](τόσον γε μαλθακὰ τεύχει γυῖα Pindarus Nem. 4, 6)[*](Eurip. Bacch. 66)κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως
πόνον ἡδὺν κάματὸν τʼ εὐκάματον.ἀλλά τις ἀπήντησεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός; ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν,[*](Ἀκαδήμειαν *: ἀκαδημίαν ) ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν. διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. οἷον ἀπαιδία τὸ λυποῦν ἐστι; τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς υἱῷ τὴν ἀρχὴν ἀπέλιπε πενίᾳ δυσφορεῖς παρούσῃ; καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι[*](μᾶλλον εἶναι Benselerus: εἶναι μᾶλλον ) Βοιωτῶν ἢ Ἐπαμεινώνδας; τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος; ἀλλὰ διέφθαρταί σου τὸ γύναιον; οὐκ ἀνέγνωκας οὖν τοὐπίγραμμα τὸ ἐν Δελφοῖς
ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μʼ ἀνέθηκεν·οὐδʼ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας; ἀλλὰ τοῦτʼ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι καὶ μέγιστον ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατʼ αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖσʼ ἡ θυγάτηρ· ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος ἐμὸν οὖν ἔφη ἁμάρτημα τοῦτʼ ἐστὶν ἢ ἐκείνης; εἰπόντος δὲ τοῦ Μητροκλέους ἐκείνης μὲν ἁμάρτημα σὸν δʼ ἀτύχημα· πῶς λέγεις; εἶπεν οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματʼ ἐστί; πάνυ μὲν οὖν, ἔφη. τὰ δὲ διαπτώματʼ οὐχ ὧν διαπτώματα καὶ ἀποτεύγματα; συνωμολόγησε καὶ ὁ Μητροκλῆς. τὰ δʼ ἀποτεύγματʼ οὐχ ὧν ἀποτεύγματʼ καὶ ἀτυχήματα; πράῳ λόγῳ καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα, τὴν τοῦ κυνικοῦ βλασφημίαν.
τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει κακά. βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων κῆρες, ἐνοχλοῦσι δὲ καὶ
παροξύνουσι τοὺς ἀνοήτους· ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθηρίαι τινές. ὑφʼ ὧν οὐχ ἣκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιταραττόμενος, ὥσπερ οἱ Σοφοκλέους ἰατροὶπικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ[*](cf. p. 463 f) οὕτως ἀντιχαλεπαίνειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ νοσήμασιν, οὐκ εὐλόγως. ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκολιοῖς διακονεῖται. τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε σὸν ἔργον εἶναι μηδʼ ἄλλως ῥᾴδιον· ἂν δʼ ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανῇ[*](εὐφρανεῖ Duebnerus) τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις· καὶ ὥσπερ κύνας[*](κύνας S: κύνες ) ἂν ὑλακτῶσι, τὸ προσῆκον αὐτοῖς ἐκείνους[*](ἐκείνους R: ἐκείνοις ) οἰόμενος περαίνειν, ἐπιλήσῃ πολλὰ λυπηρὰ συνάγων,[*](malim συνάγειν, aut quidem legendum παύσῃ pro ἐπιλήσῃ ) ὥσπερ εἰς χωρίον κοῖλον καὶ ταπεινὸν ἐπιρρέοντα, τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλαμένην κακῶν. ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυχοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος· ὃ δὲ μεῖζόν ἐστιν, οὐδʼ αὑτῶν[*](αὑτῶν R: αὐτῶν ) ἁμαρτανόντων καὶ διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν, ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν δεῖ· σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ πάντες εἰσὶν οἱ χρώμενοι καὶ προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας. ἀλλʼ ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν[*](λανθάνομεν *: λανθάνωμεν ) ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι[*](προβαλλόμενοι κἑ] vid. Praefat. p. LVII) καὶ δεδοικότες. αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρʼ ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ διαβολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκολίας, ὑφʼ ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν. ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς ἐλαφρῶς συμπεριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν γίγνεται καὶ πραότατος;.
ὅθεν ἐκεῖνον αὖθις τὸν περὶ τῶν πραγμάτων λόγον ἀναλάβωμεν. ὡς γὰρ ἐν τῷ πυρέττειν πικρὰ πάντα καὶ ἀηδῆ φαίνεται γευομένοις, ἀλλʼ ὅταν ἴδωμεν ἑτέρους ταὐτὰ[*](ταὐτὰ *: τὰ αὐτὰ ) προσφερομένους καὶ μὴ δυσχεραίνοντας, οὐκέτι τὸ σιτίον οὐδὲ τὸ ποτὸν ἀλλʼ αὑτοὺς αἰτιώμεθα καὶ τὴν νόσον· οὕτω καὶ τοῖς πράγμασι παυσόμεθα μεμφόμενοι καὶ δυσχεραίνοντες, ἂν ἑτέρους ταὐτὰ[*](ταὐτὰ] τὰ αὐτὰ) προσδεχομένους ἀλύπως καὶ ἱλαρῶς ὁρῶμεν. ἀγαθὸν τοίνυν ἐν τοῖς ἀβουλήτοις συμπτώμασι πρὸς εὐθυμίαν καὶ τὸ μὴ παρορᾶν ὅσα προσφιλῆ καὶ ἀστεῖα πάρεστιν ἡμῖν, ἀλλὰ μιγνύντας
ἐξαμαυροῦν τὰ χείρονα τοῖς βελτίοσι. νῦν δὲ τὰς μὲν ὄψεις ὑπὸ τῶν ἄγαν λαμπρῶν τιτρωσκομένας ἀποστρέφοντες, ταῖς ἀνθηραῖς καὶ ποώδεσι χρόαις[*](χρόαις *: χροιαῖς ) παρηγοροῦμεν τὴν δὲ διάνοιαν ἐντείνομεν εἰς τὰ λυπηρὰ καὶ προσβιαζόμεθα τοῖς τῶν ἀνιαρῶν ἐνδιατρίβειν ἀναλογισμοῖς, μονονοὺ βίᾳ τῶν βελτιόνων ἀποσπάσαντες. καίτοι τό γε πρὸς τὸν πολυπράγμονα λελεγμένον οὐκ ἀηδῶς δεῦρʼ ἔστι μετενεγκεῖντί τὸ σεαυτοῦ κακόν, ὦ μακάριε, λίαν καταβλέπεις καὶ ποιεῖς ἐναργὲς ἀεὶ καὶ πρόσφατον ἀγαθοῖς δὲ παροῦσιν οὐ προσάγεις τὴν διάνοιαν, ἀλλʼ ὥσπερ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ κάκιστα τῶν ἰδίων[*](ἰδίων M: ἡδέων ) συνάγεις ἐπὶ σαυτόν, οὐδὲν τι τοῦ Χίου βελτίων γενόμενος ὃς πολὺν καὶ χρηστὸν οἶνον ἑτέροις πιπράσκων ἑαυτῷ πρὸς τὸ ἄριστον ὀξίνην ἐζήτει διαγευόμενος, οἰκέτης δέ τις ἐρωτηθεὶς ὑφʼ ἑτέρου τί ποιοῦντα τὸν δεσπότην καταλέλοιπεν ἀγαθῶν ἔφη παρόντων, κακὸν ζητοῦντα; καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαίνοντες ἐπὶ τὰ μοχθηρὰ καὶ δυσχερῆ τρέχουσιν. ὁ δʼ Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλʼ ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων ἐξαναφέρειν καὶ ἀνακουφίζειν αὑτόν· χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ προσποιουμένων συνάχθεσθαι καὶ συναγανακτεῖν οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται; συνομολογήσαντος δʼ ἐκείνου, τί οὖν εἶπεν οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα μανικὸν γάρ ἐστι τοῖς ἀπολλυμένοις ἀνιᾶσθαι μὴ χαίρειν δὲ τοῖς σῳζομένοις, ἀλλʼ ὥσπερ τὰ μικρὰ παιδάρια, ἀπὸ πολλῶν παιγνίων ἂν ἕν τις ἀφέληταί τι, καὶ τὰ λοιπὰ πάντα προσρίψαντα[*](προρρίψαντα Herwerdenus, sed nihil opus) κλαίει καὶ βοᾷ, τὸν αὐτὸν τρόπον ἡμᾶς περὶ ἓν ὀχληθέντας ὑπὸ τῆς τύχης, καὶ τἄλλα πάντα ποιεῖν ἀνόνητα ἑαυτοῖς ὀδυρομένους καὶ δυσφοροῦντας.
- τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,[*](Kock. 3 p. 476)
- κακὸν ὀξυδορκεῖς, τὸ δʼ ἴδιον παραβλέπεις;
καὶ τί, φήσαι τις ἄν, ἔχομεν; τί δʼ οὐκ ἔχομεν; ὁ μὲν δόξαν ὁ δʼ οἶκον ὁ δὲ γάμον τῷ δὲ φίλος ἀγαθός ἐστιν. Ἀντίπατρος δʼ ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας. δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλʼ ἔν τινι λόγῳ τίθεσθαι καὶ χαίρειν, ὅτι ζῶμεν ὑγιαίνομεν τὸν ἣλιον ὁρῶμεν· οὔτε πόλεμος οὔτε στάσις ἐστίν· ἀλλὰ καὶ ἡ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα[*](καὶ ἡ θάλασσα?) πλεῖν ἀδεῶς τοῖς βουλομένοις· καὶ λέγειν ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν. εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν ἀναμιμνήσκοντες αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία[*](ὑγίεια *: ὑγεία ) νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη, καὶ κτήσασθαι δόξαν ἐν πόλει τηλικαύτῃ[*](τηλικαύτῃ R: τηλικαύτην ) καὶ φίλους ἀγνῶτι καὶ
ξένῳ· καὶ; τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν. οὐ γὰρ τότε γίγνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηδέν ἐστιν· οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστίθησιν. οὐδὲ δεῖ κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων ἀλλὰ χρῆσθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ, ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον φέρωμεν. οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατά μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεωρεῖν, τὸν δʼ ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀναθεωρήσεις ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας, ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖκας αὑτῶν δὲ καὶ[*](καὶ] delendum vid.) τῶν ἰδίων καταφρονοῦντες.καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, τὸ μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθʼ αὑτόν, εἰ δὲ μή, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολλοί, πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν.[*](ἀντιπαρεξάγειν W) οἷον εὐθύς, οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ τοὺς ἐλευθέρους οἱ δʼ ἐλεύθεροι. τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονονοὺ βροντᾶν καὶ ἀστράπτειν θέλοντες. εἷθʼ
οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθʼ ἑαυτοὺς χάριν ἔχουσιν.οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει·[*](Bergk. 2 p. 390) καί[*](καὶ] del. idem)
Θάσιος γὰρ ἦν ἐκεῖνος· ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἦν ἢ[*](ἦν ἢ *: ἢ ) δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους[*](πατρικίους] καλτίους Madvigius) ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρατηγεῖ Ῥωμαίων ἐὰν δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει· καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλʼ ὕστερος ἀνηγορεύθη. τοῦτο δʼ ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας ἐπὶ τὴν τύχην αὐτὸν ὑφʼ αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην; ἀλλʼ ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος
εὐρυεδοῦς[*](εὐρυεδοῦς Plato Protag. p. 345 c: εὐρυέδους ) ὅσοι καρπὸν αἰνύμεθα χθονός,οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλʼ ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον ὁδῷ[*](ὁδῷ Cobetus: ἐν ὁδῷ ) πρόεισιν. ἐν Ὀλυμπίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν ἐκ λεγόμενον ἀντιπάλους· ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν μέγα φρονεῖν, καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους· ἄν γε δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυτὸν ἀνταγωνιστήν. ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας· καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακαρίσῃς τὸν Ξέρξην ἐκεῖνον, ὡς ὁ Ἑλλησπόντιος, ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυθῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν σὸν βίον καὶ τὰ σὰ πράγματα μακαρίζουσιν. ὁ Σωκράτης ἀκούσας τινὸς τῶν φίλων λέγοντος ὡς πολυτελὴς ἡ πόλις μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν· λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις ὀβολοῦ τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις· εἶτα ταῖς ἐλαίαις δυεῖν χαλκοῖν ἡ χοῖνιξ, εὐτελὴς ἡ πόλις· εἶτα ταῖς ἐξωμίσι δέκα δραχμῶν, εὐτελὴς ἡ πόλις. οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδʼ ἐπιτροπευόντων, ἔξεστιν εἰπεῖν λαμπρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος, οὐ προσαιτοῦμεν οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν.
οὐ μὴν ἀλλʼ ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς αὑτοὺς ὑπʼ ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζηλον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον, οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις, ὅσον ἀνιᾶται τοῖς
ἀλλοτρίοις ἀγαθοῖς· μὴ μόνον ὅρα τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλʼ ἀνακαλύψας καὶ διαστείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν, ἐντὸς γενοῦ καὶ κατόψει πολλὰ δυσχερῆ καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς. ὁ γοῦν Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους· ἐπελθοῦσα δʼ ἡ γυνὴ μετʼ ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν· τῶν δὲ ξένων διατραπέντων ἑκάστῳ τι ἔφη ἡμῶν κακὸν ἔστιν· ᾧ δὲ τοὐμόν,[*](τοὐμόν] bene habet, vid. Symbolas) ἄριστα πράττει.τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ πρόσεστιν ἄδηλα τοῖς πολλοῖς· ἐπιπροσθεῖ γὰρ ὁ τῦφος.
ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον[*](Hom. Γ 182)ἔξωθεν οὗτος. ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρατιᾶς περικεχυμένης· αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.[*](id. I 18)καὶ
ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλοντος.
- ζηλῶ σε, γέρον,
[*](Eurip. Iphig. A 16)- ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον
- βίον ἐξεπέρασʼ ἀγνὼς, ἀκλεής.
οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτʼ ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν αὑτῶν ἀβελτερίαν. οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγωὸν κυνηγετεῖν δυστυχής ἐστιν οὐδʼ ὁ γρίφοις καὶ σαγήναις ἐλάφους μὴ λαμβάνων οὐδʼ οἷς δαίμων οὐκ ἐναντιοῦται μοχθηρός, ἀλλʼ ἀβελτερίᾳ[*](ἀβελτερία *: ἀβελτερίᾳ ) καὶ μωρίᾳ τοῖς ἀδυνάτοις ἐπιχειροῦσα.[*](ἐπιχειροῦσα R: ἐπιχειροῦσιν ) αἴτιον δʼ ἡ φιλαυτία μάλιστα, φιλοπρώτους ποιοῦσα καὶ φιλονίκους;[*](φιλονίκους Duebnerus: φιλονείκους ) ἐν πᾶσι καὶ πάντων ἐπιδραττομένους ἀπλήστως οὐ γὰρ πλούσιοι μόνον ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι βασιλέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν, ἀλλʼ εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ ἀλεκτρυόνας ἀθυμοῦσι. Διονύσιος; ὁ πρεσβύτερος οὐκ ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων, ἀλλʼ ὅτι· Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον ᾖδε
μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι Πλάτωνος, ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δʼ ἀπέδοτο πέμψας εἰς Αἴγιναν. οὐ τοιοῦτος δʼ ὁ Ἀλέξανδρος, ἀλλʼ ἐπεὶ Κρίσων ὁ σταδιοδρόμος ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν ἑκὼν παρεῖναι, σφόδρα διηγανάκτησεν, εὖ δὲ καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼντοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων[*](Hom. Σ 105. 106) ἐπήνεγκεν
ἐν πολέμῳ· ἀγορῇ δὲ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοιΜεγάβυζον δὲ τὸν Πέρσην[*](τὸν Πέρσην] del. R) εἰς τὸ ζωγραφεῖον ἀναβάντα τὸ Ἀπελλοῦ καὶ λαλεῖν ἐπιχειρήσαντα περὶ τῆς τέχνης ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών ἕως μὲν ἡσυχίαν ἦγες, ἐδόκεις τις εἶναι διὰ τὰ χρυσία καὶ τὴν· πορφύραν, νυνὶ δὲ καὶ ταυτὶ τὰ τρίβοντα τὴν ὤχραν παιδάρια καταγελᾷ σου φλυαροῦντος. ἀλλʼ ἔνιοι τοὺς μὲν Στωικοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρʼ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρεῖον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον αὑτοὺς δὲ πάντων ἀξιοῦσι τούτων, κἂν μὴ τυγχάνωσιν, ἀνιῶνται. καίτοι καὶ τῶν θεῶν ἄλλος ἄλλην ἔχων δύναμιν, ὁ μὲν ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος; ἐπονομάζεται καὶ τὴν Ἀφροδίτην ὁ Ζεύς,[*](Hom. ε 428 sqq.) ὡς οὐ μετὸν αὐτῇ πολεμικῶν ἔργων, ἐπὶ γάμους ἀποστέλλει καὶ θαλάμους.
τινὰ γὰρ οὐδὲ συνυπάρχειν ἀλλὰ μᾶλλον ὑπεναντιοῦσθαι πέφυκεν ἀλλήλοις τῶν σπουδαζομένων, οἷον ἄσκησις λόγων καὶ μαθημάτων ἀνάληψις ἀπραγμοσύνης δεῖται καὶ σχολῆς· δυνάμεις δὲ πολιτικαὶ καὶ φιλίαι βασιλέων οὐκ ἄνευ πραγμάτων οὐδʼ ἀσχολιῶν περιγίγνονται. καὶ μὴν οἶνοί τε καὶ σαρκῶν ἐμφορήσεις[*](οἶνοί - ἐμφορήσεις Stobaeus 21, 16: οἶνός - ἐμφόρησις. cf. Clem. Alex. p. 850 Pott.) σῶμα μὲν ἰσχυρὸν ποιοῦσι καὶ ῥωμαλέον, ψυχὴν δʼ ἀσθενῆ καὶ χρημάτων ἐπιμέλεια μὲν συνεχὴς καὶ τήρησις αὔξει πλοῦτον, ὑπεροψία δὲ καὶ περιφρόνησις[*](ὑπεροψία δὲ καὶ περιφρόνησις] ἀνυπεροψία δὲ καὶ σωφροσύνη Stobaeus) μέγα πρὸς φιλοσοφίαν ἐφόδιον. ὅθεν οὐ πάντα πάντων ἐστίν, ἀλλὰ δεῖ τῷ Πυθικῷ γράμματι πειθόμενον αὑτὸν καταμαθεῖν· εἶτα χρῆσθαι πρὸς ἓν ὃ πέφυκε, καὶ μὴ πρὸς ἄλλον ἄλλοτε βίου ζῆλον ἕλκειν καὶ παραβιάζεσθαι τὴν φύσιν·
ὁ δʼ ἀσχάλλων καὶ λυπούμενος ὅτι μὴ καὶ λέων ἐστὶν
- ἐν ἅρμασιν ἵππος, ἐν δʼ ἀρότρῳ βοῦς,
[*](vid. p. 451 d)- παρὰ ναῦν δʼ ἰθύει τάχιστα δελφίς,
- κάπρῳ δὲ βουλεύοντα φόνον
- κύνα χρὴ τλάθυμον ἐξευρεῖν.
ὀρεσίτροφος ἀλκὶ πεποιθώς[*](Hom. ζ 130) ἅμα καὶ κυνίδιον Μελιταῖον ἐν κόλπῳ χήρας γυναικὸς τιθηνούμενον, ἀπόπληκτός ἐστι. τούτου δʼ οὐδέν βελτίων ὁ βουλόμενος ἅμα μὲν Ἐμπεδοκλῆς ἢ Πλάτων ἢ Δημόκριτος εἶναι περὶ κόσμου γράφων καὶ τῆς τῶν ὄντων ἀληθείας, ἅμα δὲ πλουσίᾳ γραῒ συγκαθεύδειν ὡς Εὐφορίων, ἢ ἰὼν[*](ἰὼν R: τῶν ) ἐπὶ κῶμον Ἀλεξάνδρῳ συμπίνειν ὡς Μήδιος· ἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται διὰ πλοῦτον ὡς Ἰσμηνίας καὶ διʼ ἀρετὴν ὡς Ἐπαμεινώνδας. οὐδὲ γὰρ οἱ δρομεῖς, ὅτι μὴ τοὺς τῶν παλαιστῶν φέρονται στεφάνους, ἀθυμοῦσιν ἀλλὰ τοῖς αὑτῶν ἀγάλλονται καὶ χαίρουσι Σπάρταν[*](Σπάρταν κἑ] Leutsch. 2 p. 772) ἔλαχες, ταύταν κόσμει καὶ γὰρ ὁ Σόλων
ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα[*](Bergk. 2 p. 47) τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδόν αἰεί,[*](αἰεὶ p. 78 c: ἐστι )
χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.καὶ Στράτων ὁ φυσικός, ἀκούσας ὅτι πολλαπλασίους ἔχει Μενέδημος μαθητάς, τί οὖν ἔφη θαυμαστόν, εἰ πλείονὲς εἰσιν οἱ λούεσθαι θέλοντες τῶν ἀλείφεσθαι βουλομένων Ἀριστοτέλης δὲ πρὸς Ἀντίπατρον γράφων οὐκ Ἀλεξάνδρῳ μόνον ἔφη προσήκει μέγα φρονεῖν, ὅτι κρατεῖ πολλῶν ἀνθρώπων; ἀλλʼ οὐχ ἧττον οἷς ὑπάρχει περὶ θεῶν ἃ δεῖ δοξάζειν. τοὺς γὰρ οὕτω, τὰ οἰκεῖα σεμνύνοντας οὐκ ἐνοχλήσει τὰ τῶν πλησίον νῦν δὲ τὴν ἄμπελον σῦκα φέρειν οὐκ ἀξιοῦμεν οὐδὲ τὴν ἐλαίαν βότρυς· αὐτοὶ δʼ ἑαυτούς, ἐὰν μὴ καὶ τὰ τῶν πλουσίων ἅμα καὶ τὰ τῶν λογίων καὶ τὰ τῶν στρατευομένων καὶ τὰ τῶν φιλοσοφούντων καὶ τὰ τῶν κολακευόντων καὶ τὰ τῶν παρρησιαζομένων καὶ τὰ τῶν φειδομένων καὶ τὰ τῶν δαπανώντων ἔχωμεν προτερήματα, συκοφαντοῦμεν καὶ ἀχαριστοῦμεν αὑτοῖς[*](αὑτοῖς *: αὐτοῖς ) καὶ καταφρονοῦμεν ὡς, ἐνδεῶς καὶ εὐτελῶς[*](εὐτελῶς R: ἀτελῶς ) βιούντων. πρὸς δὲ τούτῳ καὶ τὴν φύσιν ὁρῶμεν ὑπομιμνήσκουσαν ἡμᾶς. ὡς γὰρ τῶν θηρίων ἑτέροις ἀφʼ ἑτέρων παρεσκεύασε τὴν τροφὴν εἶναι καὶ οὐ πάντα σαρκοφαγεῖν ἢ σπερμολογεῖν ἢ ῥιζωρυχεῖν ἐποίησεν, οὕτω τοῖς ἀνθρώποις ποικίλας πρὸς τὸν βίον ἀφορμὰς ἔδωκε·
μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ[*](ὀρνιχολόχῳ Pindarus Isthm. 1, 48: ὀρνιθολόχῳ ) τεκαὶ ὃν πόντος τρέφει δεῖ δὲ τὸ πρόσφορον ἑαυτοῖς ἑλομένους καὶ διαπονοῦντας ἐᾶν τὰ τῶν ἄλλων, καὶ μὴ τὸν Ἡσίοδον[*](Ἡσίοδον] OD 25) ἐλέγχειν ἐνδεέστερον εἰπόντα
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων.οὐ γὰρ μόνον τοὺς ὁμοτέχνους καὶ τοὺς ὁμοτρόπους ζηλοῦντες, ἀλλὰ καὶ λογίους πλούσιοι καὶ πλουσίους ἔνδοξοι καὶ δικολόγοι σοφιστάς, καὶ ναὶ μὰ Δία κωμῳδοὺς εὐημεροῦντας ἐν θεάτροις καὶ ὀρχηστὰς καὶ θεράποντας ἐν αὐλαῖς βασιλέων ἐλεύθεροι καὶ εὐπατρίδαι κατατεθαμβημένοι καὶ μακαρίζοντες, οὐ μετρίως λυποῦσιν αὑτοὺς καὶ ταράττουσιν.
ὅτι δʼ ἕκαστος ἐν ἑαυτῷ τὰ τῆς εὐθυμίας καὶ τῆς δυσθυμίας ἔχει ταμιεῖα, καὶ τοὺς τῶν ἀγαθῶν καὶ κακῶν πίθους οὐκ ἐν Διὸς οὔδει κατακειμένους ἀλλʼ ἐν τῇ ψυχῇ κειμένους,[*](κειμένους] del. Herwerdenus. cf. Hom. Ω 527) αἱ διαφοραὶ τῶν παθῶν δηλοῦσιν. οἱ μὲν γὰρ ἀνόητοι καὶ παρόντα τὰ χρηστὰ παρορῶσι καὶ ἀμελοῦσιν ὑπὸ τοῦ συντετάσθαι πρὸς τὸ μέλλον ἀεὶ ταῖς φροντίσιν, οἱ δὲ φρόνιμοι καὶ τὰ μηκέτʼ ὄντα τῷ μνημονεύειν
ἐναργῶς ὄντα ποιοῦσιν ἑαυτοῖς· τὸ γὰρ παρὸν τῷ ἐλαχίστῳ τοῦ χρόνου μορίῳ θιγεῖν παρασχὸν εἶτα τὴν αἴσθησιν ἐκφυγόν, οὐκέτι δοκεῖ πρὸς ἡμᾶς οὐδʼ ἡμέτερον εἶναι τοῖς ἀνοήτοις· ἀλλʼ ὥσπερ ὁ ἐν Ἃιδου ζωγραφούμενος σχοινοστρόφος ὄνῳ τινὶ·[*](ὄνῳ τινὶ] vid. Praefat. p. XXII ac Paus. 10, 29) παρίησιν ἐπιβοσκομένῳ καταναλίσκειν τὸ πλεκόμενον, ὅτῳ τῶν πολλῶν ἀναίσθητος καὶ ἀχάριστος ὑπολαμβάνουσα λήθη καὶ κατανεμομένη πρᾶξίν τε πᾶσαν ἀφανίζουσα καὶ κατόρθωμα καὶ σχολὴν ἐπίχαριν καὶ συμπεριφορὰν καὶ ἀπόλαυσιν, οὐκ ἐᾷ τὸν βίον ἕνα γενέσθαι, συμπλεκομένων τοῖς παροῦσι τῶν παρῳχημένων ἀλλʼ ὥσπερ ἕτερον τὸν ἐχθὲς ὄντα τοῦ σήμερον καὶ τὸν αὔριον ὁμοίως οὐ τὸν αὐτὸν τῷ σήμερον διαιροῦσα, πᾶν τὸ γιγνόμενον εὐθὺς εἰς τὸ ἀγένητον τῷ ἀμνημονεύτῳ καθίστησιν. οἱ μὲν γὰρ ἐν ταῖς σχολαῖς τὰς αὐξήσεις ἀναιροῦντες ὡς τῆς οὐσίας; ἐνδελεχῶς ῥεούσης, λόγῳ ποιοῦσιν ἡμῶν ἕκαστον ἄλλον ἑαυτοῦ καὶ ἄλλον οἱ δὲ τῇ μνήμῃ τὰ πρότερον μὴ στέγοντες μηδʼ ἀναλαμβάνοντες ἀλλʼ ὑπεκρεῖν ἐῶντες, ἔργῳ ποιοῦσιν ἑαυτοὺς καθʼ ἡμέραν ἀποδεεῖς καὶ κενοὺς καὶ τῆς αὔριον ἐκκρεμαμένους, ὡς τῶν πέρυσι καὶ πρῴην καὶ χθὲς[*](καὶ χθὲς] κἀχθὲς?) οὐ πρὸς αὐτοὺς ὄντων οὐδʼ ὅλως αὐτοῖς[*](αὐτοὺς X: αὐτῶν ) γενομένων.καὶ τοῦτʼ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται· καὶ ταῖς ἀμυχαῖς, οὕτως
ἄνθρωποι τῶν ἱλαρῶν καὶ προσηνῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνήσεσι μᾶλλον δʼ ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγουσιν, εἴς τι χωρίον ἐμβάλλοντας[*](malim ἐμβαλόντας ) ὃ καλεῖται κανθαρώλεθρον, ἐκβῆναι μὴ δυναμένους ἀλλʼ ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδʼ ἀναπνεῦσαι. δεῖ δʼ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν· ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδʼ ἀπαλλαγῆναι. παλίντονος[*](παλίντονος κἑ] Bywater. p. 22) γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου· καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδʼ ἀμιγές. ἀλλʼ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλʼ ὁ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος· οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων (ἐπεὶ κατὰ τὸν Εὐριπίδην·[*](Εὐριπίδην] Nauck. p. 369)), οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδʼ ἀπαγορεύειν ἀλλʼ ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ φαῦλα καὶ τὰ χείρονα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας, ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς.[*](αὑτοῖς *: αὐτοῖς ) οὐ γάρ, ὡς ὁ Μένανδρός[*](Μένανδρος] Kock. 3 p. 167, ubi συμπαρίσταται) φησιν,
- οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
- ἀλλʼ ἔστι τις σύγκρασις, ὥστʼ ἔχειν καλῶς
ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον ἡμῶν γιγνόμενον παραλαμβάνουσι καὶ κατάρχονται[*](κατάρχουσι Mullachius) μοῖραι καὶ δαίμονες·
- ἅπαντι δαίμων ἀνδρὶ συμπαραστατεῖ
- εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου
- ἀγαθός,
ὥστε[*](ὥστε] ὡς δὲ W) τούτων ἑκάστου σπέρματα τῶν παθῶν ἀνακεκραμένα δεδεγμένης ἡμῶν τῆς γενέσεως καὶ διὰ τοῦτο πολλὴν ἀνωμαλίαν ἐχούσης, εὔχεται μὲν ὁ νοῦν ἔχων τὰ βελτίονα προσδοκᾷ δὲ καὶ θάτερα, χρῆται δʼ ἀμφοτέροις τὸ ἄγαν ἀφαιρῶν οὐ γὰρ μόνον ὁ τῆς αὔριον ἣκιστα δεόμενος ὥς φησιν Ἐπίκουρος·[*](Ἐπίκουρος] Usener. p. 307) ἥδιστα πρόσεισι πρὸς τὴν αὔριον· ἀλλὰ καὶ πλοῦτος εὐφραίνει καὶ δόξα καὶ δύναμις καὶ ἀρχή, καὶ μάλιστα τοὺς ἣκιστα τἀναντία ταρβοῦντας. ἡ γὰρ σφοδρὰ, περὶ ἕκαστον ἐπιθυμία σφοδρότατον φόβον ἐμποιοῦσα τοῦ μὴ παραμένειν; ἀσθενῆ τὴν χάριν ποιεῖ καὶ ἀβέβαιον ὥσπερ φλόγα καταπνεομένην. ᾧ δὲ δίδωσι πρὸς τὴν τύχην ἀδεῶς καὶ ἀτρόμως εἰπεῖν ὁ λογισμὸς
ἡδὺ μὲν ἄν τι φέρῃς, ὀλίγον δʼ ἄχος ἂν ἀπολείπῃς,[*](ἀπολείπῃς] intell. με. Callimacho tribuit Schneiderus)τοῦτον ἥδιστα ποιεῖ χρῆσθαι τοῖς παροῦσι τὸ θαρραλέον καὶ μὴ δεδιὸς αὐτῶν τὴν ἀποβολὴν ὡς ἀφόρητον. ἔξεστι γὰρ τὴν Ἀναξαγόρου διάθεσιν, ἀφʼ ἧς ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς ἀνεφώνησεν ᾔδειν θνητὸν γεννήσας, μὴ θαυμάζοντας μόνον ἀλλὰ καὶ μιμουμένους ἐπιλέγειν ἑκάστῳ τῶν τυχηρῶν οἶδα τὸν πλοῦτον ἐφήμερον ἔχων καὶ οὐ βέβαιον· οἶδα τὴν ἀρχὴν ἀφελέσθαι δυναμένους τοὺς δεδωκότας· οἶδα τὴν γυναῖκα χρηστὴν γυναῖκα δʼ οὖσαν καὶ τὸν φίλον ἄνθρωπον ὄντα, φύσει εὐμετάβολον ζῷον ὡς ὁ Πλάτων[*](Πλάτων] Epist. 13 p. 360 d) εἶπεν. αἱ γὰρ τοιαῦται παρασκευαὶ καὶ διαθέσεις, ἐάν τι συμβῇ τῶν ἀβουλήτων μὲν οὐκ ἀπροσδοκήτων δέ, μὴ δεχόμεναι τὸ οὐκ ἂν ᾤμην καὶ τὸ ἄλλʼ[*](τὸ ἄλλα M: πολλὰ ) ἤλπιζον καὶ τὸ ταῦτʼ οὐ προσεδόκων, οἷον πηδήματα καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσι καὶ ταχὺ πάλιν τὸ μανιῶδες καὶ ταραττόμενον ἱδρύουσιν.[*](ἐνιδρύουσιν?) ὁ μὲν οὖν Καρνεάδης ἐπὶ πραγμάτων μεγάλων ὑπεμίμνησκεν, ὅτι πᾶν καὶ ὅλον ἐστὶν εἰς λύπην καὶ ἀθυμίαν τὸ ἀπροσδόκητον. ἡ γὰρ Μακεδόνων βασιλεία τῆς Ῥωμαίων ἡγεμονίας πολλοστημόριον ἦν· ἀλλὰ Περσεὺς μὲν ἀποβαλὼν Μακεδονίαν αὐτός τε κατεθρήνει τὸν ἑαυτοῦ δαίμονα καὶ πᾶσιν ἐδόκει δυστυχέστατος ἀνθρώπων γεγονέναι καὶ βαρυποτμότατος· ὁ δὲ τούτου κρατήσας Αἰμίλιος ἑτέρῳ παραδιδοὺς τὴν ὁμοῦ τι γῆς καὶ θαλάττης ἄρχουσαν δύναμιν ἐστεφανοῦτο καὶ ἔθυεν,[*](καὶ ἔθυεν] κἄθυεν?) εὐδαιμονιζόμενος εἰκότως. οὗτος μὲν γὰρ ᾔδει λαμβάνων ἀρχὴν ἀποδοθησομένην, ἐκεῖνος δʼ ἀπέβαλε μὴ προσδοκήσας. εὖ δὲ καὶ ὁ ποιητὴς[*](ὁ ποιητὴς] Hom. ρ 204. τ 209) οἷόν ἐστι τὸ, παρὰ προσδοκίαν ἐδίδαξεν· ὁ γὰρ Ὀδυσσεὺς τοῦ μὲν κυνὸς θανόντος ἐξεδάκρυσε, τῇ δὲ γυναικὶ κλαιούσῃ παρακαθήμενος οὐδὲν ἔπαθε τοιοῦτον· ἐνταῦθα μὲν γὰρ ἀφῖκτο τῷ λογισμῷ τὸ πάθος ὑποχείριον ἔχων καὶ προκατειλημμένον, εἰς δʼ ἐκεῖνο[*](ἐκεῖνο R: ἐκεῖνον ) μὴ προσδοκήσας ἀλλʼ ἐξαίφνης διὰ τὸ παράδοξον[*](διὰ τὸ παράδοξον] aut ut glossa delendum aut aliud latet vitium W) ἐνέπεσε.
καθόλου δʼ ἐπεὶ τῶν ἀβουλήτων τὰ μὲν φύσει τὸ λυποῦν καὶ βαρῦνον ἐπιφέρει, τὰ δὲ πλεῖστα δόξῃ δυσχεραίνειν ἐθιζόμεθα καὶ μανθάνομεν, οὐκ[*](οὐκ Huttenus: καὶ οὐκ ) ἄχρηστόν ἐστι πρὸς ταῦτα μὲν ἔχειν ἀεὶ τὸ τοῦ Μενάνδρου[*](Μενάνδρου] Kock. 3 p. 52) πρόχειρον
οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ·τί γὰρ πρὸς σέ ἐστι, φησίν,[*](φησίν] sc. Menander, sed Fragmentorum collectores non curant) ἂν μήτε σαρκὸς ἅπτηται μήτε ψυχῆς, οἷόν ἐστι δυσγένεια πατρὸς ἢ μοιχεία γυναικὸς ἢ στεφάνου τινὸς ἢ προεδρίας ἀφαίρεσις, ὧν οὐ κωλύεται καὶ μὴ παρόντων ἄνθρωπος καὶ τὸ σῶμα βέλτιστα διακείμενον ἔχειν καὶ τὴν ψυχήν; πρὸς δὲ τὰ φύσει δοκοῦντα λυπεῖν, οἷα νόσοι καὶ πόνοι καὶ θάνατοι φίλων καὶ τέκνων, ἐκεῖνο τὸ Εὐριπίδειον[*](Εὐριπίδειον] Nauck p. 449. intell. οὐκ ἄρχρηστόν ἐστιν ἔχειν πρόχειρον)
οἴμοι· τί δʼ οἴμοι; θνητά τοι πεπόνθαμεν.οὐδεὶς; γὰρ οὕτω τοῦ παθητικοῦ καταφερομένου καὶ ὀλισθάνοντος ἀντιλαμβάνεται λόγος, ὡς ὁ τῆς κοινῆς καὶ φυσικῆς ἀνάμνησιν ποιῶν ἀνάγκης, ᾗ διὰ τὸ σῶμα μεμειγμένος ὁ ἄνθρωπος μόνην ταύτην τῇ τύχῃ λαβὴν δίδωσιν, ἐν δὲ τοῖς κυριωτάτοις καὶ μεγίστοις ἀσφαλὴς ἕστηκεν. ὁ Δημήτριος τὴν Μεγαρέων πόλιν καταλαβὼν ἠρώτησε τὸν Στίλπωνα, μή τι τῶν ἐκείνου διήρπασται καὶ ὁ Στίλπων ἔφη μηδένʼ ἰδεῖν τἀμά[*](τἀμὰ] sc. τὰν ἐμὰν ἐπιστάμαν Duebnerus etiam ἐπιστάμαν reposuit) φέροντα. καὶ τοίνυν τῆς τύχης πάντα τἄλλα λεηλατούσης καὶ περιαιρουμένης, ἔχομέν τι τοιοῦτον. ἐν ἑαυτοῖς
οἷόν κʼ οὔτε[*](κʼ οὔτε] κʼ ἠὲ Homerus) φέροιεν Ἀχαιοὶ οὔτε ἂν[*](οὔτʼ ἂν] ἤ κεν idem) ἄγοιεν.[*](Hom. E 484) ὅθεν οὐ δεῖ παντάπασιν ἐκταπεινοῦν[*](ταπεινοῦν] Stobaeus Ecl. Eth. 2 p. 161 ed. C. Wachsmuth. cf. p. 471 d) οὐδὲ καταβάλλειν τὴν φύσιν, ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον μηδʼ ὑπὲρ τὴν τύχην ἔχουσαν· ἀλλὰ τοὐναντίον εἰδότας, ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου τὸ σαθρὸν καὶ[*](τὸ σαθρὸν καὶ] σαθρόν τε καὶ idem) τὸ ἐπίκηρον, ὃ[*](ὃ Leonicus: ᾧ ) δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυθέντα,[*](ἱδρυνθέντα codd.) δόξαι τε χρησταὶ καὶ μαθήματα καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν, ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον, ἀηττήτους[*](ἀηττήτους] ἀνεκπλήκτους Stobaeus. ἀπτοήτους?) πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους[*](κατηγόρους Stobaeus: κατηγόρους ἄνυτον καὶ μέλητον ) λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δʼ οὐ δύνανται. καὶ γὰρ ἡ τύχη δύναται νόσῳ περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν πρὸς δῆμον ἢ τύραννον κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι τὸν ἀγαθὸν καὶ ἀνδρώδη καὶ μεγαλόψυχον καὶ γενναῖον καὶ ἐλευθέριον[*](καὶ γενναὶον καὶ ἐλευθέριον C. Wachsmuth. cf. p. 485 a) οὐδὲ παρελέσθαι τὴν διάθεσιν, ἧς ἀεὶ παρούσης, πλέον ἢ κυβερνήτου πρὸς θάλατταν ὄφελὸς ἐστι πρὸς τὸν βίον. κυβερνήτῃ γὰρ οὔτε κῦμα πραῧναι τραχὺ καὶ πνεῦμα δυνατόν ἐστιν, οὔτε ὅποι βούλεται δεομένῳ λιμένος· τυχεῖν οὔτε θαρραλέως καὶ ἀτρόμως ὑπομεῖναι τὸ συμβαῖνον ἀλλʼ ἓως οὐκ ἀπέγνωκε τῇ τέχνῃ χρώμενος φεύγει μέγα λαῖφος ὑποστολίσας,[*](Nauck. p. 911. Bergk. 3 p. 730) ἓως[*](ἕως] εὖτε δʼ Bergk. ἕως δʼ ἂν?) ἐνέρτερον ἱστὸν, ἐρεβώδεος ἐκ θαλάσσης ὑπέρσχῃ, τρέμων κάθηται καὶ παλλόμενος, ἡ δὲ τοῦ φρονίμου διάθεσις τοῖς τε σωματικοῖς παρέχει γαλήνην, ἐπὶ πλεῖστον ἐκλύουσα τὰς τῶν νόσων κατασκευὰς ἐγκρατείᾳ καὶ διαίτῃ σώφρονι καὶ μετρίοις πόνοις· κἄν τις ἔξωθεν ἀρχὴ πάθους ὥσπερ διαδρομὴ γένηται σπιλάδος, εὐσταλεῖ καὶ κούφῃ κεραίᾳ παρήνεγκεν ὥς φησιν Ἀσκληπιάδης[*](Ἀσκληπιάδης] poeta ignotus) παραλόγου δέ τινος καὶ μεγάλου καταλαβόντος καὶ κρατήσαντος, ἐγγὺς ὁ λιμὴν καὶ πάρεστιν ἀπονήξασθαι τοῦ σώματος ὥσπερ ἐφολκίου μὴ στέγοντος
τὸν μὲν γὰρ ἀνόητον ὁ τοῦ θανάτου φόβος
οὐχ ὁ τοῦ ζῆν πόθος ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ, περιπεπλεγμένον ὥσπερ τὸν Ὀδυσσέα τῷ ἐρινεῷ δεδοικότα τὴν Χάρυβδιν ὑποκειμένηνἔνθʼ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ,[*](Nauck p. 81) καὶ πρὸς ταῦτα δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς ἔχοντα. ὁ δὲ τὴν τῆς, ψυχῆς φύσιν ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον αὐτῆς ἢ μηθὲν κάκιον ἐν τῇ τελευτῇ μεταβολὴν ἐπιλογιζόμενος, οὐ μικρὸν ἔχει τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον τὴν πρὸς τὸν θάνατον ἀφοβίαν. ᾧ γὰρ ἔξεστι τῆς μὲν ἀρεστῆς[*](ἀρεστῆς R: ἀρετῆς ) καὶ οἰκείας μερίδος ἐπικρατούσης ἡδέως ζῆν, τῶν δʼ ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων ἀδεῶς ἀπελθεῖν εἰπόντα
λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω·[*](Eur. Bacch. 498)τί ἂν τούτῳ χαλεπὸν ἢ δύσκολον ἢ ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν; ὁ γὰρ εἰπών προκατείλημμαὶ σʼ, ὦ τύχη, καὶ πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσιν οὐ μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν ἐθάρρυνεν ἑαυτόν, ἀλλὰ δόγμασι καὶ λόγοις ὧν πᾶσι μέτεστι τοῖς βουλομένοις. καὶ δεῖ μηδὲν ἀπογιγνώσκειν μηδʼ ἀπιστεῖν τῶν οὕτω λεγομένων, ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ συνενθουσιῶντα πεῖραν ἅμα. λαμβάνειν ἑαυτοῦ καὶ κατανόησιν ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα, μὴ φεύγοντα μηδʼ ἀπωθοῦντα τῆς ψυχῆς τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ διαδιδράσκοντʼ εἰς τὸ[*](εἰς τὸ M) τάχα δʼ οὐδὲν ἔσται δυσχερέστερον.· ἀτονίαν,[*](ἀτονίαν R: ἀνίαν. cf. p. 460 b) γὰρ ἐμποιεῖ καὶ μαλακίαν ἀγύμναστον ἡ περὶ τὸ ῥᾷστον ἀεὶ διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς. ἡ δὲ καὶ νόσου καὶ πόνου καὶ φυγῆς μελετῶσα φαντασίαν ὑφίστασθαι καὶ προσβιαζομένη τῷ λογισμῷ πρὸς ἕκαστον εὑρήσει πολὺ τὸ κατεψευσμένον καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι χαλεποῖς καὶ φοβεροῖς, ὡς ὁ καθʼ ἕκαστον ἀποδείκνυσι λόγος.
καίτοι πολλοὶ καὶ τὸ τοῦ Μενάνδρου[*](Μενάνδρου] Kock. 3 p. 103) πεφρίκασιν
οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ πείσομαι,ἀγνοοῦντες ὅσον ἐστὶ πρὸς ἀλυπίαν ἀγαθὸν τὸ μελετᾶν καὶ δύνασθαι πρὸς τὴν τύχην ἀνεῳγόσι τοῖς ὄμμασιν ἀντιβλέπειν, καὶ μὴ ποιεῖν ἐν αὑτῷ τὰς φαντασίας ἀτρίπτους καὶ ἁπαλὰς ὥσπερ ἐνσκιατραφούμενον πολλαῖς ἐλπίσιν ὑπεικούσαις ἀεὶ καὶ πρὸς μηδὲν ἀντιτεινούσαις. ἐκεῖνο μέντοι καὶ πρὸς τὸν Μένανδρον ἔχομεν εἰπεῖν
οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ πείσομαι,ἀλλʼ ἔστιν εἰπεῖν ζῶντα τοῦτʼ οὐ ποιήσω, οὐ ψεύσομαι, οὐ ῥᾳδιουργήσω, οὐκ ἀποστερήσω, οὐκ ἐπιβουλεύσω τοῦτο γὰρ ἐφʼ ἡμῖν κείμενον οὐ μικρὸν ἀλλὰ μέγα πρὸς εὐθυμίαν πάρεστιν. ὥσπερ αὖ τοὐναντίον
ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος,[*](Eur. Or. 396) οἷον ἕλκος ἐν σαρκὶ τῇ ψυχῇ τὴν μεταμέλειαν αἱμάσσουσαν ἀεὶ καὶ νύσσουσαν ἐναπολείπει. τὰς μὲν γὰρ ἄλλας ἀναιρεῖ λύπας ὁ λόγος, τὴν δὲ μετάνοιαν αὐτὸς ἐνεργάζεται[*](ἐνεργάζεται Madvigius: ἐργάζεται ) δακνομένης σὺν αἰσχύνῃ τῆς ψυχῆς καὶ κολαζομένης ὑφʼ αὑτῆς, ὡς γὰρ οἱ ῥιγοῦντες ἠπιάλοις καὶ πυρετοῖς διακαόμενοι τῶν ταῦτα[*](ταὐτὰ Stobaeus 25, 15: ταῦτα ) πασχόντων ἔξωθεν ὑπὸ καύματος ἢ κρύους; μᾶλλον ἐνοχλοῦνται καὶ κάκιον ἔχουσιν, οὕτως ἐλαφροτέρας ἔχει τὰ τυχηρὰ τὰς λύπας ὥσπερ ἔξωθεν ἐπιφερομένας· τὸ δὲ
οὔ τις ἐμοὶ τῶν[*](τῶν] τῶνδʼ Schnebiderus Callimacho versum vindicans) ἄλλος ἐπαίτιος, ἀλλʼ ἐγὼ αὐτός[*](cf. Hom. A 335. Soph. O R 379) ἐπιθρηνούμενον τοῖς ἁμαρτανομένοις ἔνδοθεν ἐξ αὐτοῦ, βαρύτερον ποιεῖ τῷ αἰσχρῷ τὸ ἀλγεινόν. ὅθεν οὔτε οἰκία πολυτελὴς οὔτε χρυσίου πλῆθος οὔτʼ ἀξίωμα γένους οὔτε μέγεθος ἀρχῆς οὐ λόγου χάρις οὐ δεινότης εὐδίαν παρέχει βίῳ καὶ γαλήνην τοσαύτην, ὅσην ψυχὴ καθαρεύουσα πραγμάτων καὶ βουλευμάτων πονηρῶν καὶ τὴν τοῦ βίου πηγὴν τὸ ἦθος ἀτάραχον ἔχουσα καὶ ἀμίαντον· ἀφʼ ἧς αἱ καλαὶ πράξεις ῥέουσαι καὶ τὴν ἐνέργειαν ἐνθουσιώδη καὶ ἱλαρὰν μετὰ τοῦ μέγα φρονεῖν ἔχουσι καὶ τὴν μνήμην ἡδίονα καὶ βεβαιοτέραν τῆς Πινδαρικῆς[*](Πινδαρικῆς] Bergk. 1 p. 452) γηροτρόφου ἐλπίδος. οὐ γάρ αἱ μὲν λιβανωτρίδες ὡς ἔλεγε Καρνεάδης κἂν ἀποκενωθῶσι, τὴν εὐωδίαν ἐπὶ πολὺν χρόνον ἀναφέρουσιν ἐν δὲ τῇ ψυχῇ τοῦ νοῦν ἔχοντος; αἱ καλαὶ πράξεις οὐκ ἀεὶ κεχαρισμένην καὶ πρόσφατον ἐναπολείπουσι τὴν ἐπίνοιαν, ὑφʼ ἧς τὸ χαῖρον ἄρδεται καὶ τέθηλε καὶ καταφρονεῖ τῶν ὀδυρομένων καὶ λοιδορούντων τὸν βίον, ὥς τινα κακῶν χώραν ἢ φυγαδικὸν τόπον ἐνταῦθα ταῖς ψυχαῖς ἀποδεδειγμένον.
ἄγαμαι δὲ καὶ τοῦ[*](τοῦ] τὸ R: τὸ τοῦ?) Διογένους, ὃς τὸν ἐν Λακεδαίμονι, ξένον ὁρῶν παρασκευαζόμενον εἰς ἑορτήν τινα καὶ φιλοτιμούμενον ἀνὴρ δʼ εἶπεν ἀγαθὸς οὐ πᾶσαν ἡμέραν ἑορτὴν ἡγεῖται καὶ πάνυ γε λαμπράν, εἰ σωφρονοῦμεν, ἱερὸν γὰρ ἁγιώτατον ὁ κόσμος ἐστὶ καὶ θεοπρεπέστατον· εἰς δὲ τοῦτον ὁ ἄνθρωπος εἰσάγεται διὰ τῆς γενέσεως οὐ χειροκμήτων. οὐδʼ ἀκινήτων ἀγαλμάτων θεατής, ἀλλʼ οἷα νοῦς θεῖος αἰσθητὰ νοητῶν μιμήματα, φησὶν ὁ Πλάτων,[*](Πλάτων] fort. respicitur ad Tim. p. 92 b) ἔμφυτον ἀρχὴν ζωῆς ἔχοντα καὶ κινήσεως ἔφηνεν, ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ποταμοὺς νέον ὕδωρ ἐξιέντας ἀεὶ καὶ γῆν φυτοῖς τε καὶ ζῴοις τροφὰς ἀναπέμπουσαν. ὧν τὸν βίον μύησιν ὄντα καὶ τελετὴν τελειοτάτην εὐθυμίας δεῖ μεστὸν εἶναι καὶ γήθους. οὐχ ὥσπερ οἱ πολλοὶ Κρόνια καὶ Διάσια καὶ Παναθήναια καὶ τοιαύτας ἄλλας ἡμέρας περιμένουσιν; ἵνʼ ἡσθῶσι καὶ ἀναπέμψωσιν ὠνητὸν γέλωτα, μίμοις καὶ ὀρχησταῖς μισθοὺς τελέσαντες. εἶτʼ ἐκεῖ μὲν εὔφημοι καθήμεθα κοσμίως· οὐδεὶς γὰρ ὀδύρεται μυούμενος οὐδὲ θρηνεῖ Πύθια θεώμενος ἢ πίνων ἐν Κρονίοις· ἃς δʼ ὁ θεὸς ἡμῖν ἑορτὰς χορηγεῖ καὶ μυσταγωγεῖ καταισχύνουσιν, ἐν ὀδυρμοῖς τὰ πολλὰ καὶ βαρυθυμίαις καὶ μερίμναις ἐπιπόνοις διατρίβοντες. καὶ τῶν μὲν ὀργάνων χαίρουσι,
τοῖς ἐπιτερπὲς ἠχοῦσι καὶ τῶν ὀρνέων τοῖς ᾄδουσι, καὶ τὰ παίζοντα καὶ σκιρτῶντα τῶν ζῴων ἡδέως ὁρῶσι, καὶ τοὐναντίον ὠρυομένοις καὶ βρυχωμένοις καὶ σκυθρωπάζουσιν· ἀνιῶνται τὸν δʼ ἑαυτῶν βίον ἀμειδῆ καὶ κατηφῆ καὶ τοῖς ἀτερπεστάτοις καὶ πάθεσι καὶ πράγμασι καὶ φροντίσι μηδὲν πέρας ἐχούσαις πιεζόμενον ἀεὶ καὶ συνθλιβόμενον ὁρῶντες, οὐχ ὅπως αὐτοὶ μὲν ἑαυτοῖς ἀναπνοήν τινα καὶ ῥᾳστώνην πορίζουσί ποθὲν,[*](ποθεν *: πόθεν; ) ἀλλʼ οὐδʼ ἑτέρων παρακαλούντων προσδέχονται λόγον, χρώμενοι καὶ τοῖς παροῦσιν ἀμέμπτως συνοίσονται καὶ τῶν γεγονότων εὐχαρίστως μνημονεύσουσι, καὶ πρὸς τὸ λοιπὸν ἵλεων τὴν ἐλπίδα καὶ φαιδρὰν ἔχοντες ἀδεῶς καὶ ἀνυπόπτως προσάξουσιν.