An Virtus Doceri Possit
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
περὶ τῆς ἀρετῆς βουλευόμεθα καὶ διαποροῦμεν, εἰ διδακτόν ἐστι τὸ φρονεῖν τὸ δικαιοπραγεῖν τὸ εὖ ζῆν· εἶτʼ οὐ[*](εἶτʼ οὐ R: εἶτα ) θαυμάζομεν, εἰ ῥητόρων μὲν ἔργα καὶ κυβερνητῶν καὶ ἁρμονικῶν καὶ οἰκοδόμων καὶ γεωργῶν μυρία γʼ[*](μυρία γʼ Stobaeus: μυρία δʼ ) ἐστίν· ἀγαθοὶ δʼ ἄνδρες ὀνομάζονται καὶ λέγονται μόνον, ὡς ἱπποκένταυροι καὶ γίγαντες καὶ κύκλωπες, ἔργον δʼ ἀμεμφὲς εἰς ἀρετὴν καὶ ἀκέραιον[*](καὶ ἀκέραιον] del. W) οὐκ ἔστιν εὑρεῖν οὐδὲ πάθους ἀκέραιον ἦθος καὶ ἄθικτον αἰσχροῦ βίον[*](βίου *: βίου καὶ ἀκέραιον ) ἀλλʼ εἰ καί τι καλὸν ἡ φύσις αὐτομάτως ἐκφέρει, τοῦτο πολλῷ τῷ ἀλλοτρίῳ, καθάπερ ὕλῃ καρπὸς ἀγρίᾳ καὶ ἀκαθάρτῳ μιγνύμενος,[*](μιγνύμενον S) ἐξαμαυροῦται. ψάλλειν μανθάνουσιν οἱ ἄνθρωποι καὶ ὀρχεῖσθαι καὶ ἀναγιγνώσκειν γράμματα καὶ γεωργεῖν καὶ ἱππεύειν ὑποδεῖσθαι μανθάνουσι περιβάλλεσθαι καὶ ἀλείφεσθαι· οἰνοχοεῖν διδάσκουσιν ὀψοποιεῖν ταῦτʼ ἄνευ τοῦ μαθεῖν οὐκ ἔστι χρησίμως; ποιεῖν. διʼ ὃ δὲ ταῦτα πάντα, τὸ εὖ βιοῦν, ἀδίδακτον καὶ ἄλογον καὶ ἄτεχνον καὶ αὐτόματον.
ὦ · ἄνθρωποι, τί τὴν ἀρετὴν λέγοντες
ἀδίδακτον εἶναι ποιοῦμεν ἀνύπαρκτον; εἰ γὰρ ἡ μάθησις γένεσίς ἐστιν, ἡ τοῦ μαθεῖν κώλυσις ἀναίρεσις. καίτοι γʼ ὥς φησιν ὁ Πλάτων διὰ τὴν τοῦ ποδὸς[*](τοῦ ποδὸς] ἐν τῷ ποδὶ Plato Clitoph. p. 407 c) πρὸς τὴν λύραν καὶ ἀμετρίαν καὶ ἀναρμοστίαν οὔτʼ ἀδελφὸς ἀδελφῷ πολεμεῖ οὔτε φίλος φίλῳ διαφέρεται, οὔτε πόλεις πόλεσι διʼ ἀπεχθείας γιγνόμεναι τὰ ἔσχατα[*](ἔσχατα κακὰ) δρῶσί τε καὶ πάσχουσιν ὑπʼ ἀλλήλων· οὐδὲ περὶ προσῳδίας ἔχει τις εἰπεῖν στάσιν ἐν πόλει γενομένην,[*](γενομένην Emperius: γινομένην ) πότερον Τελχινας ἢ Τέλχινας[*](ἢ Τέλχινας X) ἀναγνωστέον οὐδʼ ἐν οἰκίᾳ διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ὑπὲρ κρόκης ἢ στήμονος. ἀλλʼ ὅμως οὔτʼ ἂν ἱστὸν οὔτε βιβλίον ἢ λύραν ὁ μὴ μαθὼν μεταχειρίσαιτο, καίπερ εἰς οὐδὲν μέγα βλαβησόμενος, ἀλλʼ αἰδεῖται γενέσθαι καταγέλαστος· ἀμαθίην γὰρ Ἡράκλειτός[*](Ἡεράκλειτος] Bywater p. 42) φησι κρύπτειν ἄμεινον· οἶκον δὲ καὶ γάμον καὶ πολιτείαν καὶ ἀρχὴν οἷόν τε[*](οἶόν τε *: οἴεται ) καλῶς μεταχειρίσασθαι μὴ γυναικὶ μὴ θεράποντι μὴ πολίτῃ μὴ ἀρχομένῳ καὶ ἄρχοντι; παιδὸς ὀψοφαγοῦντος, ὁ Διογένης τῷ παιδαγωγῷ κόνδυλον ἔδωκεν, ὀρθῶς οὐ τοῦ μὴ μαθόντος ἀλλὰ τοῦ μὴ διδάξαντος τὸ ἁμάρτημα ποιήσας. εἶτα παροψίδος μὲν ἢ κύλικος οὐκ ἔστι κοινωνεῖν ἐπιδεξίως, ἂν μὴ μάθῃ τις εὐθὺς ἐκ παίδων ἀρξάμενος, ὡς Ἀριστοφάνης[*](Ἀριστοφάνης] Nub. 979. Add. φησὶ W)μὴ κιχλίζειν μηδʼ ὀψοφαγεῖν μηδʼ ἴσχειν τὼ πόδʼ ἐπαλλάξ·[*](ἐναλλάξ Aristophanes)οἴκου δὲ καὶ πόλεως καὶ γάμου καὶ βίου καὶ ἀρχῆς κοινωνίαν ἀνέγκλητον ἐνδέχεται γενέσθαι, μὴ μαθόντων ὅντινα χρὴ τρόπον ἀλλήλοις συμφέρεσθαι; ὁ Ἀρίστιππος ἐρωτηθεὶς ὑπό τινος πανταχοῦ σὺ ἄρʼ εἶ;ʼ γελάσας οὐκοῦν ἔφη παραπόλλυμι τὸ ναῦλον, εἴ γε πανταχοῦ εἰμι. τί οὖν οὐκ ἂν εἴποις καὶ αὐτός εἰ μὴ γίγνονται μαθήσει βελτίονες ἄνθρωποι, παραπόλλυται ὁ μισθὸς τῶν παιδαγωγῶν πρῶτον γὰρ οὗτοι λαμβάνοντες ἐκ γάλακτος, ὥσπερ αἱ τίτθαι ταῖς χερσὶ τὸ σῶμα πλάττουσιν, οὕτω τὸ ἦθος ῥυθμίζουσι τοῖς ἔθεσιν, εἰς ἴχνος τι πρῶτον ἀρετῆς καθιστάντες. καὶ ὁ Λάκων ἐρωτηθείς τί παρέχει παιδαγωγῶν, · τὰ καλά ἔφη τοῖς παισὶν ἡδέα ποιῶ. καίτοι[*](καίτοι Emperius: καὶ αὐτοὶ ) διδάσκουσιν οἱ παιδαγωγοὶ κεκυφότας ἐν ταῖς ὁδοῖς περιπατεῖν, ἑνὶ δακτύλῳ τὸ τάριχος ἅρασθαι,[*](ἄρασθαι idem: ἅψασθαι ) δυσὶ τὸν ἰχθῦν σῖτον κρέας· οὕτω καθῆσθαι, τὸ ἱμάτιον οὕτως ἀναλαβεῖν.[*](ἀναβαλεῖν Salmasius)
τί οὖν; ὁ λέγων λειχῆνος ἰατρικὴν εἶναι καὶ παρωνυχίας, πλευρίτιδος δὲ καὶ πυρετοῦ καὶ φρενίτιδος μὴ εἶναι, τί διαφέρει τοῦ λέγοντος ὅτι τῶν μικρῶν καὶ παιδικῶν καθηκόντων εἰσὶ διδασκαλεῖα καὶ λόγοι καὶ ὑποθῆκαι, τῶν δὲ μεγάλων καὶ τελείων ἄλογος τριβὴ καὶ περίπτωσίς ἔστιν; ὡς γὰρ ὁ λέγων ὅτι δεῖ κώπην ἐλαύνειν μαθόντα κυβερνᾶν δὲ καὶ μὴ μαθόντα[*](κυβερνᾶν δὲ καὶ μὴ μαθόντα Iannotius) γελοῖός ἐστιν, οὕτως ὁ μὲν τῶν ἄλλων ἀπολείπων τεχνῶν μάθησιν ἀρετῆς δʼ
ἀναιρῶν τοὐναντίον ἔοικε τοῖς Σκύθαις ποιεῖν· ἐκεῖνοι μὲν γάρ, ὥς φησιν Ἡρόδοτος,[*](Ἡερόδοτος] 4, 2 sqq.) τοὺς οἰκέτας ἐκτυφλοῦσιν ὅπως παραδῶσιν[*](παραδῶσιν] παραμένωσιν aut γάλα δονῶσιν Canterus) αὐτοῖς· οὗτος δὲ ταῖς δούλαις καὶ ὑπηρέτισι τέχναις ὥσπερ ὄμμα τὸν λόγον ἐντιθεὶς τῆς ἀρετῆς ἀφαιρεῖ. καίτοι γʼ ὁ στρατηγὸς Ἰφικράτης πρὸς τὸν Χαβρίου Καλλίαν ἐρωτῶντα καὶ λέγοντα[*](πρὸς τὸν - λέγοντα] πρὸς τὸν ὀχληρῶς ἐν ἐκκλησίᾳ ἐρωτῶντα Saupp prorsus improbabilia sunt. cf. p. 99 e. 187 b.) τίς εἶ; τοξότης; πελταστής; ἱππεύς; ὁπλίτης;ʼ, οὐδείς ἔφη τούτων ἀλλʼ ὁ τούτοις πᾶσιν ἐπιτάττων. γελοῖος οὖν ὁ λέγων, ὅτι τοξικὴ καὶ ὁπλιτικὴ καὶ τὸ σφενδονᾶν καὶ τὸ ἱππεύειν διδακτόν ἐστι, στρατηγία δὲ καὶ τὸ στρατηγεῖν ὡς ἔτυχε παραγίγνεται καὶ οἷς ἔτυχε μὴ μαθοῦσιν. οὐκοῦν ἔτι γελοιότερος ὁ μόνην τὴν φρόνησιν μὴ διδακτὴν ἀποφαίνων, ἧς ἄνευ τῶν ἄλλων τεχνῶν ὄφελος οὐδὲν οὐδʼ ὄνησίς ἐστιν. εἰ δʼ ἡγεμὼν αὕτη καὶ κόσμος οὖσα πασῶν καὶ τάξις εἰς τὸ χρήσιμον ἕκαστον καθίστησιν, αὐτίκα τίς δείπνου χάρις, ἠσκημένων καὶ μεμαθηκότων παίδωνδαιτρεῦσαί[*](δαιτρεῦσαι κἑ] Hom. o 322) τε καὶ[*](τε καὶ Homerus: και ) ὀπτῆσαι καὶ οἰνοχοῆσαι,εἰ μὴ διάθεσις μηδὲ τάξις εἴη περὶ[*](περὶ W: πρὸς ) τοὺς διακονοῦντας;