De Defectu Oraculorum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
καὶ μὴν τὰ γʼ ἄλλα τῶν Στωικῶν τίς ἂν φοβηθείη, πυνθανομένων πῶς εἱμαρμένη μία μενεῖ[*](malim μενεῖ ) καὶ πρόνοια, καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται, πλειόνων ὄντων κόσμων; πρῶτον μὲν γὰρ εἰ τὸ πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ ἡλίους καὶ σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις κόσμων περιόδοις ἀπείρους ποιοῦσιν. ἔπειτα τίς ἀνάγκη πολλοὺς εἶναι Δίας, ἂν πλείονες ὦσι κόσμοι, καὶ μὴ καθʼ ἕκαστον[*](καθʼ ἕκαστον] καθʼ ἕνα τὸν W. Sed nihil opus) ἄρχοντα πρῶτον καὶ ἡγεμόνα τοῦ ὅλου θεὸν ἔχοντα καὶ νοῦν καὶ λόγον, οἷος ὁ παρʼ ἡμῖν κύριος ἁπάντων καὶ πατὴρ ἐπονομαζόμενος; ἢ τί κωλύσει τῆς
τοῦ Διὸς εἱμαρμένης καὶ προνοίας ὑπηκόους πάντας εἶναι, καὶ τοῦτον ἐφορᾶν ἐν μέρει καὶ κατευθύνειν, ἐνδιδόντα πᾶσιν ἀρχὰς καὶ σπέρματα καὶ λόγους τῶν περαινομένων; οὐ γὰρ ἐνταῦθα μὲν ἓν συνίσταται[*](ἓν συνίσταται] ἔνι συνίστασθαι Duebnerus) σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους ἢ πεντήκοντʼ ἢ ἑκατὸν[*](ἢ ἑκατὸν W: καὶ ἑκατὸν ) ὄντας ἑνὶ χρῆσθαι λόγῳ καὶ πρὸς ἀρχὴν συντετάχθαι μίαν ἀδύνατόν ἐστιν. ἀλλὰ καὶ πάνυ πρέπει θεοῖς ἡ τοιαύτη διάταξις· οὐ γὰρ ὡς σμήνους ἡγεμόνας δεῖ ποιεῖν ἀνεξόδους οὐδὲ φρουρεῖν συγκλείσαντας τῇ ὕλῃ μᾶλλον δὲ συμφράξαντας, ὥσπερ οὗτοι τοὺς θεοὺς ἀέρων ἕξεις ποιοῦντες καὶ ὑδάτων καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι συγγεννῶσι τῷ κόσμῳ καὶ πάλιν συγκατακάουσιν, οὐκ ἀπολύτους οὐδʼ ἐλευθέρους οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας ἀλλʼ, ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν, οὕτως ἐγκεκλειμένους[*](ἐγκεκλειμένους *: ἐγκεκλεισμένους ) εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους, κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ διαλύσεως ἁπάσης καὶ μεταβολῆς.ἐκεῖνος δʼ οἶμαι σεμνότερος ὁ λόγος καὶ μεγαλοπρεπέστερος, ἀδεσπότους καὶ αὐτοκρατεῖς τοὺς θεοὺς ὄντας, ὥσπερ οἱ Τυνδαρίδαι τοῖς χειμαζομένοις βοηθοῦσιν
οὐκ ἐμπλέοντες αὐτοὶ καὶ συγκινδυνεύοντες ἀλλʼ ἄνωθεν ἐπιφαινόμενοι καὶ σῴζοντες· οὕτως ἐπιέναι[*](ἐπιέναι Turnebus: ὑπιεῖναι ) τῶν κόσμων ἄλλοτʼ ἄλλον, ἡδονῇ τε τῆς θέας ἀγομένους καὶ τῇ φύσει συναπευθύνοντας ἕκαστον. ὁ μὲν γὰρ Ὁμηρικὸς[*](Ὁμηρικὸς] cf. N 3 sqq.) Ζεὺς οὐ πάνυ πρόσω μετέθηκε τὴν ὄψιν ἀπὸ Τροίας ἐπὶ τὰ Θρᾴκια καὶ τοὺς περὶ τὸν Ἴστρον νομάδας, ὁ δʼ ἀληθινὸς ἔχει καλὰς καὶ πρεπούσας ἐν πλείοσι κόσμοις μεταβολάς, οὐχὶ κενὸν ἄπειρον ἔξω βλέπων οὐδʼ ἑαυτὸν ἄλλο δʼ οὐδὲν ʽ ὡς ᾠήθησαν ἔνιοἰ νοῶν, ἀλλʼ ἔργα τε θεῶν καὶ ἀνθρώπων πολλὰ κινήσεις τε καὶ φορὰς ἄστρων ἐν περιόδοις καταθεώμενος. οὐ γὰρ ἀπεχθάνεται μεταβολαῖς ἀλλὰ καὶ πάνυ χαίρει τὸ θεῖον, εἰ δεῖ τῶν φαινομένων τεκμαίρεσθαι ταῖς κατʼ οὐρανὸν ἐξαμείψεσι καὶ περιόδοις. ἡ μὲν οὖν ἀπειρία παντάπασιν ἀγνώμων καὶ ἄλογος καὶ μηδαμῇ προσιεμένη θεόν, ἀλλὰ χρωμένη πρὸς πάντα τῷ κατὰ τύχην καὶ αὐτομάτως· ἡ δʼ ἐν ὡρισμένῳ πλήθει καὶ ἀριθμῷ κόσμων ἐπιμέλεια καὶ πρόνοια τῆς εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ καὶ τοῦτο μετασχηματιζούσης καὶ ἀναπλαττούσης ἀπειράκις ἔμοιγε δοκεῖ μηδὲν ἔχειν ἀσεμνότερον μηδʼ[*](μηδʼ *: μήτʼ ) ἐπιπονώτερον.
- ἐπερχόμενοί τε[*](ἐπερχόμενοι κἑ] Bergk. 3 p. 730) μαλάσσοντες βίᾳ τὸν
- πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς
ἐγὼ μὲν οὖν τοσαῦτʼ εἰπὼν ἐπέσχον. ὁ δὲ Φίλιππος οὐ πολὺν χρόνον διαλιπών τὸ μὲν ἀληθές ἔφη περὶ τούτων οὕτως ἔχειν ἢ ἑτέρως οὐκ
ἂν ἔγωγε διισχυρισαίμην εἰ δὲ τὸν θεὸν ἐκβιβάζομεν ἑνὸς κόσμου, διὰ τί πέντε μόνων οὐ πλειόνων ποιοῦμεν δημιουργόν, καί τίς ἔστι τοῦ ἀριθμοῦ τούτου πρὸς τὸ πλῆθος λόγος, ἣδιον ἄν μοι δοκῶ μαθεῖν ἢ τῆς ἐνταῦθα τοῦ Ε καθιερώσεως τὴν διάνοιαν. οὔτε γὰρ τρίγωνος ἢ τετράγωνος οὔτε τέλειος ἢ κυβικὸς οὔτʼ ἄλλην τινὰ φαίνεται κομψότητα παρέχων τοῖς ἀγαπῶσι τὰ τοιαῦτα καὶ θαυμάζουσιν. ἡ δʼ ἀπὸ τῶν στοιχείων ἔφοδος, ἣν αὐτὸς ὑπῃνίξατο, πάντῃ δύσληπτός ἐστι καὶ μηδὲν ὑποφαίνουσα τῆς ἐκεῖνον[*](ἐκεῖνον Turnebus: ἐκείνων ) ἐπεσπασμένης πιθανότητος εἰπεῖν, ὡς εἰκός ἐστι πέντε σωμάτων ἰσογωνίων καὶ ἰσοπλεύρων καὶ περιεχομένων ἴσοις ἐπιπέδοις, ἐγγενομένων τῇ ὕλῃ, τοσούτους εὐθὺς ἐξ αὐτῶν ἀποτελεσθῆναι κόσμους.καὶ μήνʼ ἔφην ἐγὼ δοκεῖ Θεόδωρος ὁ Σολεὺς οὐ φαύλως μετιέναι τὸν λόγον, ἐξηγούμενος τὰ μαθηματικὰ τοῦ Πλάτωνος. μέτεισι δʼ οὕτως. πυραμὶς καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἃ πρῶτα τίθεται Πλάτων, καλὰ μέν ἐστι πάντα συμμετρίαις λόγων καὶ ἰσότησι, καὶ κρεῖσσον οὐδὲν αὐτῶν οὐδʼ ὅμοιον ἄλλο συνθεῖναι τῇ φύσει καὶ συναρμόσαι λέλειπται. μιᾶς γε μὴν πάντα συστάσεως οὐκ εἴληχεν οὐδʼ ὁμοίαν ἔχει τήν γένεσιν, ἀλλὰ λεπτότατον μέν ἐστι καὶ μικρότατον ἡ πυραμίς, μέγιστον δὲ καὶ πολυμερέστατον τὸ δωδεκάεδρον · τῶν δὲ λειπομένων δυεῖν τοῦ ὀκταέδρου μεῖζον ἢ διπλάσιον πλήθει τριγώνων τὸ εἰκοσάεδρον, διὸ τὴν
γένεσιν ἅμα πάντα λαμβάνειν ἐκ τὴν ὕλης ἀδύνατόν ἐστι. τὰ γὰρ λεπτὰ καὶ μικρὰ καὶ ταῖς κατασκευαῖς ἁπλούστερα πρῶτα τῷ κινοῦντι καὶ διαπλάττοντι τὴν ὕλην ὑπακούειν ἀνάγκη καὶ συντελεῖσθαι καὶ προϋφίστασθαι τῶν ἁδρομερῶν καὶ πολυσωμάτων καὶ τὴν σύστασιν ἐργωδεστέραν ἐχόντων, ἐξ ὧν τὸ δωδεκάεδρον. ἕπεται δὲ τούτῳ τὸ μόνον εἶναι σῶμα πρῶτον τὴν πυραμίδα, τῶν δʼ ἄλλων μηδέν, ἀπολειπομένων τῇ φύσει τῆς γενέσεως. ἔστιν οὖν ἴαμα καὶ ταύτης τῆς ἀτοπίας ἡ τῆς ὕλης εἰς πέντε κόσμους διαίρεσις καὶ διάστασις. ὅπου μὲν γὰρ πυραμὶς ʽ ὑπέστησε[*](ὑπέστησε] ὑφέστηκε Emperius) γὰρ πρῶτον̓, ὅπου δʼ ὀκτάεδρον, ὅπου δʼ εἰκοσάεδρον. ἐκ δὲ τοῦ προϋποστάντος ἐν ἑκάστῳ[*](ἑκάστῳ Anonymus: ἑκάστῃ ) τὰ λοιπὰ τὴν γένεσιν ἕξει, κατὰ σύγκρισιν καὶ διάκρισιν[*](καὶ διάκρισιν Turnebus) μερῶν εἰς πάντα γιγνομένης πᾶσι μεταβολῆς, ὡς αὐτὸς ὁ Πλάτων[*](Πλάτων] Tim. p. 56 sqq.) ὑποδείκνυσι διὰ πάντων σχεδὸν ἐπεξιών ἡμῖν δὲ βραχέως ἀρκέσει μαθεῖν. ἐπεὶ γὰρ ἀὴρ[*](γὰρ ἀὲρ *: γὰρ ἦν ) μὲν σβεννυμένου πυρὸς ὑφίσταται, καὶ λεπτυνόμενος αὖθις ἐξ αὑτοῦ[*](αὑτοῦ *: αὐτοῦ ) πῦρ ἀναδίδωσιν, ἐν τοῖς ἑκατέροις[*](ἑκατέρου?) σπέρμασι τὰ πάθη δεῖ θεᾶσθαι καὶ τὰς μεταβολάς. σπέρματα δὲ πυρὸς μὲν ἡ πυραμίς, ἐξ εἴκοσι καὶ τεσσάρων πρώτων τριγώνων· τὸ δʼ ὀκτάεδρον ἀέρος[*](ὂν ἀέρος?) ἐκ τεσσαράκοντα καὶ ὀκτὼ τῶν αὐτῶν γίγνεται. γίγνεται τοίνυν ἀέρος μὲν ἓν στοιχεῖον, ἐκ δυεῖν πυρὸς ---[*](lac. 7 litt. in E) συγκραθέντων καὶ συστάντων, τὸ δʼ ἀέρος αὖ κερματιζόμενον εἰς δύο πυρὸςκαὶ ὁ Ἀμμώνιος; ἀνδρικῶς μέν ἔφη ταῦτα τῷ Θεοδώρῳ καὶ φιλοτίμως διαπεπόνηται θαυμάσαιμι δʼ ἄν, εἰ μὴ δόξειε χρῆσθαι λήμμασιν ἀναιρετικοῖς ἀλλήλων. ἀξιοῖ γὰρ ἅμα πᾶσι τοῖς πέντε μὴ γίγνεσθαι τὴν σύστασιν, ἀλλὰ τὸ λεπτότατον[*](λεπτότατον X: ἁπλότατον ) ἀεὶ καὶ διʼ ἐλάττονος πραγματείας συνιστάμενον προεκπίπτειν εἰς γένεσιν. εἶθʼ ὥσπερ ἀκόλουθον οὐ μαχόμενον τούτῳ τίθησι τὸ μὴ πᾶσαν ὕλην πρῶτον εἰσφέρειν τὸ λεπτότατον καὶ ἁπλούστατον, ἀλλʼ ἐνιαχῆ τὰ ἐμβριθῆ καὶ πολυμερῆ φθάνειν προανίσχοντα ταῖς γενέσεσιν ἐκ τῆς ὕλης. ἄνευ δὲ τούτου, πέντε σωμάτων πρώτων ὑποκειμένων καὶ διὰ τοῦτο κόσμων λεγομένων εἶναι τοσούτων, πρὸς μόνα τὰ τέσσαρα τῇ πιθανότητι χρῆται, τὸν δὲ κύβον ὥσπερ ἐν παιδιᾷ ψήφων ὑφῄρηται, μήτʼ αὐτὸν εἰς ἐκεῖνα μεταβάλλειν πεφυκότα μήτʼ ἐκείνοις παρέχειν μεταβολὴν εἰς ἑαυτόν, ἅτε δὴ τῶν τριγώνων οὐχ ὁμογενῶν ὄντων. ἐκείνοις μὲν γὰρ ὑπόκειται κοινὸν ἐν πᾶσι τὸ ἡμιτρίγωνον, ἐν τούτῳ δʼ ἴδιον μόνῳ τὸ ἰσοσκελές, οὐ ποιοῦν πρὸς ἐκεῖνο σύννευσιν οὐδὲ[*](οὐδὲ *: οὔτε )
σύγκρασιν ἑνωτικήν. εἴπερ οὖν πέντε σωμάτων ὄντων καὶ πέντε κόσμων, ἓν ἐν[*](ἓν ἐν *: ἐν ) ἑκάστῳ τὴν ἡγεμονίαν ἔχει τῆς γενέσεως, ὅπου γέγονεν ὁ κύβος πρῶτος, οὐδὲν ἔσται τῶν ἄλλων εἰς οὐδὲν γὰρ ἐκείνων μεταβάλλειν πέφυκεν. ἐῶ γάρ, ὅτι καὶ τὸ τοῦ καλουμένου δωδεκαέδρου στοιχεῖον ἄλλο ποιοῦσιν, οὐκ ἐκεῖνο τὸ σκαληνόν, ἐξ οὗ τὴν πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον ὁ Πλάτων συνίστησιν. ὥσθʼ ἅμα γελῶν ὁ Ἀμμώνιος εἶπεν ἢ ταῦτά σοι διαλυτέον ἢ ἴδιόν τι λεκτέον περὶ τῆς κοινῆς ἀπορίας.κἀγώ πιθανώτερον οὐδὲν ἔχω λέγειν ἔν γε τῷ παρόντι· βέλτιον δʼ ἴσως ἐστὶν ἰδίας εὐθύνας ὑπέχειν δόξης ἢ ἀλλοτρίας;. λέγω τοίνυν αὖθις ἐξ ἀρχῆς, ὅτι δυεῖν ὑποκειμένων φύσεων, τῆς μὲν αἰσθητῆς ἐν γενέσει καὶ φθορᾷ μεταβόλου καὶ φορητῆς ἄλλοτʼ ἄλλως, ἑτέρας δʼ ἐν οὐσίᾳ νοητῆς ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης, δεινόν ἐστιν, ὦ ἑταῖρε, τὴν μὲν νοητὴν διωρίσθαι καὶ διαφορὰν ἔχειν ἐν ἑαυτῇ, τὴν δὲ σωματικὴν καὶ παθητικὴν εἰ μὴ μίαν τις ἀπολείπει[*](ἀπολείπει *: ἀπολείποι ) συμπεφυκυῖαν αὑτῇ καὶ συννεύουσαν ἀλλὰ χωρίζει καὶ διίστησιν, ἀγανακτεῖν καὶ δυσχεραίνειν. τὰ γὰρ μόνιμα καὶ θεῖα δήπου μᾶλλον αὑτῶν ἔχεσθαι προσήκει καὶ φεύγειν ὡς ἀνυστόν ἐστι τομὴν ἅπασαν καὶ διάστασιν. ἀλλὰ καὶ τούτων ἡ τοῦ ἑτέρου δύναμις ἁπτομένη μείζονας ἐνείργασται τῶν κατὰ τόπον διαστάσεων τοῖς νοητοῖς τὰς κατὰ λόγον καὶ ἰδέαν ἀνομοιότητας. ὅθεν ἐνιστάμενος
τοῖς ἓν τὸ πᾶν ἀποφαίνουσιν ὁ Πλάτων,[*](Πλάτων] Soph. p. 249 b sqq.) τὸ τʼ ὂν εἶναί φησι καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον, ἐπὶ πᾶσι δὲ κίνησιν καὶ στάσιν. ὄντων οὖν πέντε τούτων, οὐ θαυμαστὸν ἦν, εἰ τῶν πέντε σωματικῶν στοιχείων ἐκείνων ἕκαστον ἑκάστου μίμημα τῇ φύσει; καὶ εἴδωλόν ἐστι γεγενημένον οὐκ ἄμικτον οὐδʼ εἰλικρινές, ἀλλὰ τῷ μάλιστα μετέχειν ἕκαστον ἑκάστης δυνάμεως. ὁ μέν γε κύβος ἐμφανῶς στάσεως οἰκεῖόν ἐστι σῶμα[*](σῶμα] σῆμα X. cf. lin. ) διὰ τὴν τῶν ἐπιπέδων ἀσφάλειαν καὶ βεβαιότητα· τῆς δὲ πυραμίδος πᾶς ἄν τις τὸ πυροειδὲς καὶ κινητικὸν ἐν τῇ λεπτότητι τῶν πλευρῶν καὶ τῇ τῶν γωνιῶν ὀξύτητι κατανοήσειεν· ἡ δὲ τοῦ δωδεκαέδρου φύσις, περιληπτικὴ τῶν ἄλλων σχημάτων οὖσα τοῦ ὄντος εἰκὼν[*](εἰκὼν) πρὸς πᾶν ἂν[*](ἂν *) τὸ σωματικὸν γεγονέναι δόξειε· τῶν δὲ λοιπῶν δυεῖν τὸ μὲν εἰκοσάεδρον τῆς τοῦ ἑτέρου τὸ δʼ ὀκτάεδρον μάλιστα τῆς ταὐτοῦ μετείληχεν ἰδέας. διὸ τοῦτο μὲν ἀέρα σχετικὸν οὐσίας πάσης ἐν μιᾷ μορφῇ, θάτερον δʼ ὕδωρ ἐπὶ πλεῖστα τῷ κεράννυσθαι γένη ποιοτήτων τρεπόμενον[*](τρεπόμενον Turnebus: τρεπόμενα ) παρεῖχεν. εἴπερ οὖν ἡ φύσις ἀπαιτεῖ τὴν ἰσονομίαν ἐν πᾶσι, καὶ κόσμους εἰκός ἐστι μήτε πλείους γεγονέναι μήτʼ ἐλάττους τῶν παραδειγμάτων, ὅπως ἕκαστον ἐν[*](ἐν Vulcobius) ἑκάστῳ τάξιν ἡγεμονικὴν ἔχῃ καὶ δύναμιν, ὥσπερ ἐν ταῖς συστάσεσι τῶν σωμάτων ἔσχηκεν.οὐ μὴν ἀλλὰ τοῦτο μὲν ἔστω παραμυθία
τοῦ θαυμάζοντος, εἰ τὴν ἐν γενέσει καὶ μεταβολῇ φύσιν εἰς γένη τοσαῦτα διαιροῦμεν. ἐκεῖνο δʼ ἤδη σκοπεῖτε κοινῇ προσέχοντες, ὅτι τῶν ἀνωτάτω[*](τῶν ἀνωτάτων Benselerus) ἀρχῶν, λέγω δὲ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἡ μὲν ἀμορφίας πάσης στοιχεῖον οὖσα καὶ ἀταξίας ἀπειρία κέκληται ἡ δʼ τοῦ ἑνὸς φύσις ὁρίζουσα καὶ καταλαμβάνουσα τῆς ἀπειρίας τὸ κενὸν[*](κενὸν Turnebus: στενὸν ) καὶ ἄλογον καὶ ἀόριστον ἔμμορφον παρέχεται, καὶ τὴν ἑπομένην περὶ τὰ αἰσθητὰ δείξει καταγόρευσιν ἁμωσγέπως ὑπομένον καὶ δεχόμενον. αὗται δὲ πρῶτον αἱ ἀρχαὶ περὶ τὸν ἀριθμὸν ἐπιφαίνονται, μᾶλλον δʼ ὅλως ἀριθμὸς οὐκ ἔστι τὸ πλῆθος, ἂν μὴ καθάπερ εἶδος ὕλης τὸ ἓν γενόμενον[*](ἓν γενόμενον Emperius: ἐγγενόμενον ) ἐκ τῆς ἀπειρίας τοῦ ἀορίστου πῆ μὲν πλεῖον πῆ δʼ ἔλαττον ἀποτέμνηται. τότε γὰρ ἀριθμὸς γίγνεται τῶν πληθῶν ἕκαστον ὑπὸ τοῦ ἑνὸς ὁριζόμενον ἐὰν δʼ ἀναιρεθῇ τὸ ἕν, πάλιν ἡ ἀόριστος δυὰς συγχέασα πᾶν ἄρρυθμον καὶ ἄπειρον καὶ ἄμετρον ἐποίησεν. ἐπεὶ δὲ τὸ εἶδος οὐκ ἀναίρεσίς ἐστι τῆς ὕλης ἀλλὰ μορφὴ καὶ τάξις ὑποκειμένης, ἀνάγκη καὶ τῷ ἀριθμῷ τὰς ἀρχὰς ἐνυπάρχειν ἀμφοτέρας, ὅθεν ἡ πρώτη καὶ μεγίστη διαφορὰ καὶ ἀνομοιότης γέγονεν. ἔστι γὰρ ἡ μὲν ἀόριστος ἀρχὴ τοῦ ἀρτίου δημιουργὸς ἡ δὲ βελτίων τοῦ περιττοῦ[*](τοῦ περιττοῦ idem: ὥσπερ ἡ τούτου ) πρῶτος δὲ τῶν ἀρτίων τὰ δύο καὶ τὰ τρία τῶν περιττῶν, ἐξ ὧν τὰ πέντε τῇ μὲν συνθέσει κοινὸς ὢν ἀμφοῖν ἀριθμὸς τῇ δὲ δυνάμει γεγονὼς περιττός. ἔδει γάρ, εἰς πλείονα μέρη τοῦ αἰσθητοῦ καὶ σωματικοῦ μεριζομένου διὰ τὴν σύμφυτον ἀνάγκην[*](σύμφυτον ἀνάγκην W: σύμφυσιν ἀνάγκη ) τῆς ἑτερότητος, μήτε[*](μήτε *: μηδὲ ) τὸν πρῶτον ἄρτιον γενέσθαι μήτε τὸν πρῶτον περιττόν, ἀλλὰ τὸν τρίτον ἐκ τούτων ἀποτελούμενον, ὅπως ἀπʼ ἀμφοτέρων τῶν ἀρχῶν γένηται, καὶ τῆς τὸ ἄρτιον δημιουργούσης καὶ τῆς τὸ περιττόν· οὐ γὰρ ἦν οἷόν τε τῆς ἑτέρας ἀπαλλαγῆναι τὴν ἑτέραν· ἑκατέρα γὰρ ἀρχῆς; φύσιν ἔχει καὶ δύναμιν. ἀμφοτέρων οὖν συνδυαζομένων, ἡ βελτίων κρατήσασα τῆς ἀοριστίας διαιρούσης τὸ σωματικὸν ἐνέστη, καὶ τῆς ὕλης ἐν ἀμφοτέροις διισταμένης μέσην τὴν μονάδα θεμένη δίχα νεμηθῆναι τὸ πᾶν οὐκ εἴασεν, ἀλλὰ πλῆθος μὲν γέγονε κόσμων ὑπὸ τῆς ἑτερότητος τοῦ ἀορίστου καὶ διαφορᾶς, περιττὸν δὲ πλῆθος ἡ ταὐτοῦ καὶ ὡρισμένου δύναμις ἀπείργασται, περιττὸν δὲ τοιοῦτον, ὅτι πορρωτέρω τὴν φύσιν ἢ βέλτιον ἔχει προελθεῖν οὐκ εἴασεν. εἰ μὲν γὰρ ἀμιγὲς καὶ καθαρὸν ἦν τὸ ἕν, οὐδʼ ἂν[*](οὐδʼ ἂν *: οὐδὲν ) ὅλως εἶχεν ἡ ὕλη διάστασιν· ἐπεὶ δὲ τῷ διαιρετικῷ τῆς δυάδος μέμικται, τομὴν μὲν ἐδέξατο καὶ διαίρεσιν, ἐνταῦθα δʼ ἔστη τῷ περισσῷ τοῦ ἀρτίου κρατηθέντος.διὸ καὶ πεμπάσασθαι τὸ ἀριθμῆσαι τοῖς παλαιοῖς ἔθος ἦν καλεῖν. οἶμαι δὲ καὶ τὰ πάντα τῶν πέντε παρώνυμα γεγονέναι κατὰ λόγον, ἅτε δὴ τῆς πεντάδος[*](malim πεμπάδος hic et infra) ἐκ τῶν πρώτων ἀριθμῶν συνεστώσης. καὶ γὰρ οἱ μὲν ἄλλοι πολλαπλασιαζόμενοι πρὸς
τί δῆτα, φήσαι τις ἄν, ὁ Πλάτων[*](Πλάτων] Tim. p. 55 c sqq.) ἐπὶ τὰ πέντε σχήματα τὸν τῶν πέντε κόσμων ἀριθμὸν ἀνήνεγκεν, εἰπὼν ὅτι τῇ πέμπτῃ συστάσει ὁ θεὸς ἐπὶ τὸ πᾶν κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν·[*](διαζογραφῶν] Patzigius ex Plat. 1. 1. et p. 1003 c: διαγράφων) εἶτα τὴν περὶ τοῦ πλήθους τῶν κόσμων ὑποθεὶς ἀπορίαν, πότερον ἕνʼ ἢ πέντʼ αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν προσήκει, δῆλός ἐστιν ἐντεῦθεν οἰόμενος ὡρμῆσθαι τὴν ὑπόνοιαν. εἴπερ οὖν δεῖ πρὸς τὴν ἐκείνου διάνοιαν ἐπάγειν τὸ εἰκός, σκοπῶμεν[*](ἐπάγειν - σκοπῶμεν W: ἀπάγειν - σκοπῶν ) ὅτι ταῖς τῶν σωμάτων καὶ σχημάτων ἐκείνων διαφοραῖς ἀνάγκη καὶ κινήσεων εὐθὺς ἕπεσθαι διαφοράς, ὥσπερ αὐτὸς διδάσκει, τὸ διακρινόμενον ἢ συγκρινόμενον ἅμα[*](ἅμα Turnebus: ὄνομα ) τῆς οὐσίας τῇ ἑτεροιώσει καὶ τὸν τόπον μεταλλάττειν ἀποφαινόμενος. ἂν γὰρ ἐξ ἀέρος πῦρ γένηται, λυθέντος τοῦ ὀκταέδρου καὶ κερματισθέντος εἰς πυραμίδας, ἢ πάλιν ἀὴρ ἐκ πυρός, συνωσθέντος καὶ συνθλιβέντος εἰς ὀκτάεδρον, οὐ δυνατὸν μένειν ὅπου πρότερον ἦν, ἀλλὰ φεύγει καὶ φέρεται πρὸς
ἑτέραν χώραν ἐκβιαζόμενον καὶ μαχόμενον τοῖς ἐνισταμένοις καὶ κατεπείγουσιν. ἔτι δὲ μᾶλλον εἰκόνι τὸ συμβαῖνον ἐνδείκνυται,[*](ἐνδείκνυται Turnebus: ἐκδείκνυται ) τοῖς ὑπὸ τῶν πλοκάνων[*](ὑπὸ τῶν πλοκάνων Plato Tim. p. 52 e: ἐπὶ τῶν ἐπειγόντων ) καὶ ὀργάνων τῶν[*](τῶν idem) περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις[*](σειομένοις ex eodem Turnebus: ἐγκειμένοις ) καὶ ἀναλικμωμένοις ὁμοίως λέγων τὰ στοιχεῖα σείοντα τὴν ὕλην ὑπʼ ἐκείνης; τε σειόμενα, προσχωρεῖν ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις, ἄλλην τε χώραν ἄλλα ἴσχειν[*](ἄλλα ἴσχειν idem ex eodem: ἄλλας οἱ ) πρὶν ἐξ αὐτῶν γενέσθαι τὸ πᾶν διακοσμηθέν οὕτως οὖν[*](οὖν] τοίνυν Duebnerus) τῆς ὕλης ἐχούσης ὡς ἔχειν τὸ πᾶν εἰκός, οὗ θεὸς[*](οὗ θεὸς W ex Platone: εὐθέως ) ἄπεστιν, εὐθὺς αἱ πρῶται πέντε ποιότητες ἰδίας ἔχουσαι ῥοπὰς ἐφέροντο χωρίς, οὐ παντάπασιν οὐδʼ εἰλικρινῶς ἀποκρινόμεναι, διὰ τὸ πάντων ἀναμεμιγμένων ἀεὶ τὰ κρατούμενα τοῖς ἐπικρατοῦσι παρὰ[*](παρὰ] κατὰ X) φύσιν ἕπεσθαι. διὸ δὴ τοῖς τῶν σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους μερίδας καὶ διαστάσεις ἐποίησαν, τὴν μὲν οὐ καθαροῦ πυρὸς ἀλλὰ πυροειδῆ, τὴν δʼ οὐκ ἀμιγοῦς αἰθέρος ἀλλʼ αἰθεροειδῆ, τὴν δʼ οὐ γῆς αὐτῆς καθʼ ἑαυτὴν ἀλλὰ γεοειδῆ· μάλιστα δὲ καὶ τὴν ἀέρος κοίνωσιν τὴν ὕδατος διὰ τὸ πολλῶν, ὥσπερ εἴρηται, τῶν ἄλλων φύλων[*](φύλων Huttenus: φύλλων ) ἀναπεπλησμένʼ[*](ἀναπεπλησμένα Turnebus: ἀναπεπλησμένων ) ἀπελθεῖν. οὐ γὰρ ὁ θεὸς διέστησεν οὐδὲ διῴκισε τὴν οὐσίαν, ἀλλʼ ὑπʼ αὐτῆς διεστῶσαν αὐτὴν καὶ φερομένην χωρὶς ἐν ἀκοσμίαις τοσαύταις παραλαβὼν, ἔταξε καὶ συνήρμοσε διʼ ἀναλογίας καὶ μεσότητος· εἶθʼ ἑκάστῃ λόγον ἐγκαταστήσας ὥσπερ ἁρμοστὴν καὶ φύλακα, κόσμους ἐποίησε τοσούτους, ὅσα γένη τῶν πρώτων σωμάτων ὑπῆρχε. ταῦτα μὲν οὖν τῇ Πλάτωνος ἀνακείσθω χάριτι διʼ Ἀμμώνιον· ἐγὼ δὲ περὶ μὲν ἀριθμοῦ κόσμων οὐκ ἄν ποτε διισχυρισαίμην ὅτι τοσοῦτοι, τὴν, δὲ πλείονας μὲν ἑνὸς οὐ μὴν ἀπείρους ἀλλʼ ὡρισμένους πλήθει τιθεμένην δόξαν, οὐδετέρας ἐκείνων ἀλογωτέραν ἡγοῦμαι, τὸ φύσει τῆς ὕλης σκεδαστὸν καὶ μεριστὸν ὁρῶν οὔτʼ ἐφʼ ἑνὸς μένον οὔτʼ εἰς ἄπειρον ὑπὸ τοῦ λόγου βαδίζειν ἐώμενον. εἰ δʼ ἀλλαχόθι που κἀνταῦθα[*](κἀνταῦθα X: κἂν ) τῆς Ἀκαδημείας[*](Ἀκαδημείας *: ἀκαδημίας ) ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν, καὶ τὴν ἀσφάλειαν ὥσπερ ἐν χωρίῳ σφαλερῷ, τῷ περὶ τῆς ἀπειρίας λόγῳ, μόνον διασῴζωμεν.ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Δημήτριος ὀρθῶς ἔφη Λαμπρίας παραινεῖ. πολλαῖς γὰρ οἱ θεοὶ μορφαῖς οὐ σοφισμάτων ὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck p. 674) φησίν, ἀλλὰ πραγμάτων σφάλλουσιν ἡμᾶς, ὅταν ὡς ἐπιστάμενοι τολμῶμεν ἀποφαίνεσθαι περὶ τηλικούτων. ἀλλʼ ἀνοιστέος[*](ἀνοιστέος] Nauck p. 674) ὁ[*](ὁ M) λόγος, ὡς ὁ αὐτὸς ἀνήρ φησιν, ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. τὸ γὰρ ἀφισταμένων καὶ ἀπολειπόντων τὰ χρηστήρια τῶν δαιμόνων ὥσπερ ὄργανα τεχνιτῶν ἀργὰ καὶ ἄναυδα κεῖσθαι λεχθέν, ἕτερον λόγον ἐγείρει τὸν περὶ τῆς αἰτίας μείζονα καὶ δυνάμεως, ᾗ[*](ᾗ Turnebus: ᾧ ) χρώμενοι ποιοῦσι κατόχους τοῖς
ἐνθουσιασμοῖς καὶ φαντασιαστικοὺς τοὺς προφήτας καὶ τὰς προφήτιδας. οὐ γὰρ οἷόν τε τὴν ἔκλειψιν αἰτιᾶσθαι τοῦ ἀπαυδᾶν τὰ μαντεῖα, μὴ πεισθέντας ὃν τρόπον ἐφεστῶτες αὐτοῖς καὶ παρόντες ἐνεργὰ καὶ λόγια ποιοῦσιν οἱ δαίμονες. ὑπολαβὼν δʼ ὁ Ἀμμώνιος οἴει γὰρ ἕτερόν τι τοὺς δαίμονας εἶπεν[*](εἶπεν Turnebus: εἰπεὶν ) ἢ ψυχὰς ὄντας περιπολεῖν καθʼ Ἡσίοδον[*](Ἡσίοδον] OD 125) ἠέρα ἑσσαμένους;ʼ ἐμοὶ μὲν γάρ, ἣν ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον τραγῳδίαν ἢ κωμῳδίαν, ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς[*](ψυχὴ πρὸς X) ψυχὴν ἐνεσκευασμένην σῶμα τῷ[*](τῷ Emperius) παρόντι βίῳ πρόσφορον.[*](πρόσφορον R: προσφέρειν ) οὐδὲν οὖν ἄλογον οὐδὲ θαυμαστόν, εἰ ψυχαὶ ψυχαῖς ἐντυγχάνουσαι φαντασίας ἐμποιοῦσι τοῦ μέλλοντος, ὥσπερ ἡμεῖς ἀλλήλοις οὐ πάντα διὰ φωνῆς ἀλλὰ καὶ γράμμασι καὶ θιγόντες μόνον καὶ προσβλέψαντες πολλὰ καὶ μηνύομεν τῶν γεγονότων καὶ τῶν ἐσομένων προσημαίνομεν. εἰ μή τι σὺ λέγεις ἕτερον, ὦ Λαμπρία· καὶ γὰρ ἔναγχος ἧκέ τις φωνὴ πρὸς ἡμᾶς, ὡς σοῦ πολλὰ περὶ τούτων ἐν Λεβαδείᾳ[*](Λεβαδείᾳ *: λεβαδίᾳ ) ξένοις διαλεχθέντος, ὧν οὐδὲν ὁ διηγούμενος ἀκριβῶς διεμνημόνευσε. μὴ θαυμάσῃς ἔφην ἐγώ, πολλαὶ γὰρ ἅμα πράξεις διὰ μέσου καὶ ἀσχολίαι συντυγχάνουσαι διὰ τὸ μαντεῖον εἶναι καὶ θυσίαν, τοὺς λόγους διεσπαρμένους ἡμῖν καὶ σποράδας ἐποίησαν ἀλλὰ νῦν ὁ Ἀμμώνιος ἔφη καὶ σχολὴν ἄγοντας ἀκροατὰς ἔχεις[*](ἔχεις Basileensis: ἔχει ) καὶ προθύμους[*](προθύμους R: πρόθυμοι ) τὰ μὲν ζητεῖν τὰ δὲ μανθάνειν, ἔριδος ἐκποδὼν οὔσης καὶ φιλονεικίας ἁπάσης. συγγνώμης δὲ παντὶ λόγῳ καὶ παρρησίας ὡς ὁρᾷς δεδομένης.ταῦτα δὴ καὶ τῶν ἄλλων συμπαρακαλούντων, μικρὸν ἐγὼ σιωπήσας καὶ μὴν ἀπὸ τύχης τινός, ὦ Ἀμμώνιε, τοῖς τότε λόγοις αὐτὸς ἀρχήν τινα καὶ πάροδον ἐνδέδωκας. εἰ γὰρ αἱ διακριθεῖσαι σώματος ἢ μὴ μετασχοῦσαι τὸ παράπαν ψυχαὶ δαίμονές εἰσι κατὰ σὲ καὶ τὸν θεῖον Ἡσίοδον[*](Ἡσίοδον] OD 123, ubi ἐσθλοὶ pro ἁγνοὶ )
ἁγνοὶ ἐπιχθόνιοι φύλακες θνητῶν ἀνθρώπωνδιὰ τί τὰς ἐν τοῖς σώμασι ψυχὰς; ἐκείνης τῆς δυνάμεως ἀποστεροῦμεν, ᾗ τὰ μέλλοντα καὶ προγιγνώσκειν πεφύκασι καὶ προδηλοῦν οἱ δαίμονες; οὔτε γὰρ δύναμιν οὔτε μέρος οὐδὲν ἐπιγίγνεσθαι ταῖς ψυχαῖς, ὅταν ἀπολίπωσι τὸ σῶμα, μὴ κεκτημέναις πρότερον εἰκός ἐστιν· ἀλλʼ ἀεὶ μὲν ἔχειν ἔχειν δὲ φαυλότερα τῷ σώματι μεμιγμένας,[*](malim μεμιγμέναις ) καὶ τὰ μὲν ὅλως ἄδηλα καὶ κεκρυμμένα τὰ δʼ ἀσθενῆ καὶ ἀμαυρὰ καὶ τοῖς διʼ ὁμίχλης ὁρῶσιν ἢ κινουμένοις ἐν ὑγρῷ παραπλησίως δύσεργα καὶ βραδέα, καὶ πολλὴν ποθοῦντα θεραπείαν τοῦ οἰκείου καὶ ἀνάληψιν ἀφαίρεσιν δὲ καὶ κάθαρσιν τοῦ καλύπτοντος.[*](καλύπτοντος Emperius: κλέπτοντος ) ὥσπερ γὰρ ὁ ἥλιος οὐχ ὅταν διαφύγῃ τὰ νέφη γίγνεται λαμπρός, ἀλλʼ ἔστι μὲν ἀεὶ φαίνεται δʼ ἡμῖν ἐν ὁμίχλῃ δυσφαὴς καὶ ἀμαυρός· οὕτως ἡ ψυχὴ τὴν μαντικὴν οὐκ ἐπικτᾶται δύναμιν ἐκβᾶσα τοῦ σώματος ὥσπερ νέφους, ἀλλʼ ἔχουσα καὶ νῦν τυφλοῦται διὰ τὴν πρὸς τὸ θνητὸν ἀνάμιξιν αὐτῆς καὶ σύγχυσιν. οὐ δεῖ δὲ θαυμάζειν οὐδʼ ἀπιστεῖν ὁρῶντας, εἰ μηδὲν ἄλλο, τῆς ψυχῆς τὴν ἀντίστροφον τῇ μαντικῇ δύναμιν, ἣν μνήμην καλοῦμεν, ἡλίκον ἔργον ἀποδείκνυται τῷ[*](τῷ *: τό ) σῴζειν τὰ παρῳχημένα καὶ φυλάττειν, μᾶλλον δὲ τὰ μηδὲ ὄντα·[*](δὲ τὰ μηδὲ ὄντα *: δὲ ὄντα ) τῶν γὰρ γεγονότων οὐδὲν ἔστιν οὐδʼ ὑφέστηκεν, ἀλλʼ ἅμα γίγνεται πάντα καὶ φθείρεται, καὶ πράξεις καὶ λόγοι καὶ παθήματα, τοῦ χρόνου καθάπερ ῥεύματος ἕκαστα παραφέροντος αὕτη δὲ τῆς ψυχῆς ἡ δύναμις οὐκ οἶδʼ ὅντινα τρόπον ἀντιλαμβανομένη τοῖς μὴ παροῦσι φαντασίαν καὶ οὐσίαν περιτίθησιν. ὁ μὲν γὰρ Θεσσαλοῖς περὶ Ἄρνης[*](Ἀρνης Turnebus: ἄννης ) δοθεὶς χρησμὸς ἐκέλευε φράζειν
κωφοῦ τʼ ἀκοὴν τυφλοῖό τε δέρξινἡ δὲ μνήμη καὶ κωφῶν πραγμάτων ἀκοὴ καὶ τυφλῶν ὄψις ἡμῖν ἐστιν. ὅθεν, ὡς ἔφην, οὐκ ἔστι θαυμαστόν, εἰ κρατοῦσα τῶν μηκέτʼ ὄντων προλαμβάνει πολλὰ τῶν μηδέπω γεγονότων· ταῦτα γὰρ αὐτῇ μᾶλλον προσήκει καὶ τούτοις συμπαθής ἐστι· καὶ γὰρ ἐπιβάλλεται καὶ προτίθεται πρὸς τὰ[*](πρὸς τὰ] τὰ Stegmannus) μέλλοντα καὶ παρῳχημένων καὶ[*](καὶ τῶν παρῳκημένων idem) τέλος ἐχόντων ἀπήλλακται πλὴν τοῦ μνημονεύειν.
ταύτην οὖν ἔχουσαι τὴν δύναμιν αἱ[*](αἱ *) ψυχαὶ σύμφυτον[*](σύμφυρτον C. F. Hermannus. σύγχυτον Madvigius; sed cf. p. 451 c) μὲν ἀλλʼ ἀμυδρὰν[*](ἀλλʼ ἀμυδρὰν Emperius: καὶ ἀμυδρὸν ) καὶ δυσφάνταστον, ὅμως
ἐξανθοῦσι πολλάκις καὶ ἀναλαμβάνουσιν[*](ἀναλαμβάνουσιν] ἀναλάμπουσιν Emperius) ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς[*](τελετὰς) ἔνιαι, καθαροῦ γιγνομένου τοῦ σώματος ἤ τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, ἢ τῷ[*](τῷ Emperius) τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων τῷ[*](τῷ idem) ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι.[*](ἐπιστρεφόμεναι W: ἐπιστρεφομένας ) οὐ γάρ, ὡς ὁ Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 674) φησί,μάντις δʼ[*](δʼ Euripides) ἄριστος ὅστις εἰκάζει καλῶς,ʼἀλλʼ οὗτος ἔμφρων[*](ἔμφρων W: ὁμόφρων ) μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι τῆς ψυχῆς καὶ μετʼ εἰκότος ἡγουμένῳ καθʼ ὁδὸν ἑπόμενος. τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν[*](φαντασιῶν R: φανταστῶν ) πάθεσι καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος, ὅταν ἐκστῇ μάλιστα τοῦ παρόντος. ἐξίσταται δὲ κράσει καὶ διαθέσει τοῦ σώματος, ἐν μεταβολῇ γιγνόμενον, ὃν ἐνθουσιασμὸν καλοῦμεν. αὐτὸ μὲν οὖν ἐξ αὑτοῦ τὸ σῶμα τοιαύτην πολλάκις ἴσχει διάθεσιν ἡ δὲ γῆ πολλῶν μὲν ἄλλων δυνάμεων πηγὰς ἀνίησιν ἀνθρώποις, τὰς μὲν ἐκστατικὰς καὶ νοσώδεις καὶ θανατηφόρους τὰς δὲ χρηστὰς καὶ προσηνεῖς καὶ ὠφελίμους, ὡς δῆλαι[*](δῆλαι Turnebus: δῆλα ) γίγνονται πείρᾳ προστυγχάνουσι. τὸ δὲ μαντικὸν ῥεῦμα καὶ πνεῦμα θειότατόν ἐστι καὶ ὁσιώτατον, ἄν τε καθʼ ἑαυτὸ διʼ ἀέρος ἄν τε μεθʼ ὑγροῦ
κατʼ Εὐριπίδην, ὅταν ἔνθερμος ἡ ψυχὴ γενομένη καὶ πυρώδης ἀπώσηται τὴν εὐλάβειαν, ἣν ἡ θνητὴ φρόνησις ἐπάγουσα πολλάκις ἀποστρέφει καὶ κατασβέννυσι τὸν ἐνθουσιασμόν.
- τὸ γὰρ βακχεύσιμον
- καὶ τὸ μανιῶδες μαντικὴν[*](μαντικὴν Euripides (Bacch. v. 298): μαντευτικὴν ) πολλὴν ἔχει