De Defectu Oraculorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

καὶ ὁ Κλεόμβροτος ἀλλὰ θαυμάσαιμʼ ἄν εἶπεν εἰ μὴ πολὺ φαίνεται τῶν εἰρημένων ἡμῖν ἀτοπώτερος. καίτοι δοκεῖ φυσιολογίας ἔχεσθαι, καὶ Πλάτων αὐτῷ παρέσχε τὸ ἐνδόσιμον οὐχ ἁπλῶς ἀποφηνάμενος ἐκ δόξης δʼ ἀμαυρᾶς καὶ ὑπόνοιαν ἐμβαλὼν αἰνιγματώδη μετʼ εὐλαβείας· ἀλλʼ ὅμως πολλὴ γέγονε κἀκείνου καταβόησις ὑπὸ τῶν ἄλλων φιλοσόφων. ἐπεὶ δὲ μύθων καὶ λόγων ἀναμεμιγμένων κρατὴρ ἐν μέσῳ πρόκειται ʽ καὶ ποῦ τις ἂν[*](ποῦ τις ἂν Emperius: που τις ἐν ) εὐμενεστέροις ἀκροαταῖς ἐπιτυχὼν ὥσπερ νομίσματα ξενικὰ τούτους δοκιμάσειε τοὺς λόγους;ʼ, οὐκ ὀκνῶ[*](οὐκ ὀκνῶ] οὐχ ὁρῶ mei codd.) χαρίζεσθαι βαρβάρου διήγησιν ἀνδρός, ὃν πλάναις πολλαῖς καὶ μήνυτρα τελέσας μεγάλα, περὶ τὴν Ἐρυθρὰν θάλασσαν ἀνθρώποις ἀνὰ πᾶν ἔτος ἅπαξ ἐντυγχάνοντα τἄλλα δὲ συνόντα[*](συνόντα R: σὺν ταῖς ) νύμφαις νομάσι καὶ δαίμοσιν, ὡς ἔφασκε, μόλις ἐξανευρὼν ἔτυχον λόγου καὶ φιλοφροσύνης. κάλλιστος μὲν ἦν ὧν εἶδον ἀνθρώπων ὀφθῆναι νόσου τε πάσης ἀπαθὴς διετέλει, Β καρπόν τινα πόας φαρμακώδη καὶ πικρὸν ἑκάστου μηνὸς ἅπαξ προσφερόμενος· γλώσσαις δὲ πολλαῖς ἤσκητο χρῆσθαι, πρὸς δʼ ἐμὲ τὸ πλεῖστον ἐδώριζεν

οὐ πόρρω μελῶν. φθεγγομένου δέ, τὸν τόπον εὐωδία κατεῖχε, τοῦ στόματος ἥδιστον ἀποπνέοντος. ἡ μὲν οὖν ἄλλη μάθησις καὶ ἱστορία συνῆν αὐτῷ τὸν πάντα χρόνον· εἰς δὲ μαντικὴν ἐνεπνεῖτο μίαν ἡμέραν ἔτους ἑκάστου καὶ προεθέσπιζε[*](προὐθέσπιζε?) κατιὼν ἐπὶ θάλατταν, ἐπεφοίτων δὲ καὶ δυνάσται καὶ γραμματεῖς βασιλέων εἶτʼ ἀπῄεσαν. ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας· πλεῖστον[*](πλεῖστον Eusebius: ἥδιστον ) δὲ Δελφῶν λόγον εἶχε, καὶ τῶν[*](καὶ τῶν idem: καὶ περὶ τῶν ) λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα καὶ ταῦτα δὴ τὰ[*](τὰ idem) περὶ Πύθωνα.[*](Πύθωνα] τὴν Πυθίαν Eusebius) τῷ δʼ ἀποκτείναντι μήτʼ ἐννέα ἐτῶν μήτʼ εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλʼ ἐκπεσόντʼ ἐλθεῖν εἰς ἕτερον κόσμον·[*](τὴν φυγὴν - κόσμον idem: μετὰ τοῦ φυγεῖν αὐτὸν ἐκπεσόντα κόσμον ) ὕστερον δʼ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον ἀληθῶς[*](ὡς ἀληθῶς idem) κατελθόντα[*](κατελθόντα idem: καὶ ἐλθόντα ) τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλαττόμενον. οὕτω δʼ ἔχειν[*](ἔχειν idem: ἔχει ) καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικά· δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας, εἶτα φυγὰς τῶν κρατηθέντων ἢ δίκας[*](δίκας idem: δικώσεις ) ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφὼν λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν, ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ[*](τιμαὶ] τιμαὶ παρʼ ἡμῖν idem) ἢ καὶ παντάπασιν ἐκλελοίπασι, μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ
καὶ Σολύμους πυνθάνομαι τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δʼ ἀποκτείνας τοὺς ἄρχοντας αὐτῶν, Ἄρσαλον καὶ Δρύον[*](Δρύον] Ἀρυτον Eusebius) καὶ Τρωσοβιόν,[*](Τρωσοβιὸν] Τόσιβιν idem) ἔφυγε καὶ μετεχώρησεν ὁποιδήποτε ʽ τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν̓, ἐκεῖνον[*](ἐκεῖνον idem: ἐκείνους ) μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκληροὺς θεοὺς προσαγορεύεσθαι, καὶ τὰς κατάρας ἐπὶ τούτων[*](τούτων idem: τούτῳ ) ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν θεολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν, οὐ θαυμαστέον εἶπεν ὁ ξένος ᾧ γὰρ ἕκαστος θεῷ συντέτακται καὶ παρʼ οὗ δυνάμεως καὶ τιμῆς εἴληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι. καὶ γὰρ ἡμῶν ὁ μὲν τίς ἐστι Δίιος[*](Δίος idem) ὁ δʼ Ἀθηναῖος ὁ δʼ Ἀπολλώνιος ἢ Διονύσιος ἢ Ἑρμαῖος· ἀλλʼ ἔνιοι μὲν ὀρθῶς; κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας ἀλλʼ ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.

σιωπήσαντος δὲ τοῦ Κλεομβρότου, πᾶσι μὲν ὁ λόγος ἐφάνη θαυμαστός. τοῦ δʼ Ἡρακλέωνος πυθομένου πῆ ταῦτα προσήκει[*](πῆ - προσήκει Turnebus: μὴ - προσήκειν ) Πλάτωνι[*](Πλάτωνι Tim. p. 55 c. d.) καὶ πῶς ἐκεῖνος τὸ ἐνδόσιμον τῷ λόγῳ τούτῳ παρέσχεν, ὁ Κλεόμβροτος; εὖ μνημονεύεις εἶπεν ὅτι τὴν μὲν ἀπειρίαν αὐτόθεν ἀπέγνω τῶν κόσμων, περὶ δὲ πλήθους ὡρισμένου διηπόρησε, καὶ μέχρι τῶν πέντε

τοῖς ὑποτιθεμένοις κατὰ στοιχεῖον ἕνα κόσμον ἐπιχωρήσας τὸ εἰκὸς, αὐτὸς ἑαυτὸν ἐφʼ ἑνὸς ἐτήρησεν. καὶ δοκεῖ τοῦτο Πλάτωνος ἴδιον εἶναι, τῶν ἄλλων σφόδρα φοβηθέντων τὸ πλῆθος, ὡς τοὺς ἑνὶ[*](ἑνὶ W: ἐπὶ ) τὴν ὕλην μὴ ὁρίσαντας ἀλλʼ, ἐκβάντας εὐθὺς ἀορίστου καὶ χαλεπῆς ἀπειρίας ὑπολαμβανούσης. ὁ δὲ ξένος ἔφην ἐγώ περὶ πλήθους κόσμων ὥριζεν Πλάτων ἤ,[*](ᾗ X: ἢ ) ὅτε συνεγένου[*](ἢ ὅτε συνεγένου W: ὅθεν εὖ ἐγένου ) τἀνδρὶ τούτῳ, οὐδὲ, διεπειράθης;ʼ ἀλλʼ οὐκ ἔμελλον εἶπεν ὁ Κλεόμβροτος εἰ μηδὲν ἄλλο, τῶν[*](τῶν M: τῷ ) περὶ ταῦτα λιπαρὴς εἶναι καὶ πρόθυμος ἀκροατὴς, ἐνδιδόντος ἑαυτὸν ἵλεων[*](ἵλεων *: ἵλεω ) καὶ παρέχοντος; ἔλεγε δὲ μήτʼ ἀπείρους μήθʼ ἕνα μήτε πέντε κόσμους, ἀλλὰ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑκατὸν εἶναι συντεταγμένους κατὰ σχῆμα τριγωνοειδές, οὗ πλευρὰν ἑκάστην ἑξήκοντα κόσμους ἔχειν· τριῶν δὲ τῶν λοιπῶν ἕκαστον ἱδρῦσθαι κατὰ γωνίαν, ἅπτεσθαι δὲ τοὺς ἐφεξῆς ἀλλήλων ἀτρέμα περιιόντας ὥσπερ ἐν χορείᾳ· τὸ δʼ ἐντὸς ἐπίπεδον τοῦ τριγώνου κοινὴν ἑστίαν εἶναι πάντων, καλεῖσθαι δὲ πεδίον ἀληθείας, ἐν ᾧ τοὺς λόγους καὶ τὰ εἴδη καὶ τὰ παραδείγματα τῶν γεγονότων καὶ τῶν γενησομένων ἀκίνητα κεῖσθαι, καὶ περὶ αὐτὰ τοῦ αἰῶνος ὄντος οἷον ἀπορροὴν ἐπὶ τοὺς κόσμους[*](κόσμους Turnebus: χρόνους ) φέρεσθαι τὸν χρόνον. ὄψιν δὲ τούτων καὶ θέαν ψυχαῖς ἀνθρωπίναις ἅπαξ ἐν ἔτεσι μυρίοις ὑπάρχειν, ἄν γʼ βιώσωσι· καὶ τῶν ἐνταῦθα τελετῶν τὰς ἀρίστας ἐκείνης ὄνειρον
εἶναι τῆς ἐποπτείας καὶ τελετῆς· καὶ τοὺς λόγους ἀναμνήσεως[*](ἀναμνήσεως W: ἀνέμνησεν ) ἕνεκα τῶν ἐκεῖ φιλοσοφεῖσθαι καλῶν ἢ μάτην περαίνεσθαι. ταῦτʼ ἔφη[*](ἔφη Anonymus: ἔφην ) περὶ τούτων μυθολογοῦντος ἤκουον ἀτεχνῶς καθάπερ ἐν τελετῇ καὶ μυήσει, μηδεμίαν ἀπόδειξιν τοῦ λόγου μηδὲ πίστιν ἐπιφέροντος.

κἀγὼ τὸν Δημήτριον προσαγορεύσας πῶς ἔχει ἔφην τὰ τῶν μνηστήρων ἔπη, τὸν Ὀδυσσέα θαυμασάντων τὸ τόξον μεταχειριζόμενον ὑπομνησθέντος δὲ τοῦ Δημητρίου, ταῦτʼ ἔφην ἐπέρχεται κἀμοὶ περὶ τοῦ ξένου εἰπεῖν

[*](ἦ Turnebus: ἣ ) τις θηητὴρ[*](θηητὴρ X ex Homero φ 397: θηρητὴρ ) καὶ ἐπίκλοπος ἔπλετο
δογμάτων τε καὶ λόγων παντοδαπῶν, καὶ πολυπλανὴς ἐν γράμμασι καὶ οὐ βάρβαρος ἀλλʼ Ἕλλην γένος ἦν, πολλῆς Ἑλληνίδος μούσης ἀνάπλεως. ἐλέγχει ὁ αὐτὸν ὁ τῶν κόσμων ἀριθμὸς οὐκ ὢν Αἰγύπτιος οὐδʼ Ἰνδὸς ἀλλὰ Δωριεὺς ἀπὸ Σικελίας, ἀνδρὸς Ἱμεραίου τοὔνομα Πέτρωνος· αὐτοῦ[*](αὐτοῦ] malim καὶ αὐτοῦ) μὲν ἐκείνου βιβλίδιον οὐκ ἀνέγνων οὐδʼ οἶδα διασῳζόμενον Ἵππυς δʼ ὁ Ῥηγῖνος, οὗ μέμνηται Φανίας ὁ Ἐρέσιος,[*](Ἐρέσιος R: αἰρέσιος ) ἱστορεῖ δόξαν εἶναι ταύτην Πέτρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας ἁπτομένους δʼ ἀλλήλων κατὰ στοιχεῖον· ὅ τι τοῦτʼ ἐστί, κατὰ στοιχεῖον ἅπτεσθαι, μὴ προσδιασαφῶν μηδʼ ἄλλην τινὰ πιθανότητα προσάπτων. ὑπολαβὼν δʼ ὁ[*](δʼ ὁ *: δὲ ) Δημήτριος τίς δʼ ἄν εἶπεν ἐν τοιούτοις πράγμασιν εἴη
v.3.p.102
πιθανότης, ὅπου καὶ Πλάτων οὐδὲν εἰπὼν εὔλογον οὐδʼ εἰκὸς οὕτω κατέβαλε τὸν λόγον;ʼ καὶ ὁ Ἡρακλέων ἀλλὰ μὴν ὑμῶν ἔφη τῶν γραμματικῶν ἀκούομεν εἰς Ὅμηρον[*](Ὁμηρον] O 187) ἀναγόντων[*](ἀναγόντων) στεγμαννυς· ἀγόντωντὴν δόξαν, ὡς ἐκείνου τὸ πᾶν εἰς πέντε κόσμους διανέμοντος, οὐρανὸν ὕδωρ ἀέρα γῆν ὄλυμπον. ὧν τὰ μὲν δύο κοινὰ καταλείπει, γῆν μὲν τοῦ κάτω παντὸς οὖσαν ὄλυμπον δὲ τοῦ· ἄνω παντός· οἱ δʼ ἐν μέσῳ τρεῖς τοῖς τρισὶ θεοῖς ἀπεδόθησαν. οὕτω δὲ καὶ Πλάτων[*](Πλάτων] Tim. p. 31 a sqq.) ἔοικε τὰ κάλλιστα καὶ πρῶτα σωμάτων εἴδη καὶ σχήματα συννέμων ταῖς τοῦ ὅλου διαφοραῖς πέντε κόσμους καλεῖν, τὸν γῆς τὸν ὕδατος τὸν ἀέρος τὸν πυρός· ἔσχατον δὲ τὸν περιέχοντα τούτους, τὸν τοῦ δωδεκαέδρου, πολύχυτον καὶ πολύτρεπτον, ᾧ μάλιστα δὴ ταῖς ψυχικαῖς; περιόδοις καὶ κινήσεσι πρέπον σχῆμα καὶ συναρμόττον ἀπέδωκε καὶ ὁ Δημήτριος Ὅμηρον ἔφη τί κινοῦμεν ἐν τῷ παρόντι; μύθων γὰρ ἅλις. Πλάτων δὲ πολλοῦ δεῖ τὰς πέντε τοῦ κόσμου διαφορὰς πέντε κόσμους; προσαγορεύειν ἐν οἷς τε μάχεται τοῖς ἀπείρους κόσμους ὑποτιθεμένοις, αὑτῷ[*](αὐτῷ Vulcobius: αὕτη ) δή φησὶ δοκεῖν ἕνα τοῦτον εἶναι μονογενῆ τῷ θεῷ καὶ ἀγαπητόν, ἐκ τοῦ σωματοειδοῦς παντὸς ὅλον καὶ τέλειον καὶ αὐτάρκη γεγενημένον. ὅθεν ἄν τις καὶ θαυμάσειεν, ὅτι τἀληθὲς εἰπὼν αὐτὸς ἑτέροις ἀπιθάνου καὶ λόγον οὐκ ἐχούσης ἀρχὴν παρέσχε δόξης.[*](δόξης S: διʼ αὐτῆς ) τὸ μὲν γὰρ ἕνα μὴ φυλάξαι
κόσμον εἶχεν ἁμωσγέπως ὑπόθεσιν τὴν τοῦ παντὸς ἀπειρίαν, τὸ δʼ ἀφωρισμένως; ποιῆσαι τοσούτους καὶ μήτε πλείους τῶν πέντε μήτʼ ἐλάττους κομιδῇ παράλογον καὶ πάσης πιθανότητος ἀπηρτημένον, εἰ μὴ τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας.ʼ κἀγὼ δοκεῖ γὰρ οὕτως ἔφηνʼ ἀφέντας ἤδη τὸν περὶ χρηστηρίων λόγον ὡς τέλος ἔχοντα, μεταλαμβάνειν ἕτερον τοσοῦτον οὐκ ἀφέντας εἶπεν ὁ Δημήτριος ἐκεῖνον, ἀλλὰ μὴ παρελθόντας τοῦτον ἀντιλαμβανόμενον ἡμῶν. οὐ γὰρ ἐνδιατρίψομεν, ἀλλʼ ὅσον ἱστορῆσαι τὴν πιθανότητα θιγόντες αὐτοῦ μέτιμεν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν.

πρῶτον τοίνυν ἔφην ἐγώ τὰ κωλύοντα ποιεῖν κόσμους ἀπείρους οὐκ ἀπείργει πλείονας ἑνὸς ποιεῖν. καὶ γὰρ οἷόν τʼ[*](οἶόν τʼ X: ὅσον ) ἔστιν εἶναι καὶ μαντικὴν καὶ πρόνοιαν ἐν πλείοσι κόσμοις, καὶ τὸ μικροτάτην τύχην[*](τὸ μικρότατον τύχῃ Emperius; sed cf. p. 99 a) παρεμπίπτειν, τὰ δὲ πλεῖστα καὶ μέγιστα τάξιν λαμβάνειν[*](λαμβάνειν Basileensis: λαμβάνει ) πρὸς γένεσιν καὶ μεταβολήν, ὧν οὐδὲν ἡ ἀπειρία δέχεσθαι πέφυκεν. ἔπειτα τῷ λόγῳ μᾶλλον ἕπεται τὸ τῷ[*](τὸ τῷ Aldina: τῶ τῶ ) θεῷ μὴ μονογενῆ μηδʼ ἔρημον εἶναι τὸν κόσμον. ἀγαθὸς γὰρ ὢν τελέως οὐδεμιᾶς ἀρετῆς ἐνδεής ἐστιν, ἥκιστα δὲ τῶν[*](τῶν W: τῷ ) περὶ δικαιοσύνην καὶ φιλίαν· κάλλισται γὰρ αὗται[*](αὗται Turnebus: αὐτῷ ) καὶ θεοῖς πρέπουσαι. μάτην δʼ οὐδὲν ἔχειν οὐδʼ ἄχρηστον θεὸς πέφυκεν. εἰσὶν οὖν ἐκτὸς ἕτεροι θεοὶ καὶ κόσμοι, πρὸς οὓς[*](οὓς idem: οἶς ) χρῆται ταῖς κοινωνικαῖς ἀρεταῖς· οὐ γὰρ

πρὸς αὑτὸν οὐδὲ μέρος αὑτοῦ χρῆσίς ἐστι δικαιοσύνης ἢ χάριτος ἢ χρηστότητος ἀλλὰ πρὸς ἄλλους;. ὥστʼ οὐκ εἰκὸς ἄφιλον οὐδʼ ἀγείτονα τόνδʼ οὐδʼ ἄμικτον ἐν ἀπείρῳ κενῷ τὸν κόσμον σαλεύειν· ἐπεὶ καὶ τὴν φύσιν ὁρῶμεν τὰ[*](τὰ add. nescio quis) καθʼ ἕκαστα γένεσιν καὶ εἴδεσιν οἷον ἀγγείοις[*](ἀγγείοις ὥσπερ καρποὺς σπέρματι W. Mihi solum σπέρματος suspectum) ἢ περικαρπίοις σπέρματος περιέχουσαν. οὐδὲν γὰρ ἐν ἀριθμῷ τῶν ὄντων ἔστιν,[*](ἔστιν] οὔτε τί ἐστιν W) οὗ γε μὴ[*](οὗ γε μὴ W: οὐδὲ μὴ ) λόγος ὑπάρχει κοινός, οὐδὲ τυγχάνει τῆς τοιᾶσδε προσηγορίας ὃ μὴ κοινῶς ποιὸν[*](ποιὸν R: ποῖον )[*](ἢ Madvigius) ἰδίως ἐστίν. ὁ δὲ κόσμος οὐ λέγεται κοινῶς εἶναι ποιός· ἰδίως τοίνυν[*](κοινῶς εἶναι ποιός· ἰδίως τοίνυν Emperius: κοινὸς εἶναι· ποῖος δʼ ὡς ) ποιός[*](ποιός Madvigius: ποῖος ) ἐστιν ἐκ διαφορᾶς τῆς πρὸς ἄλλα συγγενῆ καὶ ὁμοειδῆ[*](ἄλλα συγγενῆ καὶ ὁμοειδῆ W: ἄλλας συγγενοὺς καὶ ὁμοειδὴς ) γεγονὼς τοιοῦτος. εἰ γὰρ οὔτʼ ἄνθρωπος εἷς οὔτʼ ἵππος ἐν τῇ φύσει γέγονεν οὔτʼ ἄστρον οὔτε θεὸς οὔτε δαίμων, τί κωλύει μηδὲ κόσμον ἕνα τὴν φύσιν ἔχειν ἀλλʼ ἢ πλείονας; ὁ γὰρ λέγων, ὅτι καὶ γῆν μίαν ἔχει καὶ θάλατταν, ἐμφανὲς τι παρορᾷ τὸ τῶν ὁμοιομερῶν τήν τε γὰρ γῆν εἰς ὁμώνυμα μέρη καὶ τὴν θάλατταν ὡσαύτως διαιροῦμεν· τοῦ δὲ κόσμου μέρος οὐκέτι κόσμος ἀλλʼ ἐκ διαφόρων φύσεων συνέστηκε.

καὶ μὴν ὅ γε μάλιστα φοβηθέντες ἔνιοι καταναλίσκουσιν τὴν ὕλην εἰς τὸν[*](εἰς τὸν] εἰς ἕνα τὸν Herwerdenus. εἰς τοῦτον τὸν?) κόσμον ἅπασαν, ὡς μηδὲν ὑπολειπόμενον[*](ὑπολειπόμενον Turnebus: ὑπολειπομένην ) ἐκτὸς ἐνστάσεσιν ἢ

πληγαῖς διαταράττοι τὴν τοῦδε σύστασιν, οὐκ ὀρθῶς ἔδεισαν. πλειόνων γὰρ ὄντων κόσμων ἰδίᾳ δʼ ἑκάστου συνειληχότος οὐσίᾳ καὶ ὕλῃ μέτρον ὡρισμένον ἐχούσῃ καὶ πέρας, οὐδὲν ἄτακτον οὐδʼ ἀκατακόσμητον οἷον περίττωμα λειφθήσεται προσπίπτον ἔξωθεν. ὁ γὰρ περὶ ἕκαστον λόγος ἐγκρατὴς ὢν τῆς συννενεμημένης ὕλης οὐδὲν ἔκφορον ἐάσει καὶ πλανώμενον ἐμπεσεῖν ἐξ ἄλλου οὐδʼ εἰς ἑαυτὸν ἐξ ἄλλον διὰ τὸ μήτε πλῆθος ἀόριστον καὶ ἄπειρον τὴν φύσιν ἔχειν μήτε κίνησιν ἄλογον καὶ ἄτακτον. εἰ δὲ καί τις ἀπορροὴ φέρεται πρὸς ἑτέρους ἀφʼ ἑτέρων, ὁμόφυλον εἶναι[*](εἶναι] εἶναι δεῖ R. Malim εἰκὸς εἶναι ) καὶ προσηνῆ καὶ πᾶσιν ἠπίως ἐπιμιγνυμένην ὥσπερ αἱ τῶν ἀστέρων αὐγαὶ καὶ συγκράσεις, αὐτούς τε τέρπεσθαι καθορῶντας ἀλλήλους εὐμενῶς, θεοῖς τε πολλοῖς καὶ ἀγαθοῖς καθʼ ἕκαστον οὖσι παρέχειν ἐπιμιξίας καὶ φιλοφροσύνας. ἀδύνατον γὰρ οὐδέν ἐστι τούτων οὔτε μυθῶδες οὔτε παράλογον εἰ μὴ νὴ Δία τὰ[*](τὰ Aldina) τοῦ Ἀριστοτέλους ὑπόψονταί τινες ὡς φυσικὰς αἰτίας[*](αἰτίας] om. codd mei) ἔχοντα. τῶν γὰρ σωμάτων ἑκάστου τόπον οἰκεῖον ἔχοντος, ὥς φησιν, ἀνάγκη τὴν γῆν πανταχόθεν ἐπὶ τὸ μέσον φέρεσθαι καὶ τὸ ὕδωρ ἐπʼ αὐτῆς διὰ βάρος ὑφιστάμενον τοῖς κουφοτέροις. ἂν οὖν πλείονες ὦσι κόσμοι, συμβήσεται τὴν γῆν πολλαχοῦ μὲν ἐπάνω τοῦ πυρὸς καὶ τοῦ ἀέρος κεῖσθαι πολλαχοῦ δʼ ὑποκάτω· καὶ τὸν ἀέρα, καὶ τὸ ὕδωρ ὁμοίως, πῆ μὲν ἐν ταῖς κατὰ φύσιν πῆ δʼ ἐν ταῖς παρὰ φύσιν[*](πῆ δʼ ἐν - φύσιν *) χώραις ὑπάρχειν. ὧν ἀδυνάτων
ὄντων, ὡς οἴεται, μήτε δύο μήτε πλείονας εἶναι κόσμους, ἀλλʼ ἕνα τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης συγκείμενον, ἱδρυμένον κατὰ φύσιν, ὡς προσήκει ταῖς τῶν σωμάτων διαφοραῖς.

ἀλλὰ καὶ ταῦτα πιθανῶς μᾶλλον ἢ ἀληθῶς εἴρηται σκόπει δʼ οὕτως ἔφην[*](ἔφην X: ἔφη ) ὦ φίλε Δημήτριε. τῶν γὰρ σωμάτων τὰ μὲν ἐπὶ τὸ μέσον καὶ κάτω κινεῖσθαι λέγων τὰ δʼ ἀπὸ τοῦ μέσου καὶ ἄνω τὰ δὲ περὶ τὸ μέσον καὶ κύκλῳ, πρὸς τί λαμβάνει τὸ μέσον; οὐ δήπου πρὸς τὸ κενόν· οὐ γὰρ ἔστι κατʼ αὐτόν. καθʼ οὓς δʼ ἔστιν, οὐκ ἔχει μέσον, ὥσπερ οὐδὲ πρῶτον οὐδʼ ἔσχατον πέρατα γὰρ ταῦτα, τὸ δʼ ἄπειρον καὶ ἀπεράτωτον. εἰ δὲ καὶ βιάσαιτό τις αὑτὸν λόγου[*](λόγου Emperius: λόγῳ ) βίᾳ κενοῦ[*](κενοῦ μέσον W: κινούμενον ) μέσον ἀπείρου[*](ἀπείρου Emperius: ἄπειρον ) νοῆσαί[*](νοῆσαι X: τολμῆσαι ) τι,[*](τι *) τίς ἡ πρὸς τοῦτο γιγνομένη τῶν κινήσεων διαφορὰ τοῖς σώμασι; οὔτε γὰρ ἐν τῷ κενῷ δύναμίς ἐστι τῶν σωμάτων οὔτε τὰ σώματα προαίρεσιν ἔχει καὶ ὁρμήν, ἣ τοῦ μέσου γλίχεται καὶ πρὸς τοῦτο συντείνει πανταχόθεν. ἀλλʼ ὁμοίως[*](ὁμοίως Madvigius: ὅμως ) ἄπορόν ἐστιν ἀψύχων σωμάτων πρὸς ἀσώματον χώραν[*](χώραν M: χωρεῖν ) καὶ ἀδιάφορον ἢ φορὰν ἐξ αὑτῶν ἢ ὁλκὴν ὑπʼ ἐκείνης γιγνομένην νοῆσαι. λείπεται τοίνυν τὸ μέσον οὐ τοπικῶς ἀλλὰ σωματικῶς λέγεσθαι. τοῦδε γὰρ τοῦ κόσμου μίαν ἐκ πλειόνων σωμάτων καὶ ἀνομοίων ἑνότητα καὶ σύνταξιν ἔχοντος, αἱ διαφοραὶ τὰς κινήσεις ἄλλοις

πρὸς ἄλλα ποιοῦσιν ἐξ ἀνάγκης· δῆλον δὲ τῷ μετακοσμούμενα ταῖς οὐσίαις ἕκαστα καὶ τὰς χώρας ἅμα συμμεταβάλλειν αἱ μὲν γὰρ διακρίσεις ἀπὸ τοῦ μέσου τὴν ὕλην αἰρομένην ἄνω κύκλῳ διανέμουσιν αἱ δὲ συγκρίσεις καὶ πυκνώσεις πιέζουσι κάτω πρὸς τὸ μέσον καὶ συνελαύνουσι.

περὶ ὧν οὐκ ἀναγκαῖον ἐνταῦθα πλείοσι λόγοις χρῆσθαι. ἣν γὰρ ἄν τις ὑπόθηται[*](ὑπόθηται *: ὑποθῆται ) τῶν παθῶν τούτων καὶ τῶν μεταβολῶν αἰτίαν εἶναι δημιουργόν, αὕτη συνέξει τῶν κόσμων[*](τῶν κόσμων R: τὸν κόσμον ) ἕκαστον ἐν ἑαυτῷ. καὶ γὰρ γῆν καὶ θάλατταν ἕκαστος ἔχει κόσμος· ἔχει γὰρ καὶ μέσον ἕκαστος ἴδιον, καὶ πάθη σωμάτων καὶ μεταβολὰς καὶ φύσιν καὶ δύναμιν, ἣ[*](ἣ M) σῴζει καὶ φυλάττει κατὰ χώραν ἕκαστον. τὸ[*](τὸ Turnebus: τοῦ ) μὲν γὰρ ἐκτός, εἴτʼ οὐδέν ἐστιν εἴτε κενὸν ἄπειρον, οὐ παρέχει μέσον, ὡς εἴρηται· πλειόνων δὲ κόσμων ὄντων, καθʼ ἕκαστόν ἐστιν ἴδιον μέσον· ὥστε[*](ὥστʼ ἔσται?) κίνησις ἰδία τοῖς μὲν ἐπὶ τοῦτο τοῖς δʼ ἀπὸ τούτου τοῖς δὲ περὶ τοῦτο, καθάπερ αὐτοὶ διαιροῦσιν. ὁ δʼ ἀξιῶν, πολλῶν μέσων ὄντων, ἐφʼ ἓν μόνον ὠθεῖσθαι τὰ βάρη πανταχόθεν, οὐδὲν διαφέρει τοῦ, πολλῶν ὄντων ἀνθρώπων, ἀξιοῦντος εἰς μίαν φλέβα τὸ πανταχόθεν αἷμα συρρεῖν καὶ μιᾷ μήνιγγι τοὺς πάντων ἐγκεφάλους περιέχεσθαι, δεινὸν ἡγούμενος, εἰ τῶν φυσικῶν σωμάτων οὐ μίαν ἅπαντα τὰ στερρὰ καὶ μίαν τὰ μανὰ χώραν ἐφέξει. καὶ γὰρ οὗτος ἄτοπος ἔσται κἀκεῖνος ἀγανακτῶν, εἰ τὰ ὅλα τοῖς αὑτῶν μέρεσι

χρῆται, τὴν κατὰ φύσιν θέσιν ἔχουσιν ἐν ἑκάστῳ καὶ τάξιν. ἐκεῖνο γὰρ ἦν[*](ἦν] ἦν ἂν?) ἄτοπον, εἴ τις ἔλεγε κόσμον εἶναι τὸν ἐν αὐτῷ[*](αὐτῷ] αὐτῷ κάτω?) σελήνην ἔχοντα[*](Post ἔχοντα lacunam statuit W) καθάπερ ἄνθρωπον ἐν ταῖς πτέρναις[*](ἐν τᾶς πτέρναις κέ] cf. [Demosth.] 7, 45) τὸν ἐγκέφαλον φοροῦντα καὶ τὴν καρδίαν ἐν τοῖς κροτάφοις. τὸ δὲ πλείονας ποιοῦντας χωρὶς ἀλλήλων κόσμους ἅμα τοῖς ὅλοις τὰ μέρη συναφορίζειν καὶ συνδιαιρεῖν οὐκ ἄτοπον· ἡ γὰρ ἐν ἑκάστῳ γῆ καὶ θάλασσα καὶ οὐρανὸς κείσεται κατὰ φύσιν ὡς προσήκει, τὸ τʼ ἄνω καὶ κάτω καὶ κύκλῳ καὶ μέσον οὐ πρὸς ἄλλον οὐδʼ ἐκτὸς ἀλλʼ ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν ἔχει τῶν κόσμων ἕκαστος.

ὃν μὲν γὰρ ἔξω τοῦ κόσμου λίθον ὑποτίθενταί τινες οὔτε μονῆς εὐπόρως παρέχει νόησιν οὔτε κινήσεως. πῶς γὰρ ἢ μενεῖ βάρος ἔχων ἢ κινήσεται πρὸς τὸν κόσμον, ὥσπερ τὰ λοιπὰ βάρη, μήτε μέρος ὢν αὐτοῦ μήτε συντεταγμένος εἰς τὴν οὐσίαν; γῆν[*](γ͂ν X: τὴν ) δʼ ἐν ἑτέρῳ κόσμῳ περιεχομένην καὶ συνδεδεμένην οὐκ ἔδει διαπορεῖν ὅπως οὐκ ἐνταῦθα μεταχωρεῖ διὰ βάρος ἀπορραγεῖσα τοῦ ὅλου, τὴν φύσιν ὁρῶντας καὶ τὸν τόνον ὑφʼ οὗ συνέχεται τῶν μερῶν ἕκαστον. ἐπεὶ μὴ πρὸς τὸν κόσμον ἀλλʼ ἐκτὸς αὐτοῦ τὸ κάτω καὶ ἄνω λαμβάνοντες, ἐν ταῖς αὐταῖς ἀπορίαις Ἐπικούρῳ[*](Ἐπικούρῳ] vid. Useneri Epicurea p. 212) γενησόμεθα κινοῦντι τὰς ἀτόμους ἁπάσας εἰς τοὺς ὑπὸ πόδας τόπους, ὥσπερ ἢ τοῦ κενοῦ πόδας ἔχοντος ἢ τῆς ἀπειρίας ἐν αὑτῇ[*](αὐτε͂ͅ *: αὐτῇ )

κάτω τε καὶ ἄνω νοῆσαι[*](νοῆσαι *: διανοῆσαι ubi δια ex διδούσης orta fuerit) διδούσης, διὸ καὶ Χρύσιππον ἔστι θαυμάζειν, μᾶλλον δʼ ὅλως διαπορεῖν, ὅ τι δὴ παθὼν τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι, καὶ τὴν οὐσίαν αὐτοῦ τὸν μέσον τόπον ἀιδίως κατειληφυῖαν, οὐχ ἥκιστα τούτῳ[*](τούτῳ Turnebus: τοῦτον ) συνείργεσθαι[*](συνειργάσθαι R: συνεργεῖσθαι W) πρὸς διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν. ταυτὶ γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ ἀπείρου τόπον οὐκ ὀρθῶς ὀνειρώττων ἀτοπωτέραν τε τῆς διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ τὴν αἰτίαν ὑποτιθείς· καὶ ταῦτα πολλάκις εἰρηκὼς ἑτέροις, ὅτι ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς[*](αὑτῆς *: αὐτῆς ) μέσου διοικεῖται καὶ συνέχεται κινήσεσι.

καὶ μὴν τὰ γʼ ἄλλα τῶν Στωικῶν τίς ἂν φοβηθείη, πυνθανομένων πῶς εἱμαρμένη μία μενεῖ[*](malim μενεῖ ) καὶ πρόνοια, καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται, πλειόνων ὄντων κόσμων; πρῶτον μὲν γὰρ εἰ τὸ πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ ἡλίους καὶ σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις κόσμων περιόδοις ἀπείρους ποιοῦσιν. ἔπειτα τίς ἀνάγκη πολλοὺς εἶναι Δίας, ἂν πλείονες ὦσι κόσμοι, καὶ μὴ καθʼ ἕκαστον[*](καθʼ ἕκαστον] καθʼ ἕνα τὸν W. Sed nihil opus) ἄρχοντα πρῶτον καὶ ἡγεμόνα τοῦ ὅλου θεὸν ἔχοντα καὶ νοῦν καὶ λόγον, οἷος ὁ παρʼ ἡμῖν κύριος ἁπάντων καὶ πατὴρ ἐπονομαζόμενος; ἢ τί κωλύσει τῆς

τοῦ Διὸς εἱμαρμένης καὶ προνοίας ὑπηκόους πάντας εἶναι, καὶ τοῦτον ἐφορᾶν ἐν μέρει καὶ κατευθύνειν, ἐνδιδόντα πᾶσιν ἀρχὰς καὶ σπέρματα καὶ λόγους τῶν περαινομένων; οὐ γὰρ ἐνταῦθα μὲν ἓν συνίσταται[*](ἓν συνίσταται] ἔνι συνίστασθαι Duebnerus) σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους ἢ πεντήκοντʼ ἢ ἑκατὸν[*](ἢ ἑκατὸν W: καὶ ἑκατὸν ) ὄντας ἑνὶ χρῆσθαι λόγῳ καὶ πρὸς ἀρχὴν συντετάχθαι μίαν ἀδύνατόν ἐστιν. ἀλλὰ καὶ πάνυ πρέπει θεοῖς ἡ τοιαύτη διάταξις· οὐ γὰρ ὡς σμήνους ἡγεμόνας δεῖ ποιεῖν ἀνεξόδους οὐδὲ φρουρεῖν συγκλείσαντας τῇ ὕλῃ μᾶλλον δὲ συμφράξαντας, ὥσπερ οὗτοι τοὺς θεοὺς ἀέρων ἕξεις ποιοῦντες καὶ ὑδάτων καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι συγγεννῶσι τῷ κόσμῳ καὶ πάλιν συγκατακάουσιν, οὐκ ἀπολύτους οὐδʼ ἐλευθέρους οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας ἀλλʼ, ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν, οὕτως ἐγκεκλειμένους[*](ἐγκεκλειμένους *: ἐγκεκλεισμένους ) εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους, κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ διαλύσεως ἁπάσης καὶ μεταβολῆς.

ἐκεῖνος δʼ οἶμαι σεμνότερος ὁ λόγος καὶ μεγαλοπρεπέστερος, ἀδεσπότους καὶ αὐτοκρατεῖς τοὺς θεοὺς ὄντας, ὥσπερ οἱ Τυνδαρίδαι τοῖς χειμαζομένοις βοηθοῦσιν

  1. ἐπερχόμενοί τε[*](ἐπερχόμενοι κἑ] Bergk. 3 p. 730) μαλάσσοντες βίᾳ τὸν
  2. πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς
οὐκ ἐμπλέοντες αὐτοὶ καὶ συγκινδυνεύοντες ἀλλʼ ἄνωθεν ἐπιφαινόμενοι καὶ σῴζοντες· οὕτως ἐπιέναι[*](ἐπιέναι Turnebus: ὑπιεῖναι ) τῶν κόσμων ἄλλοτʼ ἄλλον, ἡδονῇ τε τῆς θέας ἀγομένους καὶ τῇ φύσει συναπευθύνοντας ἕκαστον. ὁ μὲν γὰρ Ὁμηρικὸς[*](Ὁμηρικὸς] cf. N 3 sqq.) Ζεὺς οὐ πάνυ πρόσω μετέθηκε τὴν ὄψιν ἀπὸ Τροίας ἐπὶ τὰ Θρᾴκια καὶ τοὺς περὶ τὸν Ἴστρον νομάδας, ὁ δʼ ἀληθινὸς ἔχει καλὰς καὶ πρεπούσας ἐν πλείοσι κόσμοις μεταβολάς, οὐχὶ κενὸν ἄπειρον ἔξω βλέπων οὐδʼ ἑαυτὸν ἄλλο δʼ οὐδὲν ʽ ὡς ᾠήθησαν ἔνιοἰ νοῶν, ἀλλʼ ἔργα τε θεῶν καὶ ἀνθρώπων πολλὰ κινήσεις τε καὶ φορὰς ἄστρων ἐν περιόδοις καταθεώμενος. οὐ γὰρ ἀπεχθάνεται μεταβολαῖς ἀλλὰ καὶ πάνυ χαίρει τὸ θεῖον, εἰ δεῖ τῶν φαινομένων τεκμαίρεσθαι ταῖς κατʼ οὐρανὸν ἐξαμείψεσι καὶ περιόδοις. ἡ μὲν οὖν ἀπειρία παντάπασιν ἀγνώμων καὶ ἄλογος καὶ μηδαμῇ προσιεμένη θεόν, ἀλλὰ χρωμένη πρὸς πάντα τῷ κατὰ τύχην καὶ αὐτομάτως· ἡ δʼ ἐν ὡρισμένῳ πλήθει καὶ ἀριθμῷ κόσμων ἐπιμέλεια καὶ πρόνοια τῆς εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ καὶ τοῦτο μετασχηματιζούσης καὶ ἀναπλαττούσης ἀπειράκις ἔμοιγε δοκεῖ μηδὲν ἔχειν ἀσεμνότερον μηδʼ[*](μηδʼ *: μήτʼ ) ἐπιπονώτερον.

ἐγὼ μὲν οὖν τοσαῦτʼ εἰπὼν ἐπέσχον. ὁ δὲ Φίλιππος οὐ πολὺν χρόνον διαλιπών τὸ μὲν ἀληθές ἔφη περὶ τούτων οὕτως ἔχειν ἢ ἑτέρως οὐκ

ἂν ἔγωγε διισχυρισαίμην εἰ δὲ τὸν θεὸν ἐκβιβάζομεν ἑνὸς κόσμου, διὰ τί πέντε μόνων οὐ πλειόνων ποιοῦμεν δημιουργόν, καί τίς ἔστι τοῦ ἀριθμοῦ τούτου πρὸς τὸ πλῆθος λόγος, ἣδιον ἄν μοι δοκῶ μαθεῖν ἢ τῆς ἐνταῦθα τοῦ Ε καθιερώσεως τὴν διάνοιαν. οὔτε γὰρ τρίγωνος ἢ τετράγωνος οὔτε τέλειος ἢ κυβικὸς οὔτʼ ἄλλην τινὰ φαίνεται κομψότητα παρέχων τοῖς ἀγαπῶσι τὰ τοιαῦτα καὶ θαυμάζουσιν. ἡ δʼ ἀπὸ τῶν στοιχείων ἔφοδος, ἣν αὐτὸς ὑπῃνίξατο, πάντῃ δύσληπτός ἐστι καὶ μηδὲν ὑποφαίνουσα τῆς ἐκεῖνον[*](ἐκεῖνον Turnebus: ἐκείνων ) ἐπεσπασμένης πιθανότητος εἰπεῖν, ὡς εἰκός ἐστι πέντε σωμάτων ἰσογωνίων καὶ ἰσοπλεύρων καὶ περιεχομένων ἴσοις ἐπιπέδοις, ἐγγενομένων τῇ ὕλῃ, τοσούτους εὐθὺς ἐξ αὐτῶν ἀποτελεσθῆναι κόσμους.

καὶ μήνʼ ἔφην ἐγὼ δοκεῖ Θεόδωρος ὁ Σολεὺς οὐ φαύλως μετιέναι τὸν λόγον, ἐξηγούμενος τὰ μαθηματικὰ τοῦ Πλάτωνος. μέτεισι δʼ οὕτως. πυραμὶς καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἃ πρῶτα τίθεται Πλάτων, καλὰ μέν ἐστι πάντα συμμετρίαις λόγων καὶ ἰσότησι, καὶ κρεῖσσον οὐδὲν αὐτῶν οὐδʼ ὅμοιον ἄλλο συνθεῖναι τῇ φύσει καὶ συναρμόσαι λέλειπται. μιᾶς γε μὴν πάντα συστάσεως οὐκ εἴληχεν οὐδʼ ὁμοίαν ἔχει τήν γένεσιν, ἀλλὰ λεπτότατον μέν ἐστι καὶ μικρότατον ἡ πυραμίς, μέγιστον δὲ καὶ πολυμερέστατον τὸ δωδεκάεδρον · τῶν δὲ λειπομένων δυεῖν τοῦ ὀκταέδρου μεῖζον ἢ διπλάσιον πλήθει τριγώνων τὸ εἰκοσάεδρον, διὸ τὴν

γένεσιν ἅμα πάντα λαμβάνειν ἐκ τὴν ὕλης ἀδύνατόν ἐστι. τὰ γὰρ λεπτὰ καὶ μικρὰ καὶ ταῖς κατασκευαῖς ἁπλούστερα πρῶτα τῷ κινοῦντι καὶ διαπλάττοντι τὴν ὕλην ὑπακούειν ἀνάγκη καὶ συντελεῖσθαι καὶ προϋφίστασθαι τῶν ἁδρομερῶν καὶ πολυσωμάτων καὶ τὴν σύστασιν ἐργωδεστέραν ἐχόντων, ἐξ ὧν τὸ δωδεκάεδρον. ἕπεται δὲ τούτῳ τὸ μόνον εἶναι σῶμα πρῶτον τὴν πυραμίδα, τῶν δʼ ἄλλων μηδέν, ἀπολειπομένων τῇ φύσει τῆς γενέσεως. ἔστιν οὖν ἴαμα καὶ ταύτης τῆς ἀτοπίας ἡ τῆς ὕλης εἰς πέντε κόσμους διαίρεσις καὶ διάστασις. ὅπου μὲν γὰρ πυραμὶς ʽ ὑπέστησε[*](ὑπέστησε] ὑφέστηκε Emperius) γὰρ πρῶτον̓, ὅπου δʼ ὀκτάεδρον, ὅπου δʼ εἰκοσάεδρον. ἐκ δὲ τοῦ προϋποστάντος ἐν ἑκάστῳ[*](ἑκάστῳ Anonymus: ἑκάστῃ ) τὰ λοιπὰ τὴν γένεσιν ἕξει, κατὰ σύγκρισιν καὶ διάκρισιν[*](καὶ διάκρισιν Turnebus) μερῶν εἰς πάντα γιγνομένης πᾶσι μεταβολῆς, ὡς αὐτὸς ὁ Πλάτων[*](Πλάτων] Tim. p. 56 sqq.) ὑποδείκνυσι διὰ πάντων σχεδὸν ἐπεξιών ἡμῖν δὲ βραχέως ἀρκέσει μαθεῖν. ἐπεὶ γὰρ ἀὴρ[*](γὰρ ἀὲρ *: γὰρ ἦν ) μὲν σβεννυμένου πυρὸς ὑφίσταται, καὶ λεπτυνόμενος αὖθις ἐξ αὑτοῦ[*](αὑτοῦ *: αὐτοῦ ) πῦρ ἀναδίδωσιν, ἐν τοῖς ἑκατέροις[*](ἑκατέρου?) σπέρμασι τὰ πάθη δεῖ θεᾶσθαι καὶ τὰς μεταβολάς. σπέρματα δὲ πυρὸς μὲν ἡ πυραμίς, ἐξ εἴκοσι καὶ τεσσάρων πρώτων τριγώνων· τὸ δʼ ὀκτάεδρον ἀέρος[*](ὂν ἀέρος?) ἐκ τεσσαράκοντα καὶ ὀκτὼ τῶν αὐτῶν γίγνεται. γίγνεται τοίνυν ἀέρος μὲν ἓν στοιχεῖον, ἐκ δυεῖν πυρὸς ---[*](lac. 7 litt. in E) συγκραθέντων καὶ συστάντων, τὸ δʼ ἀέρος αὖ κερματιζόμενον εἰς δύο πυρὸς
v.3.p.114
διακρίνεται σώματα, συνθλιβόμενον δʼ αὖθις αὑτῷ καὶ συμπῖπτον εἰς ὕδατος ἰδέαν ἄπεισιν. ὥστε πανταχοῦ τὸ προϋφιστάμενον ἀεὶ πᾶσι τοῖς ἄλλοις εὐπόρως παρέχειν τὴν γένεσιν ἐκ τῆς μεταβολῆς· καὶ μὴ μόνον ἓν εἶναι πρῶτον, ἑτέρου δʼ ἐν ἑτέρῳ συστήματι κίνησιν ἀρχηγὸν καὶ προληπτικὴν ἐς γένεσιν ἔχοντος πᾶσι τηρεῖσθαι τὴν ὁμωνυμίαν.

καὶ ὁ Ἀμμώνιος; ἀνδρικῶς μέν ἔφη ταῦτα τῷ Θεοδώρῳ καὶ φιλοτίμως διαπεπόνηται θαυμάσαιμι δʼ ἄν, εἰ μὴ δόξειε χρῆσθαι λήμμασιν ἀναιρετικοῖς ἀλλήλων. ἀξιοῖ γὰρ ἅμα πᾶσι τοῖς πέντε μὴ γίγνεσθαι τὴν σύστασιν, ἀλλὰ τὸ λεπτότατον[*](λεπτότατον X: ἁπλότατον ) ἀεὶ καὶ διʼ ἐλάττονος πραγματείας συνιστάμενον προεκπίπτειν εἰς γένεσιν. εἶθʼ ὥσπερ ἀκόλουθον οὐ μαχόμενον τούτῳ τίθησι τὸ μὴ πᾶσαν ὕλην πρῶτον εἰσφέρειν τὸ λεπτότατον καὶ ἁπλούστατον, ἀλλʼ ἐνιαχῆ τὰ ἐμβριθῆ καὶ πολυμερῆ φθάνειν προανίσχοντα ταῖς γενέσεσιν ἐκ τῆς ὕλης. ἄνευ δὲ τούτου, πέντε σωμάτων πρώτων ὑποκειμένων καὶ διὰ τοῦτο κόσμων λεγομένων εἶναι τοσούτων, πρὸς μόνα τὰ τέσσαρα τῇ πιθανότητι χρῆται, τὸν δὲ κύβον ὥσπερ ἐν παιδιᾷ ψήφων ὑφῄρηται, μήτʼ αὐτὸν εἰς ἐκεῖνα μεταβάλλειν πεφυκότα μήτʼ ἐκείνοις παρέχειν μεταβολὴν εἰς ἑαυτόν, ἅτε δὴ τῶν τριγώνων οὐχ ὁμογενῶν ὄντων. ἐκείνοις μὲν γὰρ ὑπόκειται κοινὸν ἐν πᾶσι τὸ ἡμιτρίγωνον, ἐν τούτῳ δʼ ἴδιον μόνῳ τὸ ἰσοσκελές, οὐ ποιοῦν πρὸς ἐκεῖνο σύννευσιν οὐδὲ[*](οὐδὲ *: οὔτε )

σύγκρασιν ἑνωτικήν. εἴπερ οὖν πέντε σωμάτων ὄντων καὶ πέντε κόσμων, ἓν ἐν[*](ἓν ἐν *: ἐν ) ἑκάστῳ τὴν ἡγεμονίαν ἔχει τῆς γενέσεως, ὅπου γέγονεν ὁ κύβος πρῶτος, οὐδὲν ἔσται τῶν ἄλλων εἰς οὐδὲν γὰρ ἐκείνων μεταβάλλειν πέφυκεν. ἐῶ γάρ, ὅτι καὶ τὸ τοῦ καλουμένου δωδεκαέδρου στοιχεῖον ἄλλο ποιοῦσιν, οὐκ ἐκεῖνο τὸ σκαληνόν, ἐξ οὗ τὴν πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον ὁ Πλάτων συνίστησιν. ὥσθʼ ἅμα γελῶν ὁ Ἀμμώνιος εἶπεν ἢ ταῦτά σοι διαλυτέον ἢ ἴδιόν τι λεκτέον περὶ τῆς κοινῆς ἀπορίας.

κἀγώ πιθανώτερον οὐδὲν ἔχω λέγειν ἔν γε τῷ παρόντι· βέλτιον δʼ ἴσως ἐστὶν ἰδίας εὐθύνας ὑπέχειν δόξης ἢ ἀλλοτρίας;. λέγω τοίνυν αὖθις ἐξ ἀρχῆς, ὅτι δυεῖν ὑποκειμένων φύσεων, τῆς μὲν αἰσθητῆς ἐν γενέσει καὶ φθορᾷ μεταβόλου καὶ φορητῆς ἄλλοτʼ ἄλλως, ἑτέρας δʼ ἐν οὐσίᾳ νοητῆς ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης, δεινόν ἐστιν, ὦ ἑταῖρε, τὴν μὲν νοητὴν διωρίσθαι καὶ διαφορὰν ἔχειν ἐν ἑαυτῇ, τὴν δὲ σωματικὴν καὶ παθητικὴν εἰ μὴ μίαν τις ἀπολείπει[*](ἀπολείπει *: ἀπολείποι ) συμπεφυκυῖαν αὑτῇ καὶ συννεύουσαν ἀλλὰ χωρίζει καὶ διίστησιν, ἀγανακτεῖν καὶ δυσχεραίνειν. τὰ γὰρ μόνιμα καὶ θεῖα δήπου μᾶλλον αὑτῶν ἔχεσθαι προσήκει καὶ φεύγειν ὡς ἀνυστόν ἐστι τομὴν ἅπασαν καὶ διάστασιν. ἀλλὰ καὶ τούτων ἡ τοῦ ἑτέρου δύναμις ἁπτομένη μείζονας ἐνείργασται τῶν κατὰ τόπον διαστάσεων τοῖς νοητοῖς τὰς κατὰ λόγον καὶ ἰδέαν ἀνομοιότητας. ὅθεν ἐνιστάμενος

τοῖς ἓν τὸ πᾶν ἀποφαίνουσιν ὁ Πλάτων,[*](Πλάτων] Soph. p. 249 b sqq.) τὸ τʼ ὂν εἶναί φησι καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον, ἐπὶ πᾶσι δὲ κίνησιν καὶ στάσιν. ὄντων οὖν πέντε τούτων, οὐ θαυμαστὸν ἦν, εἰ τῶν πέντε σωματικῶν στοιχείων ἐκείνων ἕκαστον ἑκάστου μίμημα τῇ φύσει; καὶ εἴδωλόν ἐστι γεγενημένον οὐκ ἄμικτον οὐδʼ εἰλικρινές, ἀλλὰ τῷ μάλιστα μετέχειν ἕκαστον ἑκάστης δυνάμεως. ὁ μέν γε κύβος ἐμφανῶς στάσεως οἰκεῖόν ἐστι σῶμα[*](σῶμα] σῆμα X. cf. lin. ) διὰ τὴν τῶν ἐπιπέδων ἀσφάλειαν καὶ βεβαιότητα· τῆς δὲ πυραμίδος πᾶς ἄν τις τὸ πυροειδὲς καὶ κινητικὸν ἐν τῇ λεπτότητι τῶν πλευρῶν καὶ τῇ τῶν γωνιῶν ὀξύτητι κατανοήσειεν· ἡ δὲ τοῦ δωδεκαέδρου φύσις, περιληπτικὴ τῶν ἄλλων σχημάτων οὖσα τοῦ ὄντος εἰκὼν[*](εἰκὼν) πρὸς πᾶν ἂν[*](ἂν *) τὸ σωματικὸν γεγονέναι δόξειε· τῶν δὲ λοιπῶν δυεῖν τὸ μὲν εἰκοσάεδρον τῆς τοῦ ἑτέρου τὸ δʼ ὀκτάεδρον μάλιστα τῆς ταὐτοῦ μετείληχεν ἰδέας. διὸ τοῦτο μὲν ἀέρα σχετικὸν οὐσίας πάσης ἐν μιᾷ μορφῇ, θάτερον δʼ ὕδωρ ἐπὶ πλεῖστα τῷ κεράννυσθαι γένη ποιοτήτων τρεπόμενον[*](τρεπόμενον Turnebus: τρεπόμενα ) παρεῖχεν. εἴπερ οὖν ἡ φύσις ἀπαιτεῖ τὴν ἰσονομίαν ἐν πᾶσι, καὶ κόσμους εἰκός ἐστι μήτε πλείους γεγονέναι μήτʼ ἐλάττους τῶν παραδειγμάτων, ὅπως ἕκαστον ἐν[*](ἐν Vulcobius) ἑκάστῳ τάξιν ἡγεμονικὴν ἔχῃ καὶ δύναμιν, ὥσπερ ἐν ταῖς συστάσεσι τῶν σωμάτων ἔσχηκεν.

οὐ μὴν ἀλλὰ τοῦτο μὲν ἔστω παραμυθία

τοῦ θαυμάζοντος, εἰ τὴν ἐν γενέσει καὶ μεταβολῇ φύσιν εἰς γένη τοσαῦτα διαιροῦμεν. ἐκεῖνο δʼ ἤδη σκοπεῖτε κοινῇ προσέχοντες, ὅτι τῶν ἀνωτάτω[*](τῶν ἀνωτάτων Benselerus) ἀρχῶν, λέγω δὲ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἡ μὲν ἀμορφίας πάσης στοιχεῖον οὖσα καὶ ἀταξίας ἀπειρία κέκληται ἡ δʼ τοῦ ἑνὸς φύσις ὁρίζουσα καὶ καταλαμβάνουσα τῆς ἀπειρίας τὸ κενὸν[*](κενὸν Turnebus: στενὸν ) καὶ ἄλογον καὶ ἀόριστον ἔμμορφον παρέχεται, καὶ τὴν ἑπομένην περὶ τὰ αἰσθητὰ δείξει καταγόρευσιν ἁμωσγέπως ὑπομένον καὶ δεχόμενον. αὗται δὲ πρῶτον αἱ ἀρχαὶ περὶ τὸν ἀριθμὸν ἐπιφαίνονται, μᾶλλον δʼ ὅλως ἀριθμὸς οὐκ ἔστι τὸ πλῆθος, ἂν μὴ καθάπερ εἶδος ὕλης τὸ ἓν γενόμενον[*](ἓν γενόμενον Emperius: ἐγγενόμενον ) ἐκ τῆς ἀπειρίας τοῦ ἀορίστου πῆ μὲν πλεῖον πῆ δʼ ἔλαττον ἀποτέμνηται. τότε γὰρ ἀριθμὸς γίγνεται τῶν πληθῶν ἕκαστον ὑπὸ τοῦ ἑνὸς ὁριζόμενον ἐὰν δʼ ἀναιρεθῇ τὸ ἕν, πάλιν ἡ ἀόριστος δυὰς συγχέασα πᾶν ἄρρυθμον καὶ ἄπειρον καὶ ἄμετρον ἐποίησεν. ἐπεὶ δὲ τὸ εἶδος οὐκ ἀναίρεσίς ἐστι τῆς ὕλης ἀλλὰ μορφὴ καὶ τάξις ὑποκειμένης, ἀνάγκη καὶ τῷ ἀριθμῷ τὰς ἀρχὰς ἐνυπάρχειν ἀμφοτέρας, ὅθεν ἡ πρώτη καὶ μεγίστη διαφορὰ καὶ ἀνομοιότης γέγονεν. ἔστι γὰρ ἡ μὲν ἀόριστος ἀρχὴ τοῦ ἀρτίου δημιουργὸς ἡ δὲ βελτίων τοῦ περιττοῦ[*](τοῦ περιττοῦ idem: ὥσπερ ἡ τούτου ) πρῶτος δὲ τῶν ἀρτίων τὰ δύο καὶ τὰ τρία τῶν περιττῶν, ἐξ ὧν τὰ πέντε τῇ μὲν συνθέσει κοινὸς ὢν ἀμφοῖν ἀριθμὸς τῇ δὲ δυνάμει γεγονὼς
περιττός. ἔδει γάρ, εἰς πλείονα μέρη τοῦ αἰσθητοῦ καὶ σωματικοῦ μεριζομένου διὰ τὴν σύμφυτον ἀνάγκην[*](σύμφυτον ἀνάγκην W: σύμφυσιν ἀνάγκη ) τῆς ἑτερότητος, μήτε[*](μήτε *: μηδὲ ) τὸν πρῶτον ἄρτιον γενέσθαι μήτε τὸν πρῶτον περιττόν, ἀλλὰ τὸν τρίτον ἐκ τούτων ἀποτελούμενον, ὅπως ἀπʼ ἀμφοτέρων τῶν ἀρχῶν γένηται, καὶ τῆς τὸ ἄρτιον δημιουργούσης καὶ τῆς τὸ περιττόν· οὐ γὰρ ἦν οἷόν τε τῆς ἑτέρας ἀπαλλαγῆναι τὴν ἑτέραν· ἑκατέρα γὰρ ἀρχῆς; φύσιν ἔχει καὶ δύναμιν. ἀμφοτέρων οὖν συνδυαζομένων, ἡ βελτίων κρατήσασα τῆς ἀοριστίας διαιρούσης τὸ σωματικὸν ἐνέστη, καὶ τῆς ὕλης ἐν ἀμφοτέροις διισταμένης μέσην τὴν μονάδα θεμένη δίχα νεμηθῆναι τὸ πᾶν οὐκ εἴασεν, ἀλλὰ πλῆθος μὲν γέγονε κόσμων ὑπὸ τῆς ἑτερότητος τοῦ ἀορίστου καὶ διαφορᾶς, περιττὸν δὲ πλῆθος ἡ ταὐτοῦ καὶ ὡρισμένου δύναμις ἀπείργασται, περιττὸν δὲ τοιοῦτον, ὅτι πορρωτέρω τὴν φύσιν ἢ βέλτιον ἔχει προελθεῖν οὐκ εἴασεν. εἰ μὲν γὰρ ἀμιγὲς καὶ καθαρὸν ἦν τὸ ἕν, οὐδʼ ἂν[*](οὐδʼ ἂν *: οὐδὲν ) ὅλως εἶχεν ἡ ὕλη διάστασιν· ἐπεὶ δὲ τῷ διαιρετικῷ τῆς δυάδος μέμικται, τομὴν μὲν ἐδέξατο καὶ διαίρεσιν, ἐνταῦθα δʼ ἔστη τῷ περισσῷ τοῦ ἀρτίου κρατηθέντος.

διὸ καὶ πεμπάσασθαι τὸ ἀριθμῆσαι τοῖς παλαιοῖς ἔθος ἦν καλεῖν. οἶμαι δὲ καὶ τὰ πάντα τῶν πέντε παρώνυμα γεγονέναι κατὰ λόγον, ἅτε δὴ τῆς πεντάδος[*](malim πεμπάδος hic et infra) ἐκ τῶν πρώτων ἀριθμῶν συνεστώσης. καὶ γὰρ οἱ μὲν ἄλλοι πολλαπλασιαζόμενοι πρὸς

v.3.p.119
ἄλλους εἰς ἕτερον αὑτῶν ἀριθμὸν ἐκβαίνουσιν ἡ δὲ πεντάς, ἂν μὲν ἀρτιάκις λαμβάνηται, τὸν δέκα ποιεῖ τέλειον· ἐὰν δὲ περισσάκις, ἑαυτὴν[*](ἑαυτὴν *: ἑαυτὸν ) πάλιν ἀποδίδωσιν. ἐῶ δʼ ὅτι πρώτη μὲν ἐκ πρώτων[*](πρῶτον] πρώτη Turnebus) δυεῖν τετραγώνων συνέστηκε τῆς τε μονάδος καὶ τῆς τετράδος ἡ πεντάς, πρώτη δʼ ἴσον δυναμένη τοῖς πρὸ αὑτῆς[*](αὑτῆς *: αὐτῆς ) δυσὶ τὸ κάλλιστον τῶν ὀρθογωνίων τριγώνων συνίστησι πρώτη δὲ ποιεῖ τὸν ἡμιόλιον λόγον. οὐ γὰρ ἴσως οἰκεῖα ταῦτα τοῖς ὑποκειμένοις πράγμασιν· ἀλλʼ ἐκεῖνο μᾶλλον, τὸ φύσει διαιρετικὸν τοῦ ἀριθμοῦ καὶ τὸ πλεῖστα τούτῳ[*](τούτῳ W: τούτων ) τὴν φύσιν διανέμειν. ἔνειμε[*](ἔνειμε *: ἐν μὲν ) γὰρ ἡμῖν αὐτοῖς αἰσθήσεις πέντε καὶ μέρη ψυχῆς, φυτικὸν[*](φυτικὸν) ω· φυσικὸναἰσθητικὸν ἐπιθυμητικὸν θυμοειδὲς λογιστικόν· καὶ δακτύλους ἑκατέρας χειρὸς τοσούτους, καὶ τὸ γονιμώτατον σπέρμα πενταχῆ σχιζόμενον. οὐ γὰρ ἱστόρηται γυνὴ πλείονα τεκοῦσʼ ἢ[*](ἢ Emperius) πέντε τέκνα[*](τέκνα Kaltwasserus: συχνὰ ) ταῖς αὐταῖς ὠδῖσι. καὶ τὴν Ῥέαν Αἰγύπτιοι μυθολογοῦσι πέντε θεοὺς τεκεῖν, αἰνιττόμενοι τὴν ἐκ μιᾶς ὕλης τῶν πέντε κόσμων γένεσιν. ἐν δὲ τῷ παντὶ πέντε μὲν ζώναις ὁ περὶ γῆν τόπος, πέντε δὲ κύκλοις ὁ οὐρανὸς διώρισται, δυσὶν ἀρκτικοῖς καὶ δυσὶ τροπικοῖς καὶ μέσῳ τῷ ἰσημερινῷ· πέντε δʼ αἱ τῶν πλανωμένων ἄστρων περίοδοι γεγόνασιν, ἡλίου καὶ Φωσφόρου καὶ στίλβοντος ὁμοδρομούντων. ἐναρμόνιος δὲ καὶ ἡ τοῦ κόσμου σύνταξις, ὥσπερ ἀμέλει καὶ τὸ παρʼ ἡμῖν ἡρμοσμένον
ἐν πέντε τετραχόρδων θέσεσιν ὁρᾶται, τῶν ὑπάτων καὶ μέσων καὶ συνημμένων καὶ διεζευγμένων καὶ ὑπερβολαίων· καὶ τὰ μελῳδούμενα διαστήματα πέντε, δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον. οὕτως ἡ φύσις ἔοικε τῷ πέντε ποιεῖν ἅπαντα χαίρειν μᾶλλον ἢ τῷ σφαιροειδῆ,[*](σφαιροειδῆ Turnebus: σφαιροειδεῖ ) καθάπερ Ἀριστοτέλης[*](Ἀριστοτέλης] de Coelo 2, 4) ἔλεγε.

τί δῆτα, φήσαι τις ἄν, ὁ Πλάτων[*](Πλάτων] Tim. p. 55 c sqq.) ἐπὶ τὰ πέντε σχήματα τὸν τῶν πέντε κόσμων ἀριθμὸν ἀνήνεγκεν, εἰπὼν ὅτι τῇ πέμπτῃ συστάσει ὁ θεὸς ἐπὶ τὸ πᾶν κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν·[*](διαζογραφῶν] Patzigius ex Plat. 1. 1. et p. 1003 c: διαγράφων) εἶτα τὴν περὶ τοῦ πλήθους τῶν κόσμων ὑποθεὶς ἀπορίαν, πότερον ἕνʼ ἢ πέντʼ αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν προσήκει, δῆλός ἐστιν ἐντεῦθεν οἰόμενος ὡρμῆσθαι τὴν ὑπόνοιαν. εἴπερ οὖν δεῖ πρὸς τὴν ἐκείνου διάνοιαν ἐπάγειν τὸ εἰκός, σκοπῶμεν[*](ἐπάγειν - σκοπῶμεν W: ἀπάγειν - σκοπῶν ) ὅτι ταῖς τῶν σωμάτων καὶ σχημάτων ἐκείνων διαφοραῖς ἀνάγκη καὶ κινήσεων εὐθὺς ἕπεσθαι διαφοράς, ὥσπερ αὐτὸς διδάσκει, τὸ διακρινόμενον ἢ συγκρινόμενον ἅμα[*](ἅμα Turnebus: ὄνομα ) τῆς οὐσίας τῇ ἑτεροιώσει καὶ τὸν τόπον μεταλλάττειν ἀποφαινόμενος. ἂν γὰρ ἐξ ἀέρος πῦρ γένηται, λυθέντος τοῦ ὀκταέδρου καὶ κερματισθέντος εἰς πυραμίδας, ἢ πάλιν ἀὴρ ἐκ πυρός, συνωσθέντος καὶ συνθλιβέντος εἰς ὀκτάεδρον, οὐ δυνατὸν μένειν ὅπου πρότερον ἦν, ἀλλὰ φεύγει καὶ φέρεται πρὸς

ἑτέραν χώραν ἐκβιαζόμενον καὶ μαχόμενον τοῖς ἐνισταμένοις καὶ κατεπείγουσιν. ἔτι δὲ μᾶλλον εἰκόνι τὸ συμβαῖνον ἐνδείκνυται,[*](ἐνδείκνυται Turnebus: ἐκδείκνυται ) τοῖς ὑπὸ τῶν πλοκάνων[*](ὑπὸ τῶν πλοκάνων Plato Tim. p. 52 e: ἐπὶ τῶν ἐπειγόντων ) καὶ ὀργάνων τῶν[*](τῶν idem) περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις[*](σειομένοις ex eodem Turnebus: ἐγκειμένοις ) καὶ ἀναλικμωμένοις ὁμοίως λέγων τὰ στοιχεῖα σείοντα τὴν ὕλην ὑπʼ ἐκείνης; τε σειόμενα, προσχωρεῖν ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις, ἄλλην τε χώραν ἄλλα ἴσχειν[*](ἄλλα ἴσχειν idem ex eodem: ἄλλας οἱ ) πρὶν ἐξ αὐτῶν γενέσθαι τὸ πᾶν διακοσμηθέν οὕτως οὖν[*](οὖν] τοίνυν Duebnerus) τῆς ὕλης ἐχούσης ὡς ἔχειν τὸ πᾶν εἰκός, οὗ θεὸς[*](οὗ θεὸς W ex Platone: εὐθέως ) ἄπεστιν, εὐθὺς αἱ πρῶται πέντε ποιότητες ἰδίας ἔχουσαι ῥοπὰς ἐφέροντο χωρίς, οὐ παντάπασιν οὐδʼ εἰλικρινῶς ἀποκρινόμεναι, διὰ τὸ πάντων ἀναμεμιγμένων ἀεὶ τὰ κρατούμενα τοῖς ἐπικρατοῦσι παρὰ[*](παρὰ] κατὰ X) φύσιν ἕπεσθαι. διὸ δὴ τοῖς τῶν σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους μερίδας καὶ διαστάσεις ἐποίησαν, τὴν μὲν οὐ καθαροῦ πυρὸς ἀλλὰ πυροειδῆ, τὴν δʼ οὐκ ἀμιγοῦς αἰθέρος ἀλλʼ αἰθεροειδῆ, τὴν δʼ οὐ γῆς αὐτῆς καθʼ ἑαυτὴν ἀλλὰ γεοειδῆ· μάλιστα δὲ καὶ τὴν ἀέρος κοίνωσιν τὴν ὕδατος διὰ τὸ πολλῶν, ὥσπερ εἴρηται, τῶν ἄλλων φύλων[*](φύλων Huttenus: φύλλων ) ἀναπεπλησμένʼ[*](ἀναπεπλησμένα Turnebus: ἀναπεπλησμένων ) ἀπελθεῖν. οὐ γὰρ ὁ θεὸς διέστησεν οὐδὲ διῴκισε τὴν οὐσίαν, ἀλλʼ ὑπʼ αὐτῆς διεστῶσαν αὐτὴν καὶ φερομένην χωρὶς ἐν ἀκοσμίαις τοσαύταις παραλαβὼν, ἔταξε καὶ
συνήρμοσε διʼ ἀναλογίας καὶ μεσότητος· εἶθʼ ἑκάστῃ λόγον ἐγκαταστήσας ὥσπερ ἁρμοστὴν καὶ φύλακα, κόσμους ἐποίησε τοσούτους, ὅσα γένη τῶν πρώτων σωμάτων ὑπῆρχε. ταῦτα μὲν οὖν τῇ Πλάτωνος ἀνακείσθω χάριτι διʼ Ἀμμώνιον· ἐγὼ δὲ περὶ μὲν ἀριθμοῦ κόσμων οὐκ ἄν ποτε διισχυρισαίμην ὅτι τοσοῦτοι, τὴν, δὲ πλείονας μὲν ἑνὸς οὐ μὴν ἀπείρους ἀλλʼ ὡρισμένους πλήθει τιθεμένην δόξαν, οὐδετέρας ἐκείνων ἀλογωτέραν ἡγοῦμαι, τὸ φύσει τῆς ὕλης σκεδαστὸν καὶ μεριστὸν ὁρῶν οὔτʼ ἐφʼ ἑνὸς μένον οὔτʼ εἰς ἄπειρον ὑπὸ τοῦ λόγου βαδίζειν ἐώμενον. εἰ δʼ ἀλλαχόθι που κἀνταῦθα[*](κἀνταῦθα X: κἂν ) τῆς Ἀκαδημείας[*](Ἀκαδημείας *: ἀκαδημίας ) ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν, καὶ τὴν ἀσφάλειαν ὥσπερ ἐν χωρίῳ σφαλερῷ, τῷ περὶ τῆς ἀπειρίας λόγῳ, μόνον διασῴζωμεν.

ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Δημήτριος ὀρθῶς ἔφη Λαμπρίας παραινεῖ. πολλαῖς γὰρ οἱ θεοὶ μορφαῖς οὐ σοφισμάτων ὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck p. 674) φησίν, ἀλλὰ πραγμάτων σφάλλουσιν ἡμᾶς, ὅταν ὡς ἐπιστάμενοι τολμῶμεν ἀποφαίνεσθαι περὶ τηλικούτων. ἀλλʼ ἀνοιστέος[*](ἀνοιστέος] Nauck p. 674)[*](ὁ M) λόγος, ὡς ὁ αὐτὸς ἀνήρ φησιν, ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. τὸ γὰρ ἀφισταμένων καὶ ἀπολειπόντων τὰ χρηστήρια τῶν δαιμόνων ὥσπερ ὄργανα τεχνιτῶν ἀργὰ καὶ ἄναυδα κεῖσθαι λεχθέν, ἕτερον λόγον ἐγείρει τὸν περὶ τῆς αἰτίας μείζονα καὶ δυνάμεως, ᾗ[*](ᾗ Turnebus: ᾧ ) χρώμενοι ποιοῦσι κατόχους τοῖς

ἐνθουσιασμοῖς καὶ φαντασιαστικοὺς τοὺς προφήτας καὶ τὰς προφήτιδας. οὐ γὰρ οἷόν τε τὴν ἔκλειψιν αἰτιᾶσθαι τοῦ ἀπαυδᾶν τὰ μαντεῖα, μὴ πεισθέντας ὃν τρόπον ἐφεστῶτες αὐτοῖς καὶ παρόντες ἐνεργὰ καὶ λόγια ποιοῦσιν οἱ δαίμονες. ὑπολαβὼν δʼ ὁ Ἀμμώνιος οἴει γὰρ ἕτερόν τι τοὺς δαίμονας εἶπεν[*](εἶπεν Turnebus: εἰπεὶν ) ἢ ψυχὰς ὄντας περιπολεῖν καθʼ Ἡσίοδον[*](Ἡσίοδον] OD 125) ἠέρα ἑσσαμένους;ʼ ἐμοὶ μὲν γάρ, ἣν ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον τραγῳδίαν ἢ κωμῳδίαν, ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς[*](ψυχὴ πρὸς X) ψυχὴν ἐνεσκευασμένην σῶμα τῷ[*](τῷ Emperius) παρόντι βίῳ πρόσφορον.[*](πρόσφορον R: προσφέρειν ) οὐδὲν οὖν ἄλογον οὐδὲ θαυμαστόν, εἰ ψυχαὶ ψυχαῖς ἐντυγχάνουσαι φαντασίας ἐμποιοῦσι τοῦ μέλλοντος, ὥσπερ ἡμεῖς ἀλλήλοις οὐ πάντα διὰ φωνῆς ἀλλὰ καὶ γράμμασι καὶ θιγόντες μόνον καὶ προσβλέψαντες πολλὰ καὶ μηνύομεν τῶν γεγονότων καὶ τῶν ἐσομένων προσημαίνομεν. εἰ μή τι σὺ λέγεις ἕτερον, ὦ Λαμπρία· καὶ γὰρ ἔναγχος ἧκέ τις φωνὴ πρὸς ἡμᾶς, ὡς σοῦ πολλὰ περὶ τούτων ἐν Λεβαδείᾳ[*](Λεβαδείᾳ *: λεβαδίᾳ ) ξένοις διαλεχθέντος, ὧν οὐδὲν ὁ διηγούμενος ἀκριβῶς διεμνημόνευσε. μὴ θαυμάσῃς ἔφην ἐγώ, πολλαὶ γὰρ ἅμα πράξεις διὰ μέσου καὶ ἀσχολίαι συντυγχάνουσαι διὰ τὸ μαντεῖον εἶναι καὶ θυσίαν, τοὺς λόγους διεσπαρμένους ἡμῖν καὶ σποράδας ἐποίησαν ἀλλὰ νῦν ὁ Ἀμμώνιος ἔφη καὶ σχολὴν ἄγοντας ἀκροατὰς ἔχεις[*](ἔχεις Basileensis: ἔχει ) καὶ προθύμους[*](προθύμους R: πρόθυμοι ) τὰ μὲν ζητεῖν τὰ δὲ
μανθάνειν, ἔριδος ἐκποδὼν οὔσης καὶ φιλονεικίας ἁπάσης. συγγνώμης δὲ παντὶ λόγῳ καὶ παρρησίας ὡς ὁρᾷς δεδομένης.

ταῦτα δὴ καὶ τῶν ἄλλων συμπαρακαλούντων, μικρὸν ἐγὼ σιωπήσας καὶ μὴν ἀπὸ τύχης τινός, ὦ Ἀμμώνιε, τοῖς τότε λόγοις αὐτὸς ἀρχήν τινα καὶ πάροδον ἐνδέδωκας. εἰ γὰρ αἱ διακριθεῖσαι σώματος ἢ μὴ μετασχοῦσαι τὸ παράπαν ψυχαὶ δαίμονές εἰσι κατὰ σὲ καὶ τὸν θεῖον Ἡσίοδον[*](Ἡσίοδον] OD 123, ubi ἐσθλοὶ pro ἁγνοὶ )

ἁγνοὶ ἐπιχθόνιοι φύλακες θνητῶν ἀνθρώπων
διὰ τί τὰς ἐν τοῖς σώμασι ψυχὰς; ἐκείνης τῆς δυνάμεως ἀποστεροῦμεν, ᾗ τὰ μέλλοντα καὶ προγιγνώσκειν πεφύκασι καὶ προδηλοῦν οἱ δαίμονες; οὔτε γὰρ δύναμιν οὔτε μέρος οὐδὲν ἐπιγίγνεσθαι ταῖς ψυχαῖς, ὅταν ἀπολίπωσι τὸ σῶμα, μὴ κεκτημέναις πρότερον εἰκός ἐστιν· ἀλλʼ ἀεὶ μὲν ἔχειν ἔχειν δὲ φαυλότερα τῷ σώματι μεμιγμένας,[*](malim μεμιγμέναις ) καὶ τὰ μὲν ὅλως ἄδηλα καὶ κεκρυμμένα τὰ δʼ ἀσθενῆ καὶ ἀμαυρὰ καὶ τοῖς διʼ ὁμίχλης ὁρῶσιν ἢ κινουμένοις ἐν ὑγρῷ παραπλησίως δύσεργα καὶ βραδέα, καὶ πολλὴν ποθοῦντα θεραπείαν τοῦ οἰκείου καὶ ἀνάληψιν ἀφαίρεσιν δὲ καὶ κάθαρσιν τοῦ καλύπτοντος.[*](καλύπτοντος Emperius: κλέπτοντος ) ὥσπερ γὰρ ὁ ἥλιος οὐχ ὅταν διαφύγῃ τὰ νέφη γίγνεται λαμπρός, ἀλλʼ ἔστι μὲν ἀεὶ φαίνεται δʼ ἡμῖν ἐν ὁμίχλῃ δυσφαὴς καὶ ἀμαυρός· οὕτως ἡ ψυχὴ τὴν μαντικὴν οὐκ ἐπικτᾶται δύναμιν ἐκβᾶσα τοῦ σώματος ὥσπερ
νέφους, ἀλλʼ ἔχουσα καὶ νῦν τυφλοῦται διὰ τὴν πρὸς τὸ θνητὸν ἀνάμιξιν αὐτῆς καὶ σύγχυσιν. οὐ δεῖ δὲ θαυμάζειν οὐδʼ ἀπιστεῖν ὁρῶντας, εἰ μηδὲν ἄλλο, τῆς ψυχῆς τὴν ἀντίστροφον τῇ μαντικῇ δύναμιν, ἣν μνήμην καλοῦμεν, ἡλίκον ἔργον ἀποδείκνυται τῷ[*](τῷ *: τό ) σῴζειν τὰ παρῳχημένα καὶ φυλάττειν, μᾶλλον δὲ τὰ μηδὲ ὄντα·[*](δὲ τὰ μηδὲ ὄντα *: δὲ ὄντα ) τῶν γὰρ γεγονότων οὐδὲν ἔστιν οὐδʼ ὑφέστηκεν, ἀλλʼ ἅμα γίγνεται πάντα καὶ φθείρεται, καὶ πράξεις καὶ λόγοι καὶ παθήματα, τοῦ χρόνου καθάπερ ῥεύματος ἕκαστα παραφέροντος αὕτη δὲ τῆς ψυχῆς ἡ δύναμις οὐκ οἶδʼ ὅντινα τρόπον ἀντιλαμβανομένη τοῖς μὴ παροῦσι φαντασίαν καὶ οὐσίαν περιτίθησιν. ὁ μὲν γὰρ Θεσσαλοῖς περὶ Ἄρνης[*](Ἀρνης Turnebus: ἄννης ) δοθεὶς χρησμὸς ἐκέλευε φράζειν
κωφοῦ τʼ ἀκοὴν τυφλοῖό τε δέρξιν
ἡ δὲ μνήμη καὶ κωφῶν πραγμάτων ἀκοὴ καὶ τυφλῶν ὄψις ἡμῖν ἐστιν. ὅθεν, ὡς ἔφην, οὐκ ἔστι θαυμαστόν, εἰ κρατοῦσα τῶν μηκέτʼ ὄντων προλαμβάνει πολλὰ τῶν μηδέπω γεγονότων· ταῦτα γὰρ αὐτῇ μᾶλλον προσήκει καὶ τούτοις συμπαθής ἐστι· καὶ γὰρ ἐπιβάλλεται καὶ προτίθεται πρὸς τὰ[*](πρὸς τὰ] τὰ Stegmannus) μέλλοντα καὶ παρῳχημένων καὶ[*](καὶ τῶν παρῳκημένων idem) τέλος ἐχόντων ἀπήλλακται πλὴν τοῦ μνημονεύειν.

ταύτην οὖν ἔχουσαι τὴν δύναμιν αἱ[*](αἱ *) ψυχαὶ σύμφυτον[*](σύμφυρτον C. F. Hermannus. σύγχυτον Madvigius; sed cf. p. 451 c) μὲν ἀλλʼ ἀμυδρὰν[*](ἀλλʼ ἀμυδρὰν Emperius: καὶ ἀμυδρὸν ) καὶ δυσφάνταστον, ὅμως

ἐξανθοῦσι πολλάκις καὶ ἀναλαμβάνουσιν[*](ἀναλαμβάνουσιν] ἀναλάμπουσιν Emperius) ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς[*](τελετὰς) ἔνιαι, καθαροῦ γιγνομένου τοῦ σώματος ἤ τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, ἢ τῷ[*](τῷ Emperius) τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων τῷ[*](τῷ idem) ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι.[*](ἐπιστρεφόμεναι W: ἐπιστρεφομένας ) οὐ γάρ, ὡς ὁ Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 674) φησί,
μάντις δʼ[*](δʼ Euripides) ἄριστος ὅστις εἰκάζει καλῶς,ʼ
ἀλλʼ οὗτος ἔμφρων[*](ἔμφρων W: ὁμόφρων ) μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι τῆς ψυχῆς καὶ μετʼ εἰκότος ἡγουμένῳ καθʼ ὁδὸν ἑπόμενος. τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν[*](φαντασιῶν R: φανταστῶν ) πάθεσι καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος, ὅταν ἐκστῇ μάλιστα τοῦ παρόντος. ἐξίσταται δὲ κράσει καὶ διαθέσει τοῦ σώματος, ἐν μεταβολῇ γιγνόμενον, ὃν ἐνθουσιασμὸν καλοῦμεν. αὐτὸ μὲν οὖν ἐξ αὑτοῦ τὸ σῶμα τοιαύτην πολλάκις ἴσχει διάθεσιν ἡ δὲ γῆ πολλῶν μὲν ἄλλων δυνάμεων πηγὰς ἀνίησιν ἀνθρώποις, τὰς μὲν ἐκστατικὰς καὶ νοσώδεις καὶ θανατηφόρους τὰς δὲ χρηστὰς καὶ προσηνεῖς καὶ ὠφελίμους, ὡς δῆλαι[*](δῆλαι Turnebus: δῆλα ) γίγνονται πείρᾳ προστυγχάνουσι. τὸ δὲ μαντικὸν ῥεῦμα καὶ πνεῦμα θειότατόν ἐστι καὶ ὁσιώτατον, ἄν τε καθʼ ἑαυτὸ διʼ ἀέρος ἄν τε μεθʼ ὑγροῦ
v.3.p.127
νάματος ἀναφέρηται.[*](ἀναφέρηται *: ἀφαιρῆται ) καταμιγνύμενον γὰρ εἰς τὸ σῶμα κρᾶσιν ἐμποιεῖ ταῖς ψυχαῖς ἀήθη καὶ ἄτοπον, ἧς τὴν ἰδιότητα χαλεπὸν εἰπεῖν σαφῶς, εἰκάσαι δὲ πολλαχῶς ὁ λόγος δίδωσι. θερμότητι γὰρ καὶ διαχύσει πόρους; τινὰς ἀνοίγειν φανταστικοὺς τοῦ μέλλοντος εἰκός ἐστιν, ὡς οἶνος ἀναθυμιαθεὶς ἕτερα[*](ἕτερα] ἐγείρει W) πολλὰ κινήματα καὶ λόγους ἀποκειμένους καὶ λανθάνοντας ἀποκαλύπτει
  1. τὸ γὰρ βακχεύσιμον
  2. καὶ τὸ μανιῶδες μαντικὴν[*](μαντικὴν Euripides (Bacch. v. 298): μαντευτικὴν ) πολλὴν ἔχει
κατʼ Εὐριπίδην, ὅταν ἔνθερμος ἡ ψυχὴ γενομένη καὶ πυρώδης ἀπώσηται τὴν εὐλάβειαν, ἣν ἡ θνητὴ φρόνησις ἐπάγουσα πολλάκις ἀποστρέφει καὶ κατασβέννυσι τὸν ἐνθουσιασμόν.