De E apud Delphos
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
παυσαμένου δὲ τοῦ Θέωνος, Εὔστροφον Ἀθηναῖον οἶμαι τὸν εἰπόντα εἶναι πρὸς ἡμᾶς ὁρᾷς, ὡς ἀμύνει τῇ διαλεκτικῇ Θέων προθύμως, μονονοὺ τὴν λεοντῆν ἐπενδυσάμενος; οὕτως[*](οὕτως W: οὐπω ) οὐδʼ ἡμᾶς[*](ὑμᾶς R: ἡμᾶς ) τοὺς πάντα συλλήβδην πράγματα καὶ φύσεις καὶ ἀρχὰς θείων ὁμοῦ καὶ ἀνθρωπείων ἐν ἀριθμῷ τιθεμένους, καὶ πολὺ μάλιστα τῶν καλῶν καὶ τιμίων τοῦτον ἡγεμόνα ποιουμένους καὶ κύριον, εἰκὸς[*](εἰκὸς Exemplum Turnebi: εἰδὼς ) ἡσυχίαν ἄγειν, ἀλλʼ ἀπάρξασθαι τῷ θεῷ τῆς φίλης μαθηματικῆς, αὐτὸ μὲν ἐφʼ ἑαυτοῦ μήτε δυνάμει μήτε μορφῇ μήτε τῷ ῥήματι τὸ Ε τῶν ἄλλων στοιχείων διαφέρειν ἡγουμένους, ὡς δὲ μεγάλου πρὸς τὰ ὅλα καὶ κυρίου σημεῖον ἀριθμοῦ τετιμῆσθαι τῆς πεμπάδος, ἀφʼ οὗ τὸ ἀριθμεῖν οἱ σοφοὶ πεμπάζειν ὠνόμαζον. ταῦτα δὲ πρὸς ἡμᾶς ἔλεγεν οὐ παίζων ὁ Εὔστροφος, ἀλλʼ ἐπεὶ τηνικαῦτα προσεκείμην τοῖς μαθήμασιν ἐμπαθῶς, τάχα δʼ ἔμελλον[*](δʼ ἔμελλον R: δὲ μέλλων ) εἰς πάντα τιμήσειν τὸ μηδὲν ἄγαν ἐν Ἀκαδημείᾳ[*](Ἀκαδημείᾳ *: ἀκαδημίᾳ ) γενόμενος.