De E apud Delphos
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
ἔστι γάρ ὡς ὑπολαμβάνουσι Δελφοὶ καὶ[*](καὶ] del. Stegmannus) τότε[*](καὶ τότε W: καὶ τε ) προηγορῶν ἔλεγε Νίκανδρος ὁ ἱερεὺς σχῆμα[*](σχῆμα M: ὄχημα ) καὶ μορφὴ τῆς πρὸς τὸν, θεὸν ἐντεύξεως, καὶ τάξιν ἡγεμονικὴν ἐν τοῖς ἐρωτήμασιν ἔχει τῶν χρωμένων ἑκάστοτε καὶ διαπυνθανομένων, εἰ νικήσουσιν, εἰ γαμήσουσιν, εἰ συμφέρει πλεῖν, εἰ γεωργεῖν, εἰ ἀποδημεῖν. τοῖς δὲ διαλεκτικοῖς χαίρειν ἔλεγε σοφὸς ὁ θεός, οὐδὲν οἰομένοις ἐκ τοῦ εἰ μορίου καὶ
τοῦ μετʼ αὐτοῦ ἀξιώματος πρᾶγμα γίγνεσθαι, πάσας τὰς ἐρωτήσεις ὑποτεταγμένας τούτῳ καὶ νοῶν ὡς πράγματα καὶ προσιέμενος. ἐπεὶ δʼ ἴδιον τὸ ἐρωτᾶν ὡς μάντιν ἐστὶν ἡμῖν καὶ τὸ εὔχεσθαι κοινὸν ὡς πρὸς θεὸν, οὐχ ἧττον οἴονται τῆς πευστικῆς τὴν εὐκτικὴν τὸ γράμμα περιέχειν δύναμιν· εἰ γὰρ ὤφελον φησὶν ἕκαστος τῶν εὐχομένων. καὶ Ἀρχίλοχος[*](Ἀρχίλοχος] Bergkius 2 p. 402)εἰ γὰρ ὣς[*](ὥς W: ὡς ) ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν.[*](θίγειν mei codd.)καὶ τοῦ εἴθε τὴν δευτέραν συλλαβὴν παρέλκεσθαί[*](supplendum vid. τὴν δευτέραν συλλαβὴν ὥσπερ καὶ τὸ ʼθὴνʼ ) φασιν, οἷον τὸ Σώφρονος
ἃμα τέκνων θην δευομένα·καὶ τὸ Ὁμηρικὸν[*](Ὁμηρικόν] P 29)
ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος·ἐν δὲ τῷ εἰ τὸ εὐκτικὸν καὶ ἀποχρώντως δηλοῦσθαι.