De E apud Delphos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

εἰσὶ δʼ οἳ καὶ τὰς τῶν αἰσθήσεων δυνάμεις ἰσαρίθμους οὔσας τοῖς πρώτοις ἐκείνοις συνοικειοῦσι, τὴν μὲν ἁφὴν ὁρῶντες ἀντίτυπον οὖσαν καὶ γεώδη, τὴν δὲ γεῦσιν ὑγρότητι τῶν γευστῶν τὰς ποιότητας προσιεμένην. ἀὴρ δὲ πληγεὶς ἐν ἀκοῇ γίγνεται φωνὴ καὶ ψόφος. δυεῖν δὲ τῶν λοιπῶν ὀσμὴ μέν, ἣν ἡ ὄσφρσις εἴληχεν, ἀναθυμίασις οὖσα καὶ γεννωμένη θερμότητι πυρῶδές ἐστιν· αἰθέρι δὲ καὶ φωτὶ διὰ συγγένειαν διαλαμπούσης τῆς ὄψεως γίγνεται κρᾶσις ἀμφοῖν ὁμοιοπαθὴς καὶ σύμπηξις. ἄλλην δʼ οὔτε τὸ ζῷον αἴσθησιν οὔτε ὁ κόσμος ἔχει φύσιν ἁπλῆν καὶ ἄμικτον ἀλλὰ θαυμαστή τις, ὡς ἔοικε,

διανομὴ γέγονε τῶν πέντε πρὸς τὰ πέντε καὶ σύλληξις.