De Iside et Osiride
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους, μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνόμασι τούτοις καταλαμβάνοντες, μηδʼ ἕλη μηδὲ λωτοὺς μὴ θεοποιίαν[*](μὴ θεοποιίαν] corrupta. μηδὲ χέδροπα Emperius. Fort. μηδʼ ὁποιοῦν vel potius μηδʼ ὁτιοῦν ) λέγοντες
ἀποστερῶσι μεγάλων θεῶν τοὺς ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος οὐδὲ Μέμφις· Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι καὶ γιγνώσκουσιν ἅπαντες,[*](ἅπαντας W) ἐνίους μὲν οὐ πάλαι τοῖς παρʼ Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες , ἑκάστου δὲ τὴν δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες. δεύτερον, ὃ μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες· ὥσπερ οἱ Διόνυσον τὸν οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα· Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα. ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντωντῆμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν[*](cf. Ps. Plut. de vita Homeri s 23)οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλους[*](κάλως X: κάλους ) καὶ ἄγκυραν ἡγουμένων κυβερνήτην, καὶ νήματα καὶ κρόκας ὑφάντην καὶ σπονδεῖον[*](σπονδεῖον] σπογγίον R) ἢ μελίκρατον ἢ πτισάνην ἰατρόν· ἀλλὰ[*](ἀλλὰ] ἅμα δὲ Bentleius) δεινὰς καὶ ἀθέους ἐμποιοῦσι φύσεσι καὶ πράγμασιν ὀνόματα θεῶν ἐπιφέροντες. ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς οὐκ ἔστιν. οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλως κρόκας ὑφάντην, καὶ σπονδεῖον ἢ μελίκρατον ἢ δόξας, ἀναισθήτοις καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπʼ ἀνθρώπων δεομένων καὶ χρωμένων