De Iside et Osiride

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

δόξειε δʼ ἂν ἴσως καὶ Ἡσίοδος[*](Ησίοδος] cf. Theog. 116-122) τὰ πρῶτα πάντα[*](πάντα] πάντων Baxterus) Χάος καὶ Γῆν καὶ τάρταρον καὶ Ἔρωτα ποιῶν οὐχ ἑτέρας λαμβάνειν ἀρχάς, ἀλλὰ ταύτας·[*](ταύτας] τάς αὐτὰς Halmius) εἴγε[*](εἴγε X: γε ) δὴ τῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δʼ Ὀσίριδι τὸ τοῦ ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου μεταλαμβάνοντές πως[*](πως R: ὡς ) ἀποδίδομεν τὸ γὰρ Χάος δοκεῖ χώραν τινὰ καὶ τόπον τοῦ παντὸς ὑποτίθεσθαι. προσκαλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ

πράγματα μῦθον, ὃν Σωκράτης ἐν *sumposi/w|[*](Συμποσίῳ] p. 203 b) περὶ τῆς τοῦ Ἔρωτος γενέσεως διῆλθε, τὴν Πενίαν λέγων τέκνων δεομένην τῷ Πόρῳ καθεύδοντι, παρακλιθῆναι, καὶ κυήσασαν ἐξ αὐτοῦ τεκεῖν τὸν Ἔρωτα, φύσει μικτὸν[*](μικτὸν X: μαχρὸν ) ὄντα καὶ παντοδαπόν, ἅτε δὴ πατρὸς μὲν ἀγαθοῦ καὶ σοφοῦ καὶ πᾶσιν αὐτάρκους, μητρὸς δʼ ἀμηχάνου καὶ ἀπόρου καὶ διʼ ἔνδειαν ἀεὶ γλιχομένης ἑτέρου καὶ περὶ ἕτερον λιπαρούσης γεγενημένον. ὁ γὰρ Πόρος οὐχ ἕτερός ἐστι τοῦ πρώτου ἐρατοῦ[*](ἐρατοῦ Marklandus: ἐραστοῦ ) καὶ ἐφετοῦ καὶ τελείου καὶ αὐτάρκους· πενίαν δὲ τὴν ὕλην προσεῖπεν, ἐνδεᾶ μὲν οὖσαν αὐτὴν καθʼ ἑαυτὴν τοῦ ἀγαθοῦ, πληρουμένην δʼ ὑπʼ αὐτοῦ καὶ ποθοῦσαν ἀεὶ καὶ μεταλαμβάνουσαν.[*](μεταλαμβάνουσαν] μεταλαγχάνουσαν idem. cf. p. 374 b) ὁ δὲ γενόμενος ἐκ τούτων κόσμος καὶ Ὧρος οὐκ ἀίδιος οὐδʼ ἀπαθὴς οὐδʼ ἄφθαρτος, ἀλλʼ ἀειγενὴς ὢν μηχανᾶται ταῖς τῶν παθῶν μεταβολαῖς καὶ περιόδοις ἀεὶ νέος καὶ μηδέποτε φθαρησόμενος διαμένειν.