De Iside et Osiride
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
οὐ γὰρ ἄξιον προσέχειν τοῖς Φρυγίοις γράμμασιν, ἐν οἷς λέγεται Χάροπος[*](Χάροπος Emperius: χαροπῶς τοὺς ) μὲν τοῦ Ἡρακλέους γενέσθαι θυγάτηρ Ἶσις,[*](Ἰσις αἰακοῦ idem: ἰσαιακοῦ ) Αἰακοῦ δὲ τοῦ Ἡρακλέους ὁ Τυφών οὐδὲ Φυλάρχου[*](Φυλάρχου X: φιλάρχου ) μὴ καταφρονεῖν γράφοντος, ὅτι πρῶτος εἰς Αἴγυπτον ἐξ Ἰνδῶν Διόνυσος ἤγαγε δύο βοῦς, ὧν ἦν τῷ μὲν Ἆπις ὄνομα τῷ δʼ Ὄσιρις·[*](Ὀσιρις] Ὀνουφις Partheius) Σάραπις δʼ ὄνομα τοῦ τὸ πᾶν κοσμοῦντὸς
ἐστι παρὰ τὸ σαίρειν, ὃ καλλύνειν τινὲς καὶ κοσμεῖν λέγουσιν. ἄτοπα γὰρ ταῦτα τοῦ Φυλάρχου, πολλῷ δʼ ἀτοπώτερα τὰ[*](τὰ Squirius) τῶν λεγόντων οὐκ εἶναι θεὸν τὸν Σάραπιν, ἀλλὰ τὴν Ἄπιδος σορὸν οὕτως ὀνομάζεσθαι, καὶ χαλκᾶς τινας ἐν Μέμφει πύλας λήθης καὶ κωκυτοῦ προσαγορευομένας, ὅταν θάπτωσι τὸν Ἆπιν, ἀνοίγεσθαι βαρὺ καὶ σκληρὸν ψοφούσας· διὸ παντὸς ἠχοῦντος ἡμᾶς χαλκώματος ἐπιλαμβάνεσθαι.[*](παντὸς - ἐπιλαμβάνεσθαι] πάντων - ἐπιλανθάνεσθαι W) μετριώτεροι[*](μετριώτεροι Baxterus: μετριώτερον ) δʼ οἱ[*](οἱ X) παρὰ τὸ σεύεσθαι καὶ τὸ σοῦσθαι[*](καὶ τὸ σοῦσθαι] del. Squirius) τὴν τοῦ παντὸς ἅμα κίνησιν εἰρῆσθαι φάσκοντες. οἱ δὲ πλεῖστοι τῶν ἱερέων εἰς ταὐτό φασι τὸν Ὄσιριν συμπεπλέχθαι καὶ τὸν Ἆπιν, ἐξηγούμενοι καὶ διδάσκοντες ἡμᾶς, ὡς ἔμμορφον[*](ἔμμορφον W: εὔμορφον ) εἰκόνα χρὴ νομίζειν τῆς Ὀσίριδος ψυχῆς τὸν Ἆπιν. ἐγὼ δʼ, εἰ μὲν Αἰγύπτιόν ἐστι τοὔνομα τοῦ Σαράπιδος, εὐφροσύνην αὐτὸ δηλοῦν οἴομαι καὶ χαρμοσύνην, τεκμαιρόμενος ὅτι τὴν ἑορτὴν Αἰγύπτιοι τὰ Χαρμόσυνα Σαίρει καλοῦσιν. καὶ γὰρ Πλάτων τὸν Ἅιδην ὡς ἁδούσιον[*](ἁδούσιον *: αἰδοῦς υἱὸν αὐτῷ W: αὐτοῦ ) τοῖς παρʼ αὐτῷ γενομένοις καὶ προσηνῆ θεὸν ὠνομάσθαι φησί· καὶ παρʼ Αἰγυπτίοις ἄλλα τε πολλὰ τῶν ὀνομάτων λόγοι εἰσὶ[*](λόγοι εἰσὶ] cf. p. 16c) καὶ τὸν ὑποχθόνιον τόπον, εἰς ὃν οἴονται τὰς ψυχὰς ἀπέρχεσθαι μετὰ τὴν τελευτήν, Ἀμένθην καλοῦσι σημαίνοντος τοῦ ὀνόματος τὸν λαμβάνοντα καὶ διδόντα. εἰ δὲ καὶ τοῦτο τῶν ἐκ τῆς Ἑλλάδος ἀπελθόντων πάλαι καὶ μετακομισθέντων ὀνομάτων ἕν ἐστιν, ὕστερον ἐπισκεψόμεθα· νῦν δὲ τὰ λοιπὰ τῆς ἐν χερσὶ δόξης προσδιέλθωμεν.