De Iside et Osiride
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τούτων δὲ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο, καὶ πάντα πράγματα ταράξας ἐνέπλησε κακῶν γῆν ὁμοῦ τι[*](τι R: τε ) πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκεν. ἡ δὲ τιμωρὸς Ὀσίριδος ἀδελφὴ καὶ γυνὴ τὴν Τυφῶνος σβέσασα καὶ καταπαύσασα μανίαν καὶ λύσσαν οὐ περιεῖδε τοὺς; ἄθλους καὶ τοὺς ἀγῶνας, οὓς ἀνέτλη, καὶ πλάνας αὑτῆς· καὶ πολλὰ μὲν ἔργα σοφίας πολλὰ δʼ ἀνδρείας, ἀμνηστίαν ὑπολαβοῦσαν[*](ὑπολαβοῦσαν M: ὑπολαβοῦσα ) καὶ σιωπήν, ἀλλὰ ταῖς ἁγιωτάταις·
ἀναμίξασα τελεταῖς εἰκόνας καὶ ὑπονοίας καὶ μιμήματα[*](μιμήματα Baxterus: μίμημα ) τῶν τότε παθημάτων, εὐσεβείας ὁμοῦ δίδαγμα καὶ παραμύθιον ἀνδράσι καὶ γυναιξὶν ὑπὸ συμφορῶν ἐχομένοις ὁμοίων καθωσίωσεν. αὐτὴ δὲ καὶ Ὄσιρις ἐκ δαιμόνων ἀγαθῶν διʼ ἀρετὴν[*](ἀρετὴν R: ἀρετῆς ) εἰς θεοὺς μεταβαλόντες, ὡς ὕστερον Ἡρακλῆς καὶ Διόνυσος, ἅμα καὶ θεῶν καὶ δαιμόνων οὐκ ἀπὸ τρόπου μεμιγμένας τιμὰς ἔχουσι, πανταχοῦ μέν, ἐν δὲ τοῖς[*](τοῖς X: τούτοις ) ὑπὲρ γῆν καὶ[*](ὑπὲρ γῆν καὶ] del. X) ὑπὸ γῆν δυνάμενοι μέγιστον, οὐ γὰρ ἄλλον εἶναι Σάραπιν ἢ τὸν Πλούτωνά φασι, καὶ Ἶσιν τὴν[*](τὴν] ἢ τὴν R) Περσέφασσαν, ὡς Ἀρχέμαχος[*](Ἀρχέμαχος] Mueller. 4 p. 215) εἴρηκεν ὁ Εὐβοεύς, καὶ ὁ Ποντικὸς Ἡρακλείδης[*](Ἡερακλείδης X: ἡράκλειτος ) τὸ χρηστήριον ἐν Κανώβῳ Πλούτωνος ἡγούμενος εἶναι.