De Iside et Osiride
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
πάντα μέν, ὦ Κλέα, δεῖ τἀγαθὰ τοὺς νοῦν ἔχοντας αἰτεῖσθαι παρὰ τῶν θεῶν, μάλιστα δὲ τῆς περὶ αὐτῶν ἐπιστήμης ὅσον ἐφικτόν ἐστιν ἀνθρώποις μετιόντες εὐχώμεθα[*](εὐχώμεθα Halmius: εὐχόμεθα ) τυγχάνειν παρʼ αὐτῶν ἐκείνων· ὡς οὐδὲν ἀνθρώπῳ λαβεῖν μεῖζον οὐδὲ[*](οὐδὲ *: οὐ ) χαρίσασθαι θεῷ σεμνότερον ἀληθείας;. τἄλλα[*](τἄλλα *: τὰ ἄλλα ) μὲν γὰρ ἀνθρώποις ὁ θεὸς ὧν δέονται δίδωσιν, νοῦ δὲ καὶ φρονήσεως μεταδίδωσιν,[*](νοῦ -- μεταδίδωσιν W ex Eustr. Comment. ad Aristot. Ethic. 6 p. 98 b) οἰκεῖα κεκτημένος ταῦτα καὶ χρώμενος. οὐ γὰρ ἀργύρῳ καὶ χρυσῷ μακάριον τὸ θεῖον, οὐδὲ βρονταῖς καὶ κεραυνοῖς ἰσχυρόν, ἀλλʼ ἐπιστήμῃ καὶ φρονήσει. καὶ τοῦτο κάλλιστα πάντων Ὅμηρος ὧν εἴρηκε περὶ θεῶν ἀναφθεγξάμενος
σεμνοτέραν ἀπέφηνε τὴν τοῦ Διὸς ἡγεμονίαν, ἐπιστήμῃ[*](ἐπιστήμῃ καὶ σοφίᾳ Marklandus: ἐπιστήμης καὶ σοφίας ) καὶ σοφίᾳ πρεσβυτέραν οὖσαν. οἶμαι δὲ καὶ τῆς αἰωνίου ζωῆς, ἣν ὁ θεὸς εἴληχεν, εὔδαιμον[*](εὔδαιμον] ἓν εὔδαιμον Emperius) εἶναι τὸ τῇ γνώσει μὴ προαπολείπειν[*](προαπολείπειν *: προαπολιπεῖν ) τὰ γιγνόμενα· τοῦ δὲ γιγνώσκειν τὰ ὄντα καὶ φρονεῖν ἀφαιρεθέντος, οὐ βίον ἀλλὰ χρόνον εἶναι τὴν ἀθανασίαν.
- ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
[*](Hom. N 354)- ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει,