De gloria Atheniensium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1889.
[*](lac. addidit Duebnerus, Xylandro monente)ταῦτʼ ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθʼ ἑαυτὸν στρατηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδʼ ἐλευθερώσας· ὀρθῶς δʼ εἰρήσεται καὶ πρὸς τοὺς ἐπὶ τοῖς λόγοις μέγα φρονοῦντας· ἂν γὰρ ἀνέλῃς τοὺς πράττοντας, οὐχ ἕξεις τοὺς γράφοντας;. ἄνελε τὴν Περικλέους πολιτείαν καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας Νικίου καὶ τὴν Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν Πελοπόννησον περιπλέοντα, καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται. ἄνελε τὰ περὶ Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ πρὸς Λέσβον [*](malimπρὸ Λέσβου) Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον [*](Ἀρχίνον R: ἄρχιππον ) καὶ τοὺς ἀπὸ Φυλῆς ἑβδομήκοντα κατὰ τῆς
Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα τὰς Ἀθήνας εἰς τὴν θάλατταν, καὶ Κράτιππος [*](Κράτιππος] Mueller. 2 p. 75) ἀνῄρηται. Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ Θεμιστογένει περὶ τούτων συντετάχθαι τῷ Συρακοσίῳ, [*](Θεμιστογένει - τῷ Συρακουσίῳ Turnebus: θεμιστογένη - τὸν συρακούσιον ) ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος. οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, Κλεινόδημοι [*](Κλειτόδημοι W: κλεινόδημοι. cf. Mueller. 2 p. 360) Δίυλοι Φιλόχορος Φύλαρχος, [*](Φύλαρχος R: φίλαρχος ) ἀλλοτρίων γεγόνασιν ἔργων [*](ἔργων Polus: ἐρώτων ) ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵνʼ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν. ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ.πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἣδε μήτηρ καὶ τροφὸς εὐμενὴς τεχνῶν γέγονε, τὰς μὲν εὑραμένη καὶ ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν καὶ αὔξησιν οὐχ ἥκιστα δʼ ὑπʼ αὐτῆς ζωγραφία προῆκται καὶ κεκόσμηται. καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν· οὗ τοῖς ἔργοις ἐπιγέγραπται μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται. καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος καὶ Πλεισταίνετος [*](Πλεισταίνετος] Πάναινος O. Muellerus) ὁ Φειδίου ἀδελφός, οἱ μὲν
στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δʼ ἥρωας· ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δʼ ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίηται καί τι [*](πεποίηται καί τι] πεποηφαγηκότι?) προσέοικε· τὸν δʼ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς [*](ἀφυῶς R: ἀφυῶς τις )γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ. τὸ δʼ ἔργον ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ [*](ἀπὸ] ὑπὸ Abreschius) τῆς ἐν Λεύκτροις μάχης· ἀρθεὶς μέγας, ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ ἀξίωμα τῆς πόλεως; ἠθέλησε. καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν ἔπειτα περὶ Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην προυκαλεῖτο. μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ τὴν Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικρὸν [*](μικρὸν Benselerus: μικροῦ ) ἔφθη τὴν πόλιν ἔρημον ἐξ ἐφόδου λαβεῖν καὶ κατασχεῖν. αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας κατὰ [*](κατὰ *) τάχος πρὸς τὴν πόλιν γενομένης, ὑπέδειξε μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος· ἐξαπατήσας δὲ καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν τὴν [*](τὴν R: εἰς τὴν ) μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος, καὶ διαβουλευομένοις αὐτοῖς ἀκμὴν τοῦ [*](τοῦ] περὶ τοῦ?) πέμπειν τὴν εἰς; Λακεδαίμονα βοήθειαν, εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις. οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη. τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδʼ ἐπινοούντων βοήθειαν. ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν Μαντινικήν, οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλʼ ὁδῷ πορευόμενοι καθʼ ἡσυχίαν· ὡς δέ τις αὐτῶν ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις. [*](πλείστοις] ὁπλίταις W) οἱ δʼ ἱππεῖς διασκευσάμενοι καὶ προεξελάσαντες, ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν [*](αφείλοντο τὴν μ. τοῦ Ἐπαμεινωνδου an τοῦ Ἐ. τὴν Μαντίνειαν ἀφείλοντο?) Μαντίνειαν. τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ σύρρηγμα [*](σύρρηγμα M: σύγγραμμα ) καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος γέμουσαν. ἀλλʼ οὐκ ἂν οἶμαι τῷ ζωγράφῳ [*](τῷ ζωγράφῳ W: τὴν ζωγράφου ) κρίσιν προθείητε [*](προθείητε W: προσθείητε ) πρὸς τὸν στρατηγὸν οὐδʼ ἀνάσχοισθε τῶν προτιμώντων τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα τῆς ἀληθείας.
- δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὃν ποτʼ Ἀθήνη
[*](Hom. B 547)- θρέψε Διὸς θυγάτηρ.
πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν σιωπῶσαν προσαγορεύει, τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν. ἃς γὰρ οἱ ζωγράφοι πράξεις ὡς γιγνομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ συγγράφουσιν. εἰ δʼ οἱ μὲν χρώμασι καὶ σχήμασιν οἱ δʼ ὀνόμασι καὶ λέξεσι ταὐτὰ [*](ταὐτὰ W: ταῦτα ) δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δʼ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας. ὁ γοῦν Θουκυδίδης [*](Θουκυδίδης] cf. VII 71) ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγιγνώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος. ὁ γὰρ παρὰ τὴν Ῥαχίαν αὐτὴν [*](αὐτὴν R: αὐτῆς ) τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης καὶ ὁ τὸν κυβερνήτην ἐπισπέρχων Βρασίδας ἐξοκέλλειν καὶ χωρῶν ἐπὶ τὴν βάθραν [*](ἀποβάθραν?) καὶ τραυματιζόμενος καὶ λιποψυχῶν [*](λιποψυχῶν Duebnerus: λειποψυχῶν ) καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι ναυμαχοῦντες δʼ ἀπὸ γῆς Ἀθηναῖοι· καὶ πάλιν ὁ ἐν τοῖς Σικελικοῖς ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, ἄλαστον [*](ἄλαστον] πολύν τὸν Thucydides. πλεῖστον?) ἀγῶνα καὶ σύντασιν [*](σύντασιν R: σύνταξιν )
τῆς γνώμης ἔχων διὰ τὰς συντάξεις, ὡς· ---[*](lacunam signavi quam suppleo: ὥστε διὰ τὸ ἀκρίτως συνεχὲς κἑ) συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς συναπονεύειν [*](συναπονεύειν *: συμπνέων ) τῇ διαθέσει [*](τῇ τε διαθέσει?) καὶ τῇ διατυπώσει τῶν γιγνομένων γραφικῆς ἐναργείας ---. [*](lacunam indicavi fortasse supplendam verbisοὐδὲν ἀπολείπουσιvel similibus) ὥστʼ εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν. [*](παραβάλλωμεν *: παραβάλωμεν ) τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος ὁ Ἐρωεύς· [*](Ἐρωεύς] Ἐροιεύς X) οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα, δραμόντα σὺν τοῖς ὅπλοις θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων, [*](πρώτων] πρυτάϝεων Cobetus) τοσοῦτο μόνον εἰπεῖν χαίρετε καὶ χαίρομεν [*](καὶ χαίρομεν] νικῶμενidem) εἶτʼ εὐθὺς ἐκπνεῦσαι. πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς; γενόμενος. φέρε δʼ εἴ τις ὑπὲρ λόφου τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατὴς, καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος, εἶτʼ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος [*](Κυνέγειρος *: κυναίγειρος ) ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος ὅτι τὰς τούτων ἀριστείας καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν· ἆρʼ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν, ὅπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης [*](Θουκυδίδης] V 65 sqq.) ἱστόρηκεν, εὐαγγέλιον ἐκ φιδιτίου κρέας ἀποστεῖλαι; [*](ἀποστεῖλαι X: ἀποστέλλειν vel ἀπέστειλαν ) καὶ μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες. ἀμέλει δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγιγνωσκόμενοι διὰ τοὺς κατορθώσαντας· οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις [*](ἀλλὰ διὰ τὰς πράξεις Madvigius) καὶ ἀκοῆς; ἀξιοῦνται.καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ [*](τῷ) τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη
ἴσκε [*](ἴσκεHomerusτ 203: ἴσχε ) ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν ἐγγὺς οὖν Μένανδρε τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας; τὸν δʼ ἀποκρίνασθαι νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις· δεῖ δʼ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι ὅτι [*](anteὅτιlacunam significavit R) καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν. ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα μὴ [*](μὴ *: καὶ μὴ ) ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε· γλώσσας [*](γλώσσας M: γλῶσσαι vel γλῶσσα ) δὲ καὶ καταχρήσεις καὶ μεταφράσεις καὶ μέλη καὶ ῥυθμοὺς ἡδύσματα τοῖς πράγμασιν ὑποτίθεται. σφόδρʼ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος
δειξαμένου δὲ τῇ Κορίννῃ, γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ, ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλʼ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί, καὶ Πλάτων [*](Πλάτων] Phaedon. p. 61 b) εἴρηκεν. ὁ δὲ μῦθος εἶναι βούλεται λόγος, ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.
Ἐπικῆς [*](ἐπικῆς *: τῆς ) μὲν οὖν ποιήσεως ἡ πόλις οὐκ ἔσχηκεν ἔνδοξον δημιουργὸν οὐδὲ μελικῆς ὁ γὰρ Κινησίας ἀργαλέος ἔοικε ποιητὴς γεγονέναι διθυράμβων καὶ αὐτὸς μὲν ἄγονος καὶ ἀκλεὴς γέγονε, σκωπτόμενος δὲ καὶ χλευαζόμενος ὑπὸ τῶν κωμῳδιοποιῶν [*](κωμῳδιοποιῶν *: κωμῳδοποιῶν ) οὐκ εὐτυχοῦς δόξης μετέσχηκε. τῶν δὲ δραματοποιῶν τὴν μὲν κωμῳδιοποιίαν [*](κωμῳδιοποιίαν: κωμῳδοποιίαν) οὕτως ἄσεμνον ἡγοῦντο καὶ φορτικόν, ὥστε νόμος ἦν μηδένα ποιεῖν κωμῳδίας Ἀρεοπαγίτην. ἤνθησε δʼ ἡ τραγῳδία καὶ διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα τῶν τότʼ
ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν, ἣν [*](ἣνnescio quis: ἧν) ὃ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος, καὶ ὁ ἀπατηθεὶς σοφώτερος; τοῦ μὴ ἀπατηθέντος. ὁ μὲν γὰρ ἀπατήσας δικαιότερος, ὅτι τοῦθʼ ὑποσχόμενος πεποίηκεν· ὁ δʼ ἀπατηθεὶς σοφώτερος εὐάλωτον γὰρ ὑφʼ ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον. τίνʼ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς· ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν [*](ἄκραν] ἀκρόπολιν Cobetus) ἐκόσμησεν, ὡς Μιλτιάδης ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν; εἰ οὕτως ἡ Εὐριπίδου σοφία καὶ ἡ Σοφοκλέους λογιότης καὶ τὸ Αἰσχύλου στόμα τι τῶν δυσχερῶν ἀπήλλαξεν ἤ τι τῶν λαμπρῶν περιεποίησεν, ἄξιόν γε τὰ δράματα τοῖς τροπαίοις ἀντιπαραθεῖναι καὶ τῷ στρατηγίῳ τὸ θέατρον ἀνταναστῆσαι καὶ ταῖς ἀριστείαις τὰς διδασκαλίας ἀντιπαραβαλεῖν.βούλεσθε τοὺς ἄνδρας εἰσάγωμεν αὐτοὺς τὰ σύμβολα καὶ τὰ παράσημα τῶν ἔργων κομίζοντας, ἰδίαν ἑκατέρῳ πάροδον ἀποδόντες; ἔνθεν μὲν δὴ προσίτωσαν ὑπʼ αὐλοῖς καὶ λύραις ποιηταὶ λέγοντες; καὶ ᾅδοντες;
καὶ σκευὰς καὶ προσωπεῖα καὶ βωμοὺς καὶ μηχανὰς ἀπὸ σκηνῆς περιάκτους καὶ τρίποδας· ἐπινικίους κομίζοντες· [*](κομίζοντες R: κομίζοντας ) τραγικοὶ [*](τραγικοὶ M τράγοι ) δʼ αὐτοῖς ὑποκριταὶ καὶ Νικόστρατοι καὶ Καλλιππίδαι καὶ Μηνίσκοι, καὶ Θεόδωροι καὶ πῶλοι [*](Πῶλοιnescio quis: πολλοὶ) συνίτωσαν, ὥσπερ γυναικὸς πολυτελοῦς τῆς τραγῳδίας κομμωταὶ καὶ διφροφόροι, μᾶλλον δʼ ὡς ἀγαλμάτων ἐγκαυσταὶ καὶ χρυσωταὶ καὶ βαφεῖς παρακολουθοῦντες· σκευῶν δὲ καὶ προσώπων καὶ ξυστίδων ἁλουργῶν καὶ μηχανῶν ἀπὸ σκηνῆς καὶ χοροποιῶν καὶ δορυφόρων δυσπραγμάτευτος λαὸς καὶ χορηγία πολυτελὴς παρασκευαζέσθω. πρὸς ἃ Λάκων ἀνὴρ ἀποβλέψας οὐ κακῶς εἶπεν, ὡς ἁμαρτάνουσιν Ἀθηναῖοι μεγάλα τὴν σπουδὴν εἰς τὴν παιδιὰν καταναλίσκοντες, τουτέστι μεγάλων ἀποστόλων δαπάνας καὶ στρατευμάτων ἐφόδια καταχορηγοῦντες εἰς τὸ θέατρον. ἂν γὰρ ἐκλογισθῇ τῶν δραμάτων ἕκαστον ὅσου κατέστη, πλέον ἀνηλωκὼς φανεῖται ὁ δῆμος εἰς Βάκχας καὶ Φοινίσσας καὶ Οἰδίποδας καὶ Ἀντιγόνην καὶ τὰ Μηδείας κακὰ καὶ Ἠλέκτρας, ὧν ὑπὲρ τῆς ἡγεμονίας καὶ τῆς ἐλευθερίας πολεμῶν τοὺς βαρβάρους ἀνάλωσεν οἱ μὲν γὰρ στρατηγοὶ πολλάκις παραγγείλαντες ἄπυρα σιτία κομίζειν ἐξῆγον ἐπὶ τὰς μάχας τοὺς ἄνδρας· καὶ νὴ Δίʼ οἱ τριήραρχοι τοῖς ἐλαύνουσιν ἄλφιτα παρασκευάσαντες, ὄψον δὲ κρόμμυα [*](κρόμμυα *: κρόμυα ) καὶ [*](καὶ Turnebus) τυρόν, ἐνεβίβαζον εἰς τὰς τριήρεις· οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια [*](ἐγχέλεια*: ἐγχέλια) καὶ θριδάκια καὶ σκελίδας [*](σκελίδας R: σκελλίδας ) καὶ μυελὸν παρατιθέντες, εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ τρυφῶντας. καὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν ὁ [*](ὁ Emperius: οὐ ) τρίπους ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός φησιν, ἀλλʼ ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων [*](ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων R: ἐπὶ πεισμάτων ἐκκεχευμένον βίον ) καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων. [*](οἴκωνidem: οἶκον) τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν.
τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς εὐφημεῖν χρὴ κἀξίστασθαι τοὺς ἀπράκτους καὶ ἀπολιτεύτους καὶ ἀστρατεύτους, ὅστις ἄτολμος [*](ἄτολμος Turnebus: εὐτόλμως ) πρὸς ἔργα τοιαῦτα καὶ γνώμῃ μὴ καθαρεύει, μηδὲ Μιλτιάδου τοῦ μηδοφόνου μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους χειρὸς βακχεῖʼ ἐτελέσθη Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμιγμένοις [*](μεμιγμένοις] ᾑμαγμένοις R) σκύλοις καὶ τροπαίοις βεβριθώς.
κλῦθʼ [*](κλῦθʼ p. 483 d: κλῦθι. cf. Bergk. 1 p. 397) Ἀλαλά, Πολέμου [*](Ἀλαλὰ Πολέμου X ex p. 1.: ἄννα γὼ lac. 5-6 litt. (in E) interposita) θύγατερ, ἐγχέων προοίμιον, ᾇ θύεται [*](ᾅ θύεταιHauptius ex Schol. ad Aesch. Pers. 49: ἀμφύετε ) ἄνδρες τὸν ἱρόθυτον [*](ἱρόθυτονidem: ἱερόθυτον) θάνατον,ʼὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας εἶπεν, [*](εἶπεν] delendum mihi vid. ut audiaturἐθύσατο τὸν ἱρόθυτον θάνατον) ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν. ὧν τὰς Νίκας μοι δοκῶ προσερχομένας, οὐ βοῦν ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδʼ ἀνεστεμμένας κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας· ἀλλʼ ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ [*](ϝαοὶ χιλιοτάλαντοι Bryanus: νηχοτάλαντοι. cf. Vit. Pericl. c. 12) χιλιοτάλαντοι καὶ δήμων ἀποικισμοὶ μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται [*](ἀναστέφονταιLeonicus: ἀναστρέφονται) καὶ λαφύροις· ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεῶν οἶκοι, [*](νεῶν οἶκοι] νεώσοικοι M) προπύλαια, Χερρόνησος, Ἀμφίπολις. Μαραθὼν τὴν Μιλτιάδου Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων· σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν. φέρει δʼ ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπʼ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδʼ αἰχμάλωτον καὶ δεδεμένους Σπαρτιάτας. [*](Σπαρτιάτας W: στρατιώτας ) τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ Φυλῆς ἐλεύθερον, αἱ [*](αἱ M: ἡ ) δʼ Ἀλκιβιάδου περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν ἐκ δὲ τῶν Νειλέου καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ἰωνίαν ἀνισταμένην [*](ἀνισταμένην] συνισταμένηνMadvigius) ἐπεῖδεν ἡ Ἑλλάς. τῶν δʼ ἄλλων ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθʼ ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ τούτων θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ Σοφοκλέους οὐδʼ ὅτε Καρκίνος [*](Καρκίνος] Nauck. p. 619) Ἀερόπῃ συνῆν [*](συνῆν] περιῆνEmperius. Alid latet) ἢ Ἕκτορι Ἀστυδάμας [*](Ἀστυδάμας] Nauck. p. 603), ἀλλʼ ἕκτῃ μὲν ἱσταμένου [*](ἱσταμένουWesselingius: ἱσταμένη) Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει· ἕκτῃ δʼ ἐπὶ δέκα μηνὸς [*](ἐπὶ δεκα μηνὸς *: μηνὸς. cf. Vit. Phoc. c. 6) οἰνοχοεῖται τῆς· Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας· τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας· ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον. τρίτῃ δʼ ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων. τὴν δʼ ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος [*](Μουνιχιῶνος *: μουνυχιῶνος ) Ἀρτέμιδι καθιέρωσαν, ἐν τοῖς Ἕλλησι περὶ Σαλαμῖνα νικῶσιν ἐπέλαμψεν ἡ θεὸς· πανσέληνος. τὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἐν ᾧ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων, μόνοι τὸ καθʼ ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον ἀπὸ τῶν νικώντων πολεμίων. ταῦτα τὴν πόλιν ἤγειρεν εἰς δόξαν, ταῦτʼ εἰς μέγεθος· ἐπὶ [*](ἐπὶEmperius: ἐν) τούτοις Πίνδαρος [*](Πίνδαρος] Bergk. 1 p. 396) ἔρεισμα τῆς Ἑλλάδος προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν [*](ὤρθουν R: ὤρθου ) τοὺς Ἕλληνας, ἀλλʼ ὅτι πρῶτον, ὥς φησιν αὐτός, ἐπʼ Ἀρτεμισίῳ παῖδες [*](παῖδες κέ] Bergk. ib.) Ἀθαναίων [*](ἈθαναίωνBoeckhius: ἀθηναίων) ἐβάλοντο φαεννὰν [*](φαεννὰνVit. Them. c. 8: φαεινὴν ) κρηπῖδʼ ἐλευθερίας· ἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμάντινοι [*](ἀδαμάντινοι] fort. ἀδαμαντίνοιςut ad dativos referatur) στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.
ἀλλὰ νὴ Δία παιδιὰ τὰ τῶν ποιητῶν· οἱ δὲ ῥήτορες ἔχουσί τι παραβαλλόμενοι πρὸς τοὺς στρατηγούς, ἐξ ὧν εἰκότως [*](εἰκότωςMadvigius: εἰκὸς ὡς (ὡς εἰκὸς ἐξ ὡν Emperius)) Αἰσχίνης [*](Αἰσχίνης] adv. Ctesiph 146) σκώπτων τὸν Δημοσθένην λέγειν φησίν, ὅτι γράψεται τῷ βήματι διαδικασίαν πρὸς τὸ στρατήγιον. [*](τὸ στρατήγιον R: τὴν στρατηγίαν ) ἆρʼ οὖν ἄξιον προκρῖναι τὸν Ὑπερείδου Πλαταϊκὸν τῆς Ἀριστείδου Πλαταιᾶσι [*](Πλαταιᾶσι Cobetus: παραγγελίας ) νίκης; ἢ τὸν Λυσίου κατὰ τῶν τριάκοντα τῆς Θρασυβούλου καὶ Ἀρχίνου [*](Ἀρχίνου R: ἀρχίου ) τυραννοκτονίας; ἢ τὸν Αἰσχίνου κατὰ Τιμάρχου ἑταιρήσεως τῆς Φωκίωνος εἰς Βυζάντιον βοηθείας, διʼ ἧς ἐκώλυσε τοὺς· τῶν συμμάχων υἱοὺς ἐνύβρισμά τε καὶ παροίνημα γενέσθαι Μακεδόνων; ἢ τοῖς κοινοῖς [*](κοινοὶς] ΚόνωνοςMadvigius. MalimΚονωνείοις) στεφάνοις, οὓς τὴν Ἑλλάδα ἐλευθερώσας ἔλαβε, τὸν Δημοσθένους περὶ τοῦ στεφάνου παραβάλωμεν, ἐν ᾧ τοῦτο λαμπρότατον καὶ λογιώτατον ὁ ῥήτωρ πεποίηκεν, ὀμόσας τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων, οὐ [*](οὐLeonicus: ἢ) τοὺς ἐν ταῖς σχολαῖς τὰ μειράκια προδιδάσκοντας· ἐφʼ οἷς οὐ [*](οὐ S) τοὺς Ἰσοκράτεις καὶ Ἀντιφῶντας καὶ Ἰσαίους, ἀλλὰ τούτους ἡ πόλις δημοσίαις ταφαῖς ἔθαψεν, ὑποδεξαμένη τὰ λείψανα τῶν σωμάτων, καὶ τούτους ἀπεθέωσε τοῖς ὅρκοις [*](τοῖς ὅρκοις M: τοὺς ὅρκους ) ὁ ῥήτωρ ὀμνύων οὓς οὐκ ἐμιμεῖτο. Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας ὥσπερ ἀλλοτρίαις ψυχαῖς φήσας ἐναγωνίσασθαι καὶ καθυμνήσας τὴν τόλμαν αὐτῶν
καὶ τὴν ὑπεροψίαν τοῦ ζῆν, αὐτός,, ὥς φασιν, ἢδη γέρων γεγονὼς πρὸς τὸν πυθόμενον πῶς διάγει, οὕτως εἶπεν ὡς ἄνθρωπος ὑπὲρ ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν θάνατον οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην χαράττων οὐδὲ λαμπρύνων κράνος; οὐδὲ στρατευόμενος οὐδʼ ἐρέσσων, ἀλλʼ ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα κολλῶν καὶ συντιθεὶς, μονονοὺ κολαπτῆρσι καὶ ξυστῆρσι τὰς περιόδους ἀπολεαίνων καὶ ῥυθμίζων ἐγήρασε. πῶς οὖν οὐκ ἔμελλεν ἄνθρωπος ψόφον ὅπλων φοβεῖσθαι καὶ σύρρηγμα φάλαγγος [*](φάλαγγος] φαλάγγωνAbreschius) ὁ φοβούμενος φωνῆεν φωνήεντι συγκροῦσαι καὶ συλλαβῇ τὸ ἰσόκωλον ἐνδεὲς ἐξενεγκεῖν; Μιλτιάδης μὲν γὰρ ἄρας [*](ἄραςEmperius: αὐτὸς) ἐς Μαραθῶνα τῇ ὑστεραίᾳ τὴν μάχην συνάψας ἧκεν εἰς ἄστυ μετὰ τῆς στρατιᾶς νενικηκώς, καὶ Περικλῆς ἐννέα μησὶ Σαμίους καταστρεψάμενος ἐφρόνει τοῦ Ἀγαμέμνονος μεῖζον ἔτει δεκάτῳ τὴν Τροίαν ἑλόντος Ἰσοκράτης δὲ μικροῦ τρεῖς ὀλυμπιάδας ἀνήλωσεν, ἵνα γράψῃ τὸν πανηγυρικὸν λόγον, οὐ στρατευσάμενος ἐν τούτοις τοῖς χρόνοις οὐδὲ πρεσβεύσας οὐδὲ πόλιν κτίσας οὐδὲ ναύαρχος ἐκπεμφθείς, καίτοι μυρίους τοῦ τότε χρόνου πολέμους ἐνέγκαντος· ἀλλʼ ἐν ᾧ Τιμόθεος Εὔβοιαν ἠλευθέρου καὶ Χαβρίας περὶ Νάξον ἐναυμάχει καὶ περὶ Λέχαιον Ἰφικράτης κατέκοπτε τὴν Λακεδαιμονίων μόραν, [*](μόραν M: μοῖραν ) καὶ πᾶσαν ἐλευθερώσας πόλιν ὁ δῆμος ἰσόψηφον αὐτοῖς τὴν Ἑλλάδα κατέστησεν, οἴκοι καθῆστο βιβλίον ἀναπλάττων τοῖς ὀνόμασιν, ὅσῳ χρόνῳ τὰ προπύλαια Περικλῆς ἀνέστησε καὶ τοὺς ἑκατομπέδους. καίτοι καὶ τοῦτον ὡς βραδέως ἀνύοντα τοῖς ἔργοις ἐπισκώπτων Κρατῖνος οὕτω πως λέγει περὶ τοῦ διὰ μέσου [*](μέσου W: μέσον ) τείχους, λόγοισι γὰρ αὐτὸ [*](αὐτὸ R: αὐτὸν ) [*](λόγοισι γὰρ αὐτὸ] πάλαι γὰρ αὐτὸ λόγοισιVit. Per. c. 18. cf. Menek. II. p. 218) προάγει Περικλέης, ἔργοισι δʼ οὐδὲ κινεῖ. σκόπει δὲ σοφιστικὴν μικροφροσύνην, τὸ ἔνατον μέρος τοῦ βίου εἰς ἕνα λόγον καταναλίσκουσαν. ἀλλὰ νὴ Δία [*](νὴ ΔίαMadvigius: δὴ μετὰ) τοὺς Δημοσθένους τοῦ ῥήτορος λόγους ἄξιόν ἐστι τοῖς τοῦ στρατηγοῦ ἔργοις [*](τοῖς τοῦ στρατηγοῦ ἔργοις W: τοῖς στρατηγοῖς ) παραβάλλειν; τὸν κατὰ Κόνωνος αἰκίας τοῖς περὶ Πύλον τροπαίοις ἐκείνου; [*](ἐκείνουLeonicus: ἔχειν) τὸν [*](τὸν Papabasiliu) πρὸς Ἀρεθούσιον [*](Ἀρεθούσιον Cobetus: ἀμαθούσιον ) περὶ ἀνδραπόδων τοῖς ἐξανδραποδισθεῖσιν ὑπʼ ἐκείνου Σπαρτιάταις; ἢ ὅτι τοὺς ἐποίκους ἔγραψε, ταύτην [*](ἢ ὅτι - ταύτην] fort. ἢ ὅτι ὅτε τοὺς ἐπιτροπικοὺς ἔγραψε, τὴν ἡλικίαν ταύτην) Ἀλκιβιάδης ἔχων Μαντινεῖς καὶ Ἠλείους ἐπὶ τὴν Λακεδαίμονα συνέστησε. καὶ μὴν οἵ γε [*](γε Herwerdenus: τε ) δημόσιοι λόγοι τοῦτʼ ἔχουσι θαυμαστόν, ὅτι τοῖς Φιλιππικοῖς; ἐπὶ πράξεις προτρέπεται καὶ τὴν Λεπτίνου πρᾶξιν ἐπαινεῖ. [*](ἐπαινεῖ] λείπει τὸ τέλοςadnotavit M )