De gloria Atheniensium

Plutarch

Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

---[*](Xylander was the first to suggest a lacuna at the beginning.) Ταῦτʼ ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθʼ ἑαυτὸν στρατηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδʼ ἐλευθερώσας· ὀρθῶς δʼ εἰρήσεται καὶ πρὸς τοὺς ἐπὶ τοῖς λόγοις μέγα φρονοῦντας· ἂν γάρ ἀνέλῃς τοὺς πράττοντας, οὐχ ἕξεις τοὺς γράφοντας. ἄνελε τὴν Περικλέους πολιτείαν καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας Νικίου καὶ τὴν Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν [*](Τολμίδαν Xylander: Τολμίαν.) Πελοπόννησον περιπλέοντα καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται. ἄνελε τὰ περὶ Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ πρὸς Λέσβῳ [*](Λέσβῳ F.C.B.: Λέσβον.) Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον[*](Ἀρχῖνον Taylor, from 835 F: ἄρχιππον.) καὶ τοὺς ἀπὸ Φυλῆς ἑβδομήκοντα κατὰ τῆς Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα

τὰς Ἀθήνας εἰς τὴν θάλατταν, καὶ Κράτιππος ἀνῄρηται.

Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ Θεμιστογένη περὶ τούτων συντετάχθαι τὸν Συρακόσιον, ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος. οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι[*](Κλειτόδημοι Wyttenbach: κλεινόδημοι.) Δίυλλοι Φιλόχορος Φύλαρχος,[*](Φιλόχοροι Φῦλαρχοι F.C.B. (Φύλαρχος Reiske): φιλόχορος φίλαρχος) ἀλλοτρίων γεγόνασιν ἔργων[*](ἔργων Aldine ed., confirmed by one MS.: ἐρώτων.) ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵνʼ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν. ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ.

πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἥδε μήτηρ καὶ τροφὸς εὐμενὴς τεχνῶν γέγονε τὰς μὲν εὑραμένη καὶ ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν καὶ αὔξησιν οὐχ ἥκιστα δʼ ὑπʼ αὐτῆς ζωγραφία προῆκται καὶ κεκόσμηται. καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν· οὗ τοῖς ἔργοις ἐπιγέγραπται μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται.

καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος καὶ Πάναινος[*](Πάναινος O. Müller: Πλεισταίνετος) ὁ Φειδίου ἀδελφός, οἱ μὲν στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δʼ ἥρωας ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δʼ ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίκιλται καί τι[*](πεποίκιλται καί τι F.C.B.: πεποίηται καί τι.) προσέοικε· τὸν δʼ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς [*](ἀφυῶς Reiske: ἀφυῶς τις.)
  1. δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
  2. θρέψε Διὸς θυγάτηρ.

γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ. τὸ δʼ ἔργον ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ[*](ἀπὸ] ὑπὸ Abresch.) τῆς ἐν Λεύκτροις μάχης ἀρθεὶς μέγας ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ ἀξίωμα τῆς πόλεως ἠθέλησε. καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν· ἔπειτα περὶ Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην προυκαλεῖτο· μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ τὴν Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικροῦ ἔφθη τὴν πόλιν ἔρημον ἐξ

ἐφόδου λαβεῖν καὶ κατασχεῖν. αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας ταχείας[*](ταχείας F.C.B.: ταχέως Wyttenbach: διὰ τάχους may also be read, and the MS. reading τάχος (often found in poetry) may be right after all.) πρὸς τὴν πόλιν γενομένης, ὕπειξε [*](ὑπεῖξε Willamowitz-Möllendorff: ὑπέδειξε.) μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος· ἐξαπατήσας δὲ καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν τὴν[*](τὴν Reiske: εἰς τὴν) μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος διαβουλευομένοις καὶ [*](διαβουλευμένοις καὶ Helmbold: καὶ διαβουλευμένοις (-ος).) αὐτοῖς ἀκμὴν τοῦ πέμπειν τὴν εἰς Λακεδαίμονα βοήθειαν καὶ [*](καὶ added by Helmbold, after Pohlenz.) εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις. οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη], τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδʼ ἐπινοούντων βοήθειαν. ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν Μαντινικὴν οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλʼ ὁδῷ πορευόμενοι καθʼ ἡσυχίαν ὡς δέ τις ἀστῶν [*](ἀστῶν F.C.B.: αὐτῶν.) ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις [*](πλείστοις] ὁπλίταιςWyttenbach.) · οἱ δʼ ἱππεῖς διασκευασάμενοι καὶ
προεξελάσαντες, [*](προεξελάσαντες Reiske: προςεξελάσαντες.) ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν· καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν Μαντίνειαν.

τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ σύρρηγμα [*](σύρρηγμα Meziriacus: σύγγραμμα.) καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος γέμουσαν. ἀλλʼ οὐκ ἂν οἶμαι τῷ ζωγράφῳ [*](τῷ ζῳγράφῳ Wyttenbach: τὴν ζωγράφου.) κρίσιν προθείητε [*](προθείητε Wyttenbach: προσθείητε.) πρὸς τὸν στρατηγὸν οὐδʼ ἀνάσχοισθε τῶν προτιμώντων τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα τῆς ἀληθείας.

πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν σιωπῶσαν προσαγορεύει, [*](προσαγορεύει] προσαγορεύων all MSS. except E.) τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν. ἃς γάρ οἱ ζωγράφοι πράξεις ὡς γιγνομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ συγγράφουσιν. εἰ δʼ οἱ μὲν χρώμασι καὶ σχήμασιν, οἱ δʼ ὀνόμασι καὶ λέξεσι ταὐτὰ [*](ταὐτὰWyttenbach: ταῦτα.) δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δʼ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας. ὁ δʼ οὗν [*](δ᾽οὖν Helmbold: γοῦν.) Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν αν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγινώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος. ὁ γὰρ παρὰ τὴν ῥαχίαν

αὐτὴν [*](αὐτὴν Reiske from Thucydides, iv. 10: αὐτῆς.) τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης, καί. ὁ δʼ τὸν κυβερνήτην ἐπισπέρχων Βρασίδας ἐξοκέλλειν καί, χωρῶν ἐπί, τὴν ἀποβάθραν [*](ἀποβάθραν Bernardakis from Thucydides, iv. 12: βάθραν.) καὶ τραυματιζόμενος καὶ λιποφυχῶν [*](λιποψυχῶν Dübner (as in Thucydides, iv. 12): λειποψυχῶν.) καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι, ναυμαχοῦντες δʼ ἀπὸ γῆς Ἀθηναῖοι· καὶ πάλιν ὁ ἐν τοῖς Σικελικοῖς ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, ἄληκτον [*](ἄληκτον F.C.B.: πολὺν τὸν Thucydides, vii. 71:ἄπλετονS.A. Naber: θαυμαστον H. Richards: ἄλαστον.) ἀγῶνα καὶ ξύντασιν [*](ξύντασιν Reiske: σύνταξιν.) τῆς γνώμης ἔχων διὰ τὰς συντάξεις, καὶ, [*](καὶadded by F.C.B.) διὰ τὸ ἀκρίτως [*](διὰ τὸ ἀκρίτωςadded from Thucydides, vii. 71: ὡς.) συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς συναπονεύων [*](συναπονεύων Madvig, adapted from συναπονεύοντεςibid.:συμπνέων) τῇ διαθέσει καὶ τῇ διατυπώσει τῶν γινομένων γραφικῆς ἐναργείας ἐστίν. [*](ἐστινaded by F.C.B.) ὣστʼ εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν.

τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος ὁ Ἐροιεύς [*](ἘροιεύςXylander: Ἐροιάδης Kirchner, Prosopogr. Attica;ἘρχιεύςWilamowitz-Möllendorff: ἐρωεύς.) · οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα, δραμόντα σὺν τοῖς ὅπλοις [*](ὅπλοιςLeonicus: ὁπλίταις.) θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων, [*](πρώτων] πρυτάνεωνCobet.) τοσοῦτο μόνον εἰπεῖν, χαίρετε· νικῶμεν, [*](νικῶμενCobet, from Lucian, Pro lapsu inter salutandum,3: καὶ χαίρομεν.) εἶτʼ εὐθὺς

ἐκπνεῦσαι. πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς γενόμενος. φέρε δʼ εἴ τις ὑπὲρ λόφου τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατὴς, καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος, εἶτʼ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος [*](ΚυνέγειροςBernardakis and van Herwerden: κυναίγειρος.) ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος, ὅτι τὰς τούτων ἀριστείας καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν· ἆρ’ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν; ὃπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης ἱστόρηκεν, εὐαγγέλιον ἐκ φιδιτίου κρέας ἀποστεῖλαι. [*](ἀποστεῖλαιXylander: ἀπέστειλαν. In the Life of Agesilaüs, chap. xxxiii., ἄλλο δ᾽οὐδέν is added at the end.) μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες. ἀμέλει δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγινωσκόμενοι διὰ τοὺς κατορθώσαντας· οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις [*](ἀλλὰ διὰ τὰς πράξειςadded by Madvig; Pohlenz would add ἀλλ᾽αὖτοὶ γίνονται διὰ τὰς πράξεις.) καὶ ἀκοῆς ἀξιοῦνται.

καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ [*](τῷadded by Reiske and Wyttenbach.) τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη

ἴσκε [*](ἴσκεHomer, Od.xix. 203: ἴσχε or ἔσχε.) ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν, ἐγγὺς οὖν, Μένανδρε, τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας; τὸν δὲ ἀποκρίνασθαι, νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις· δεῖ δʼ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι, ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν.

ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα καὶ [*](Bernardakis would omit καὶ/) μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώσσας [*](γλώσσαςMeziriacus: γλῶσσαι, γλῶσσα, or γλῶσσαν.) δὲ καὶ καταχρήσεις καὶ μεταφοράσεις [*](μεταφράσεις] μεταφορὰςMichael.) καὶ μέλη καὶ ῥυθμοὺς δʼ ἡδύσματα τοῖς πράγμασιν ὑποτιθέντα. [*](ὑποτιθένταPohlenz: ὑποτίθεται.) σφόδρʼ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος

  1. Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν,
  2. ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν,
  3. ἢ τὸ πάνυ [*](πάνυ] πάντολμονLucian (Demosth. Encom.c. 19).) σθένος Ἡρακλέους
  4. ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν [*](ἢ τὰν Διωνύσου πολυγαθέα τιμάνibid.: ἡττᾶν.) .
δειξαμένου δὲ τῇ Κορίννῃ γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλʼ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί καὶ Πλάτων εἴρηκεν. ὁ δὲ μῦθος εἶναι βούλεται λόγος
ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.

Ἐπικῆς [*](ἐπικῆςReiske: τῆς.) μὲν οὖν ποιήσεως ἡ πόλις οὐκ ἔσχηκεν ἔνδοξον δημιουργὸν οὐδὲ μελικῆς. ὁ γὰρ Κινησίας ἀργαλέος ἔοικε ποιητὴς γεγονέναι διθυράμβων· καὶ αὐτὸς μὲν ἄγονος καὶ ἀκλεὴς γέγονε, σκωπτόμενος σὲ καὶ χλευαζόμενος ὑπὸ τῶν κωμῳδιοποιῶν οὐκ εὐτυχοῦς δόξης μετέσθηκε. τῶν δὲ δραματοποιῶν τὴν μὲν κωμῳδιοποιίαν οὕτως ἄσεμνον ἡγοῦντο καὶ φορτικόν, ὥστε νόμος ἦν μηδένα ποιεῖν κωμῳδίας Ἀρεοπαγίτην. ἤνθησε δʼ ἡ τραγῳδία καὶ διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα τῶν τότʼ ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν, ἣν [*](ἣνStephanus: ἧν.) ὃ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος, καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. ὁ μὲν γὰρ ἀπατήσας δικαιότερος, ὅτι τοῦθʼ ὑποσχόμενος πεποίηκεν· ὁ δʼ ἀπατηθεὶς σοφώτερος· εὐάλωτον γὰρ ὑφʼ ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον.

τίνʼ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν

πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν [*](ἄκραν] ἀκρόπολινCobet.) ἐκόσμησεν, ὡς Μιλτιάδης ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν; εἰ οὕτως ἡ Εὐριπίδου σοφία καὶ ἡ Σοφοκλέους λογιότης καὶ τὸ Αἰσχύλου στόμα τι τῶν δυσχερῶν ἀπήλλαξεν ἤ τι τῶν λαμπρῶν περιεποίησεν, ἄξιόν γε τὰ δράματα τοῖς τροπαίοις ἀντιπαραθεῖναι καὶ τῷ στρατηγίῳ τὸ θέατρον ἀνταναστῆσαι καὶ ταῖς ἀριστείαις τὰς διδασκαλίας ἀντιπαραβαλεῖν.

βούλεσθε τοὺς ἄνδρας εἰσάγωμεν αὐτοὺς τὰ σύμβολα καὶ τὰ παράσημα τῶν ἔργων κομίζοντας, ἰδίαν ἑκατέρῳ πάροδον ἀποδόντες; ἔνθεν μὲν δὴ προσίτωσαν ὑπʼ αὐλοῖς καὶ λύραις ποιηταὶ λέγοντες καὶ ᾄδοντες,

  1. εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν [*](χοροῖσινTurnebus from Aristophanes (not in MSS. of Plutarch).)
  2. ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμην [*](γνώμην(or γνώμῃ) Aristophanes and 349 B, infra: γλώσσῃ.) μὴ καθαρεύει,
  3. ἢ γενναίων ὄργια Μουσῶν μήτʼ ᾖσεν [*](ᾖσεν] εἶδενAristophanes.) μήτʼ ἐχόρευσε,
  4. μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης βακχεῖʼ ἐτελέσθη,
καὶ σκευὰς καὶ προσωπεῖα καὶ βωμοὺς καὶ μηχανὰς ἀπὸ σκηνῆς καὶ [*](καὶadded by Pantazides.) περιάκτους καὶ τρίποδας ἐπινικίους κομίζοντες [*](κομίζοντες] κομίζονταςall MSS. but one.) τραγικοὶ [*](τραγικοὶMeziriacus: τράγοι.) δʼ αὐτοῖς ὑποκριταὶ καὶ Νικόστρατοι καὶ Καλλιππίδαι καὶ Μυννίσκοι [*](ΜυννίσκοιI.G.ii² 2318. 199 (cf.Aristotle, Poetics, xxvi. (1461 v 34)): μηνίσκοι.)
καὶ Θεόδωροι καὶ Πῶλοι [*](ΠῶλοιStephanus: πολλοὶ.) συνίτωσαν, ὥσπερ γυναικὸς πολυτελοῦς τῆς τραγῳδίας κομμωταὶ καὶ διφροφόροι, μᾶλλον δʼ ὡς ἀγαλμάτων ἐγκαυσταὶ [*](ἐγκαυταὶHatzidakis: ἐγκαυσταί.) καὶ χρυσωταὶ καὶ βαφεῖς παρακολουθοῦντες· σκευῶν δὲ καὶ προσώπων καὶ ξυστίδων ἁλουργῶν καὶ μηχανῶν ἀπὸ σκηνῆς καὶ χοροποιῶν καὶ δορυφόρων δυσπραγμάτευτος λαὸς καὶ χορηγία πολυτελὴς παρασκευαζέσθω. πρὸς ἃ Λάκων ἀνὴρ ἀποβλέψας οὐ κακῶς εἶπεν ὡς ἁμαρτάνουσιν Ἀθηναῖοι μεγάλα τὴν σπουδὴν εἰς τὴν παιδιὰν καταναλίσκοντες, τουτέστι μεγάλων ἀποστόλων δαπάνας καὶ στρατευμάτων ἐφόδια καταχορηγοῦντες εἰς τὸ θέατρον. ἂν γὰρ ἐκλογισθῇ τῶν δραμάτων ἕκαστον ὅσου κατέστη, πλέον ἀνηλωκὼς φανεῖται ὁ δῆμος εἰς Βάκχας καὶ Φοινίσσας καὶ Οἰδίποδας καὶ Ἀντιγόνας [*](ἈντιγόναςHelmbold: ἀντιγόνην.) καὶ τὰ Μηδείας κακὰ καὶ Ἠλέκτρας, ὧν ὑπὲρ τῆς ἡγεμονίας καὶ τῆς ἐλευθερίας πολεμῶν τοὺς βαρβάρους [*](τοὺς βαρβάρους] τοῖς βαρβάροιςMeziriacus, but see Wyttenbach’s note.) ἀνάλωσεν. οἱ μὲν γὰρ στρατηγοὶ πολλάκις παραγγείλαντες ἄπυρα σιτία κομίζειν ἐξῆγον ἐπὶ τὰς μάχας τοὺς ἄνδρας· καὶ νὴ Δίʼ οἱ τριήραρχοι τοῖς ἐλαύνουσιν ἄλφιτα παρασκευάσαντες, τοῖς δὲ κρόμμυα καὶ [*](καὶadded by Turnebus.) τυρόν, ἐνεβίβαζον εἰς τὰς τριήρεις· οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια καὶ θριδάκια καὶ σκελίδας [*](σκελίδαςReiske: σκελλίδας.) καὶ μυελὸν παρατιθέντες, εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ τρυφῶντας. καὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν
προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν τρίπους [*](τρίπουςE. Capps: οὐ τρίπους.) ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός φησιν, ἀλλʼ ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων [*](ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων Reiske: ἐπὶ πεισμάτων ἐκκεχυμένον βίον.) καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων. [*](οἵκωνReiske: οἷκον.) τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν.

τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς εὐφημεῖν χρὴ κἀξίστασθαι τοὺς ἀπράκτους καὶ ἀπολιτεύτους καὶ ἀστρατεύτους, ὅστις ἄτολμος [*](ἄτολμοςTurnebus:εὐτόλμως.) πρὸς ἔργα τοιαῦτα καὶ γνώμῃν [*](γνώμηνprobably the preferable reading in Aristophanes: γνώμῃ.) μὴ καθαρεύει, μηδὲ Μιλτιάδου τοῦ μηδοφόνου μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους χειρὸς βακχεῖʼ ἐτελέσθη. Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμειγμένοις [*](μεμειγμένοις] ᾑμαγμένοις Reiske.) σκύλοις καὶ τροπαίοις βεβριθώς.

  1. κλῦθʼ [*](κλῦθ᾽483 D: κλῦθι.) Ἀλαλά, [*](ἈλαλὰXylander from 483 D: ἄννα γὼ.) Πολέμου θύγατερ,
  2. ἐγχέων προοίμιον, ᾇ θύεται [*](ᾇ θύεταιHaupt from scholium on Aesch. Pers. 49: ἀμφύετε.)
  3. ἄνδρες τὸν ἱρόθυτον [*](ἱρόθυτονHaupt: ἱερόθυτον.) θάνατον,
ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας εἶπεν, ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν. ὧν τὰς Νίκας ὁρᾶν μοι δοκῶ προσερχομένας, οὐ βοῦν
ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδʼ ἀνεστεμμένας κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας; ἀλλʼ ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ χιλιοτάλαντοι [*](ναοὶ χιλιοτάλαντοιBryan: νηχοτάλαντοι. Cf. Life of Pericles, chap. xii.) καὶ δήμων ἀποικισμοὶ μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται [*](ἀναστέφονται] ἀναστρέφονταιmost MSS.) καὶ λαφύροις· ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεώσοικοι, [*](νεώσοικοιMeziriacus: νεῶν οἶκοι.) προπύλαια, Χερρόνησος, Ἀμφίπολις. Μαραθὼν τὴν Μιλτιάδου Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν. φέρει δʼ ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπʼ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδʼ αἰχμάλωτον καὶ δεδεμένους Σπαρτιάτας. [*](στρατιώτας] ΣπαρτιάταςWyttenbach) τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ φυλῆς ἐλεύθερον, αἱ [*](αἱMeziriacus: ἡor οἱ.) δὲ Ἀλκιβιάδου περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν· ἐκ δὲ τῶν Νείλεω [*](Νείλεω(cf. 253 F and 603 B) Hatzidakis: Νειλέου.) καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ἰωνίαν ἀνισταμένην [*](ἀνισταμένην] συνισταμένηνMadvig.) ἐπεῖδεν ἡ Ἑλλάς. τῶν δʼ ἄλλων ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθʼ ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ
τούτων θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ Σοφοκλέους· οὐδʼ ὅτε Καρκίνος Ἀερόπῃ εὐτύχει [*](εὐτύχειF.C.B.; περιῆνEmperius; ἐνίκαH. Valesius; εὐημέρειPorson and Wyttenbach: συνῆν.) ἢ Ἕκτορι Ἀστυδάμας, ἀλλʼ ἕκτῃ μὲν ἱσταμένου [*](ἱσταμένου] ἱσταμένηmost MSS.) Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει· ἕκτῃ δʼ ἐπὶ δέκα τοῦ [*](ἐπὶ δέκα τοῦ [αὐτοῦ]added by Xylander from the Life of Phocion, chap. vi.) μηνὸς οἰνοχοεῖται τῆς Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας· τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας· ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον. τρίτῃ δʼ ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων. τὴν δὲ ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος Ἀρτέμιδι καθιέρωσαν, ἐν ᾗ τοῖς Ἕλλησι περὶ Σαλαμῖνα νικῶσιν ἐπέλαμψεν ἡ θεὸς πανσέληνος. τὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἀπὸ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων, μόνοι τὸ καθʼ ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον ἀπὸ τῶν νικώντων πολεμίων. ταῦτα τὴν πόλιν ᾖρεν [*](ἦρενS.A. Naber: ἤγειρεν.) εἰς δόξαν, ταῦτα εἰς μέγεθος· ἐπὶ [*](ἐπὶEmperius: ἐν.) τούτοις Πίνδαρος
ἔρεισμα τῆς Ἑλλάδος
προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου
τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν [*](ὤρθουνReiske: ὤρθου.) τοὺς Ἕλληνας, ἀλλʼ ὅτι πρῶτον, ὥς φησιν αὐτός, ἐπʼ Ἀρτεμισίῳ
παῖδες Ἀθαναίων [*](ἈθαναίωνBoeckh: ἀθηναίων.) ἐβάλοντο φαεννὰν [*](φαεννὰνLife of Themistocles, chap. viii.: φαεινὴν.) κρηπῖδʼ ἐλευθερίας·
ἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμαντίνοις [*](ἀδαμαντίνωςE. Harrison, cf.Plato, Republic, 618 E (-οις ἅλοιςHartung; κίοσιSchroeder; στήλαιςvan Herwerden): ἀδαμάντινοι.) στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.

ἀλλὰ νὴ Δία παιδιὰ τὰ τῶν ποιητῶν οἱ δὲ ῥήτορες ἔχουσί τι παραβαλλόμενοι πρὸς τοὺς στρατηγούς, ἐξ ὧν εἰκότως [*](εἶκότωςMadvig: εἰκὸς ὡς (ὡς εἰκὸς ἐξ ὧνEmperius; εἰκός, ὡς δῆλον ἐξ ὧνPohlenz).) Αἰσχίνης σκώπτων τὸν Δημοσθένην λέγειν φησὶν ὅτι γράψεται [*](γράψεταιPohlenz from Aeschines, Adv. Ctesiph.146: γράφεται.) τῷ βήματι διαδικασίαν πρὸς τὸ στρατήγιον. [*](τὸ στρατήγιονReiske: τὴν στρατηγίαν.) ἆρʼ οὖν ἄξιον προκρῖναι τὸν Ὑπερείδου Πλαταϊκὸν τῆς Ἀριστείδου Πλαταιᾶσι [*](ΠλαταιᾶσιCobet: παραγγελίας.) νίκης; ἢ τὸν Λυσίου κατὰ τῶν τριάκοντα τῆς Θρασυβούλου καὶ Ἀρχίνου [*](ἈρχίνουReiske: ἀρχίου.) τυραννοκτονίας; ἢ τὸν Αἰσχίνου κατὰ Τιμάρχου ἑταιρήσεως τῆς Φωκίωνος εἰς Βυζάντιον βοηθείας, διʼ ἧς ἐκώλυσε τοὺς τῶν συμμάχων υἱοὺς ἐνύβρισμά τε καὶ παροίνημα γενέσθαι Μακεδόνων; ἢ τοῖς κοινοῖς [*](κοινοῖς] ΚόνωνοςMadvig; ΚονωνείοιςBernardakis.) στεφάνοις, οὓς τὴν Ἑλλάδα ἐλευθερώσας

ἔλαβεν ὁ δῆμος, [*](ὁ δῆμος, added by Helmbold, may have become absorbed in Δημοσ-θένης.) τὸν Δημοσθένους περὶ τοῦ στεφάνου παραβάλωμεν, ἐν ᾧ τοῦτο λαμπρότατον καὶ λογιώτατον ὁ ῥήτωρ πεποίηκεν, ὀμόσας τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων, οὐ [*](οὐStephanus: ἢ.) τοὺς ἐν ταῖς σχολαῖς τὰ μειράκια προδιδάσκοντας.

ἐφʼ οἷς οὐ [*](οὺadded by Stephanus.) τοὺς Ἰσοκράτεις καὶ Ἀντιφῶντας καὶ Ἰσαίους, ἀλλὰ τούτους ἡ πόλις δημοσίαις ταφαῖς ἔθαψεν, ὑποδεξαμένη τὰ λείψανα τῶν σωμάτων, καὶ τούτους ἀπεθέωσε τοῖς ὅρκοις [*](τοῖς ὅρκοιςMeziriacus: τοὺς ὅρκους.) ὁ ῥήτωρ ὀμνύων οὓς οὐκ ἐμιμεῖτο. Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας ὥσπερ ἀλλοτρίαις ψυχαῖς φήσας ἐναγωνίσασθαι καὶ καθυμνήσας τὴν τόλμαν αὐτῶν καὶ τὴν ὑπεροψίαν τοῦ ζῆν, αὐτός, ὥς φασιν, ἤδη γέρων γεγονὼς πρὸς τὸν πυθόμενον πῶς διάγει, οὕτως, εἶπεν, ὡς ἄνθρωπος ὑπὲρ ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν θάνατον. οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην χαράττων οὐδὲ λαμπρύνων κράνος οὐδὲ στρατευόμενος οὐδʼ ἐρέττων, ἀλλʼ ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα κολλῶν καὶ συντιθείς, μονονοὺ κολαπτῆρσι καὶ ξυστῆρσι τὰς περιόδους ἀπολεαίνων καὶ ῥυθμίζων ἐγήρασε. πῶς οὖν οὐκ ἔμελλεν ἄνθρωπος ψόφον ὅπλων φοβεῖσθαι καὶ σύρρηγμα φαλάγγων [*](φαλάγγωνAbresch: φάλαγγος.) ὁ φοβούμενος φωνῆεν φωνήεντι συγκροῦσαι καὶ συλλαβῇ τὸ

ἰσόκωλον ἐνδεὲς ἐξενεγκεῖν; Μιλτιάδης μὲν γὰρ ἄρας [*](ἄραςEmperius: αὐτὸς.) ἐς Μαραθῶνα τῇ ὑστεραίᾳ τὴν μάχην συνάψας ἧκεν εἰς ἄστυ μετὰ τῆς στρατιᾶς νενικηκώς, καὶ Περικλῆς ἐννέα μησὶ Σαμίους καταστρεψάμενος ἐφρόνει τοῦ Ἀγαμέμνονος μεῖζον ἔτει δεκάτῳ τὴν Τροίαν ἑλόντος· Ἰσοκράτης δὲ μικροῦ τρεῖς ὀλυμπιάδας ἀνήλωσεν, ἵνα γράψῃ τὸν πανηγυρικὸν λόγον, οὐ στρατευσάμενος ἐν τούτοις τοῖς χρόνοις οὐδὲ πρεσβεύσας οὐδὲ πόλιν κτίσας οὐδὲ ναύαρχος ἐκπεμφθείς, καίτοι μυρίους τοῦ τότε χρόνου πολέμους ἐνέγκαντος· ἀλλʼ ἐν ᾧ Τιμόθεος Εὔβοιαν ἠλευθέρου καὶ Χαβρίας περὶ Νάξον ἐναυμάχει καὶ περὶ Λέχαιον Ἰφικράτης κατέκοπτε τὴν Λακεδαιμονίων μόραν, [*](μόρανMeziriacus: μοῖραν.) καὶ πᾶσαν ἐλευθερώσας πόλιν ὁ δῆμος ἰσόψηφον αὐτοῖς [*](αὑτοῖςHelmbold: αὐτοῖς.) τὴν Ἑλλάδα κατέστησεν, οἴκοι καθῆστο βιβλίον ἀναπλάττων τοῖς ὀνόμασιν, ὅσῳ χρόνῳ τὰ προπύλαια Περικλῆς ἀνέστησε καὶ τοὺς ἑκατομπέδους. καίτοι καὶ τοῦτον ὡς βραδέως ἀνύοντα τοῖς ἔργοις ἐπισκώπτων Κρατῖνος οὕτω πως λέγει περὶ τοῦ διὰ μέσου [*](μέσουWyttenbach: μέσον.) τείχους,
  1. λόγοισι γὰρ αὐτὸ [*](λόγοισι γὰρ αὐτὸ] πάλαι ηὰρ αὐτὸ λόγοισιLife of Pericles, chap. xviii.; cf.Kock, i. p. 100. αὐτὸReiske: αὐτὸν.) προάγει Περικλέης,
  2. ἔργοισι δʼ οὐδὲ κινεῖ.
σκόπει δὲ σοφιστικὴν μικροφροσύνην, τὸ ἔνατον
μέρος τοῦ βίου εἰς ἕνα λόγον καταναλίσκουσαν. ἀλλὰ δὴ μέγα [*](δὴ ,έγαF.C.B.; νὴ Δία Madvig; μὰ τὸν ΔίαWyttenbach: δὴ μετὰ.) τοὺς Δημοσθένους τοῦ ῥήτορος λόγους ἄξιόν ἐστι τοῖς τοῦ στρατηγοῦ ἔργοις [*](τοῖς τοῦ στρατηγοῦ ἔργοιςWyttenbach: τοῖς στρατηγοῖς.) παραβάλλειν; τὸν κατὰ Κόνωνος αἰκίας [*](αἰκίαςXylander: ἀνοίας.) τοῖς περὶ Πύλον τροπαίοις ἐκείνου [*](ἐκείνουLeonicus: ἔχειν.); τὸν [*](τὸνadded by Papabasileios/) πρὸς Ἀρεθούσιον [*](ἈρεθούσιονCobet: ἀμαθούσιον.) περὶ ἀνδραπόδων τοῖς ἐξανδραποδισθεῖσιν ὑπʼ ἐκείνου Σπαρτιάταις; ἢ ἡλικίᾳ [*](ἧ ἡλικίᾳF.C.B.: ἢ ὅτι (ἢ ὃτι ὃτε τοὺς ἐπιτροπικοὺς ἒγραψε, τὴν ἡλικίαν ταύτην Bernardakis: alii alia).) τοὺς ἐπιτροπικοὺς [*](ἐπιτροπικοὺςBernardakis: ἐποίκους.) ἔγραψε, ταύτην Ἀλκιβιάδης ἔχων Μαντινεῖς καὶ Ἠλείους ἐπὶ τὴν Λακεδαίμονα συνέστησε. καὶ μὴν οἵ γε [*](γεvan Herwerden: τε.) δημόσιοι λόγοι τοῦτʼ ἔχουσι θαυμαστόν, ὅτι τοῖς Φιλιππικοῖς ἐπὶ πράξεις προτρέπεται καὶ τὴν Λεπτίνου πρᾶξιν ἐπαινεῖ.