De Alexandri magni fortuna aut virtute

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τὸ δʼ ὅλον, εἰ μὲν καὶ Σόλων διὰ Τύχην ἐπολιτεύσατο καὶ Μιλτιάδης διὰ Τύχην ἐστρατήγησε καὶ Ἀριστείδης ἀπὸ Τύχης ἦν δίκαιος, οὐδὲν ἄρα τῆς Ἀρετῆς ἔργον ἐστίν, ἀλλʼ ὄνομα τοῦτο καὶ λόγος ἔχων δόξαν ἄλλως διέξεισι τοῦ βίου, πλαττόμενος ὑπὸ τῶν σοφιστῶν καὶ τῶν νομοθετῶν. εἰ δὲ τούτων καὶ τῶν ὁμοίων ἀνδρῶν ἕκαστος πένης μὲν ἢ πλούσιος ἢ ἀσθενὴς ἢ ἰσχυρὸς ἢ ἄμορφος ἢ καλὸς

ἢ εὔγηρως ἢ ὠκύμορος διὰ τύχην γέγονε, μέγαν δὲ στρατηγὸν καὶ μέγαν νομοθέτην καὶ μέγαν ἐν ἀρχαῖς καὶ πολιτείαις ἕκαστος ἑαυτὸν ἀρετῇ καὶ λόγῳ παρέσχηκε, φέρε θεῶ τὸν Ἀλέξανδρον ἅπασι παραβάλλων. Σόλων χρεῶν ἀποκοπὴν ἐν Ἀθήναις ἐποίησε, σεισάχθειαν προσαγορεύσας· Ἀλέξανδρος δὲ τὰ χρέα τοῖς δανείσασιν ὑπὲρ τῶν ὀφειλόντων αὐτὸς ἐξέτισε. Περικλῆς φορολογήσας τοὺς Ἕλληνας ἐκ τῶν χρημάτων ἐκόσμησεν ἱεροῖς τὴν ἀκρόπολιν Ἀλέξανδρος δὲ τὰ τῶν βαρβάρων χρήματα λαβὼν ἔπεμψεν εἰς τὴν Ἑλλάδα, ναοὺς τοῖς θεοῖς ἀπὸ μυρίων ταλάντων οἰκοδομῆσαι κελεύσας. Βρασίδαν ἐν τῇ Ἑλλάδι περιβόητον ἐποίησε τὸ πρὸς Μεθώνην [*](Μεθώνην] Μεθώνῃ? cf. Thucyd. II 25) διαδραμεῖν τὸ στρατόπεδον τῶν πολεμίων βαλλόμενον παρὰ τὴν θάλατταν· Ἀλεξάνδρου δʼ ἐν Ὀξυδράκαις τὸ δεινὸν ἐκεῖνο πήδημα καὶ ἄπιστον ἀκούουσι καὶ θεωμένοις φοβερόν, ἐκ τειχῶν ἀφέντος ἑαυτὸν εἰς τοὺς πολεμίους δόρασι καὶ βέλεσι καὶ ξίφεσι γυμνοῖς ἐκδεχομένους, τίνι ἄν τις εἰκάσειεν ἢ πυρὶ κεραυνίῳ ῥαγέντι καὶ φερομένῳ μετὰ πνεύματος, οἷον ἐπὶ γῆν κατέσκηψε φάσμα Φοίβου φλογοειδέσιν ὅπλοις περιλαμπόμενον; οἱ δὲ τὸ πρῶτον ἐκπλαγέντες ἅμα φρίκῃ διέτρεσαν καὶ ἀνεχώρησαν εἶθʼ ὡς ἑώρων ἄνθρωπον ἕνα πολλοῖς ἐπιφερόμενον, ἀντέστησαν. ἐνταῦθʼ ἄρʼ ἡ Τύχη μεγάλα καὶ λαμπρὰ διέφηνεν ἔργα τῆς πρὸς Ἀλέξανδρον εὐμενείας, ὅτʼ αὐτὸν μὲν εἰς χωρίον ἄσημον καὶ βάρβαρον ἐμβαλοῦσα κατέκλεισε καὶ
περιετείχισε, τοὺς δʼ ὑπὸ σπουδῆς ἐπιβοηθοῦντας ἔξωθεν καὶ τῶν τειχῶν ἐφιεμένους, κλάσασα καὶ συντρίψασα τὰς κλίμακας, ὑπεσκέλισε καὶ κατεκρήμνισε. τριῶν [*](τριῶν] δυεῖν? cf. Vit. Alex. c. 63) δʼ οἵπερ ἔφθησαν μόνοι τοῦ τείχους λαβέσθαι καὶ καθέντες ἑαυτοὺς περιστῆναι τῷ βασιλεῖ, τὸν μὲν εὐθὺς ἀνήρπασε καὶ προανεῖλεν, ὁ δὲ τοξεύμασι πολλοῖς διαπεπαρμένος, ὅσον ὁρᾶν καὶ συναισθάνεσθαι μόνον ἀπεῖχε τοῦ τεθνάναι· κεναὶ δʼ ἔξωθεν προσδρομαὶ [*](προσδρομαὶ] περιδρομαὶ?) καὶ ἀλαλαγμοὶ Μακεδόνων, οὐ μηχανῆς τινος οὐκ ὀργάνων παρόντων, ἀλλʼ ὑπὸ σπουδῆς ξίφεσι τυπτόντων τὰ τείχη καὶ χερσὶ γυμναῖς περιρρῆξαι [*](περιρρῆξαι Abreschius: παραρρῆξαι ) καὶ μονονοὺ διαφαγεῖν βιαζομένων. ὁ δʼ εὐτυχὴς βασιλεὺς καὶ ὑπὸ τῆς Τύχης φυλαττόμενος ἀεὶ καὶ δορυφορούμενος, ὥσπερ θηρίον ἄρκυσιν ἐνσχεθείς, ἔρημος καὶ [*](καὶ] ἧν καὶ?) ἀβοήθητος, οὐχ ὑπὲρ Σούσων οὐδὲ Βαβυλῶνος οὐδὲ τοῦ [*](τοῦ R) Βάκτρα λαβεῖν οὐδὲ τοῦ μεγάλου [*](τοῦ μεγάλου Huttenus: τὸ μέγα τοῦ ) Πώρου κρατῆσαι· τοῖς γὰρ ἐνδόξοις καὶ μεγάλοις ἀγῶσι, κἂν δυστυχῶνται, τὸ γοῦν αἰσχρὸν οὐ πρόσεστιν. ἀλλʼ οὕτω δύσερις ἦν καὶ βάσκανος ἡ Τύχη καὶ φιλοβάρβαρος καὶ μισαλέξανδρος, ὥστε μὴ τὸ σῶμα μόνον αὐτοῦ μηδὲ τὸν βίον, ἀλλὰ καὶ τὴν δόξαν ἀνελεῖν ὅσον ἐφʼ ἑαυτῇ καὶ διαφθεῖραι τὴν εὔκλειαν. οὐ γὰρ παρʼ Εὐφράτην Ἀλέξανδρον ἢ Ὑδάσπην πεσόντα κεῖσθαι δεινὸν ἦν, οὐδʼ ἀγεννὲς ἐν χερσὶ Δαρείῳ [*](Δαρείῳ Abreschius: δαρείου ) γενόμενον καὶ ἵπποις καὶ ξίφεσι καὶ κοπίσι Περσῶν
ἀμυνομένων ὑπὲρ τοῦ βασιλέως ἀποθανεῖν· οὐδὲ τῶν Βαβυλῶνος ἐπιβαίνοντα τειχῶν σφαλῆναι καὶ πεσεῖν ἀπʼ ἐλπίδος μεγάλης. οὕτω Πελοπίδας καὶ Ἐπαμεινώνδας ἀρετῆς ὁ τούτων θάνατος ἦν, οὐ δυστυχίας ἐπὶ τηλικούτοις. τῆς δὲ νῦν ἐξεταζομένης Τύχης οἷον τὸ ἔργον; ἐν ἐσχατιᾷ [*](ἐν ἐσχατιᾷ W: ἐσχατιὰ ) βαρβάρου παραποταμίας καὶ τείχεσιν ἀδόξου πολίχνης περιβαλούσης καὶ ἀποκρυψάσης τὸν τῆς οἰκουμένης βασιλέα καὶ κύριον, ὅπλοις ἀτίμοις καὶ σκεύεσι τοῖς παρατυχοῦσι τυπτόμενον καὶ βαλλόμενον ἀπολέσθαι. καὶ γὰρ κοπίδι τὴν κεφαλὴν διὰ τοῦ κράνους ἐπλήγη, καὶ βέλει τις ἀπὸ τόξου τὸν θώρακα διέκοψεν, οὗ τοῖς περὶ τὸν μαστὸν [*](μαστὸν *: μασθὸν ) ἐνερεισθέντος ὀστέοις καὶ καταπαγέντος ὁ μὲν καυλὸς· ἐξεῖχε βαρύνων, τῆς δʼ ἀκίδος ὁ σίδηρος τεσσάρων δακτύλων εὖρος ἔσχε καὶ πέντε μῆκος. ἔσχατον δὲ τῶν δεινῶν, ὁ μὲν ἠμύνετο τοὺς κατὰ στόμα καὶ τὸν βαλόντα καὶ πελάσαι τολμήσαντα μετὰ ξίφους αὐτὸς τῷ ἐγχειριδίῳ φθάσας κατέβαλε καὶ ἀπέκτεινεν. ἐν τούτῳ δὲ τις δραμὼν ἐκ μυλῶνος ὑπέρῳ κατὰ τοῦ αὐχένος ὄπισθεν πληγὴν κατήνεγκεν, ἣ συνέχεε τὴν αἴσθησιν αὐτοῦ σκοτωθέντος· ἡ δʼ Ἀρετὴ παρῆν, θάρσος μὲν αὐτῷ ῥώμην δὲ καὶ σπουδὴν τοῖς περὶ αὐτὸν ἐμποιοῦσα. Λιμναῖοι γὰρ καὶ Πτολεμαῖοι καὶ Λεοννάτοι, καὶ ὅσοι τὸ τεῖχος ὑπερβάντες ἢ ῥήξαντες ἔστησαν πρὸ αὐτοῦ, τεῖχος ἀρετῆς ἦσαν, εὐνοίᾳ καὶ φιλίᾳ τοῦ βασιλέως τὰ σώματα καὶ τὰ πρόσωπα [*](καὶ τὰ πρόσωπα] del. Emperius)
καὶ τὰς ψυχὰς προβαλλόμενοι. οὐ γὰρ διὰ Τύχην ἀγαθῶν βασιλέων ἑταῖροι [*](ἑταῖροι Abreschius: ἕτεροι ) προαποθνήσκουσιν ἑκουσίως καὶ προκινδυνεύουσιν, ἀλλʼ ἔρωτι τῆς Ἀρετῆς ὥσπερ ὑπὸ φίλτρων μέλιτται τῷ ἄρχοντι προσέρχονται καὶ προσπεφύκασι. τίς οὖν οὐκ ἂν εἴποι τότε παρὼν ἀκίνδυνος θεατής, ὅτι Τύχης μέγαν ἀγῶνα καὶ Ἀρετῆς θεᾶται, καὶ τὸ μὲν βάρβαρον παρʼ ἀξίαν ἐπικρατεῖ διὰ Τύχην, τὸ δʼ Ἑλληνικὸν ἀντέχει παρὰ δύναμιν διʼ Ἀρετήν; κἂν μὲν ἐκεῖνοι περιγένωνται, τύχης καὶ δαίμονος φθονεροῦ καὶ νεμέσεως ἔσται τὸ ἔργον ἂν δʼ οὗτοι κρατήσωσιν, Ἀρετὴ καὶ τόλμα καὶ φιλία καὶ πίστις ἐξοίσεται τὸ νικητήριον; ταῦτα γὰρ μόνα παρῆν Ἀλεξάνδρῳ, τῆς δʼ ἄλλης; δυνάμεως καὶ παρασκευῆς καὶ στόλων καὶ ἵππων καὶ στρατοπέδων μέσον ἔθηκεν ἡ Τύχη τὸ τεῖχος. ἐτρέψαντο μὲν οὖν τοὺς βαρβάρους οἱ Μακεδόνες, καὶ πεσοῦσιν αὐτοῖς ἐπικατέσκαψαν τὴν πόλιν. Ἀλεξάνδρῳ δʼ οὐδὲν ἦν ὄφελος· ἥρπαστο γὰρ μετὰ τοῦ βέλους, καὶ τὸν κάλαμον [*](κάλαμον (i.e. κάλαμον βελίτην, δόνακα) *: πόλεμον ) ἐν τοῖς· σπλάγχνοις εἶχε, καὶ δεσμὸς ἦν αὐτῷ καὶ ἧλος τὸ τόξευμα τοῦ θώρακος πρὸς τὸ σῶμα. καὶ σπάσαι μὲν ὥσπερ ἐκ ῥίζης τοῦ τραύματος βιαζομένοις οὐχ ὑπήκουεν ὁ σίδηρος, ἕδραν ἔχων τὰ πρὸ τῆς καρδίας στερεὰ τοῦ στήθους· ἐκπρῖσαι δὲ τοῦ δόνακος οὐκ ἐθάρρουν τὸ προῦχον, ἀλλʼ ἐφοβοῦντο, μήπως σπαραγμῷ σχιζόμενον τὸ ὀστέον ὑπερβολὰς ἀλγηδόνων παράσχῃ καὶ ῥῆξις αἵματος ἐκ βάθους γένηται. πολλὴν δʼ ἀπορίαν καὶ διατριβὴν
ὁρῶν αὐτὸς ἐπεχείρησεν ἐν χρῷ τοῦ θώρακος ἀποτέμνειν τῷ ξιφιδίῳ τὸν οἰστόν· ἠτόνει δʼ ἡ χεὶρ καὶ βάρος εἶχε ναρκῶδες ὑπὸ φλεγμονῆς τοῦ τραύματος. ἐκέλευεν οὖν ἅπτεσθαι καὶ μὴ δεδιέναι τοὺς ἀτρώτους θαρρύνων· καὶ τοῖς μὲν ἐλοιδορεῖτο κλαίουσι καὶ περιπαθοῦσι, τοὺς δὲ λιποτάκτας [*](λιποτάκτας Duebnerus: λειποτάκτας ) ἀπεκάλει, μὴ τολμῶντας αὐτῷ βοηθεῖν· ἐβόα δὲ πρὸς τοὺς ἑταίρους μηδεὶς ἔστω μηδʼ ὑπὲρ ἐμοῦ δειλός· ἀπιστοῦμαι μὴ φοβεῖσθαι θάνατον, εἰ τὸν ἐμὸν φοβεῖσθʼ ὑμεῖς.