Parallela minora
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Αἰόλος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἓξ καὶ ἴσους ἄρρενας· Μακαρεὺς δὲ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν. ἐμπεσοῦσα δὲ καὶ ξίφους πεμφθέντος ὑπὸ τοῦ πατρός, ἄνομον [*](ἄνομον] ὃ νόμον Mueller.) κρίνασα ἑαυτὴν διεχρήσατο· ὁμοίως δὲ καὶ ὁ Μακαρεύς ὡς Σώστρατος [*](Σώστρατος] Mueller. 4 p. 504) ἐν δευτέρᾳ Τυρρηνικῶν. Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ τοὺς ἴσους [*](τοὺς ἴσους] ἴσους an ἴσους τοὺς ) ἄρρενας. τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε. μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν· ὡς Χρύσιππος [*](Χρύσιππος] Mueller. 4 p. 362) ἐν τῷ πρώτῳ Ἰταλικῶν.
Ἀριστώνυμος[*](Ἀριστώνυμος X: ἀρίστων ἀριστώνυμος ) Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δʼ ἐμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα· ὡς Ἀριστοτέλης [*](Ἀριστοτέλης] Ἀριστοκλέους Stob. 64, 37. vid. Mueller. 4 p. 330) ἐν δευτέρᾳ Παραδόσων. Φουλούιος Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον
καὶ ὠνόμασεν Ἔποναν· ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων· ὡς Ἀγησίλαος [*](Ἀγησίλαος Mueller. 4 p. 292) ἐν τρίτῳ Ἰταλικῶν.