Parallela minora
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τὰς ἀρχαίας ἱστορίας διὰ τὰ παράδοξα τῆς πράξεως οἱ πλεῖστοι νομίζουσι πλάσματα καὶ μύθους τυγχάνειν· εὑρὼν δʼ ἐγὼ καὶ ἐν τοῖς νῦν χρόνοις γεγονότα ὅμοια τὰ ἐν τοῖς Ῥωμαϊκοῖς καιροῖς συμβεβηκότα ἐξελεξάμην, καὶ ἑκάστῳ πράγματι ἀρχαίῳ νεωτέραν ὁμοίαν διήγησιν ὑπέταξα, ἀναγράψας καὶ τοὺς ἱστορήσαντας ἄνδρας.
Δάτις ὁ Περσῶν σατράπης μετὰ τριάκοντα μυριάδων εἰς Μαραθῶνα παραγενόμενος, πεδίον τῆς Ἀττικῆς, καὶ στρατοπεδευσάμενος πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν Ἀθηναῖοι δὲ τοῦ βαρβαρικοῦ πλήθους καταφρονήσαντες ἐννακισχιλίους ἔπεμψαν, στρατηγοὺς; ποιήσαντες Κυνέγειρον Πολύζηλον Καλλίμαχον Μιλτιάδην. συμβληθείσης δὲ τῆς παρατάξεως, Πολύζηλος μὲν ὑπεράνθρωπον [*](ὑπεράνθρωπον *: ὑπὲρ ἄνθρωπον ) φαντασίαν θεασάμενος τὴν ὅρασιν ἀπέβαλε καὶ τυφλὸς ἐγένετο· Καλλίμαχος δὲ πολλοῖς περιπεπαρμένος δόρασι καὶ νεκρὸς ἐστάθη· Κυνέγειρος δὲ Περσικὴν ἀναγομένην ναῦν κατασχὼν ἐχειροκοπήθη. [*](quos versus Sententarium collectiones subiungunt vid. in Stob. Flor. 7, 62)
Ἀσδρούβας βασιλεὺς Σικελίαν καταλαβόμενος πόλεμον Ῥωμαίοις κατήγγειλε· Μέτελλος δὲ ὑπὸ τῆς συγκλήτου στρατηγὸς χειροτονηθεὶς; ἐγκρατὴς ἐγένετο τῆς νίκης ταύτης, ἐν Λεύκιος Γλαύκων εὐγενὴς ἀνήρ, τὴν Ἀσδρούβα κατέχων ναῦν, ἀμφοτέρας ἀπέβαλε τὰς χεῖρας· καθάπερ ἱστορεῖ Ἀριστείδης [*](Ἀριστείδης] Mueller. 4 p. 324) Μιλήσιος ἐν πρώτῃ Σικελικῶν, παρʼ οὗ τὴν ὑπόθεσιν ἔμαθε Διονύσιος· ὁ Σικελιώτης;.