Parallela minora

Plutarch

Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

Θησεὺς ταῖς ἀληθείαις παῖς Ποσειδῶνος, ἔχων δὲ ἐξ Ἱππολύτης Ἀμαζόνος Ἱππόλυτον, ἐπέγημε μητρυιὰν Φαίδραν τὴν Μίνωος, ἥτις τοῦ προγόνου εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τὴν τροφὸν ἔπεμψεν· ὁ δὲ καταλείψας Ἀθήνας καὶ εἰς Τροιζῆνα παραγενόμενος κυνηγεσίαις προσανέκειτο. τῆς δὲ προαιρέσεως ἡ ἀσελγὴς ἀποτυχοῦσα ψευδεῖς κατὰ

τοῦ σώφρονος ἐπιστολὰς ἐχάραξε καὶ βρόχῳ τὸ ζῆν ἀνήρτησε. Θησεὺς δὲ πιστεύσας ᾐτήσατο παρὰ Ποσειδῶνος ἀπολέσθαι τὸν Ἱππόλυτον, ἐκ τῶν τριῶν εὐχῶν ἃς εἶχε παρʼ αὐτοῦ. ὁ δὲ παρʼ αἰγιαλὸν ἐπὶ ἅρματος τυχόντι ταῦρον ἔπεμψε καὶ ἐπτόησε τοὺς ἵππους, οἳ συνέτριψαν τὸν Ἱππόλυτον.

Κομμίνιος Σοῦπερ Λαυρεντῖνος ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον ἐπήγαγε μητρυιὰν Γινδίκαν· ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστολὰς καταλείψασα ψευδεῖς·. ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐκγλήματα καὶ τῷ ζήλῳ πιστεύσας ἐπεκαλέσατο τὸν Ποσειδῶνα. ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.

λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν ὁ θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος θύωσιν Ἑλένης δέ ποτε κληρωθείσης καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε τὸ ξίφος καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν καθῆκεν· ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας· ὡς Ἀριστόδημος ἐν τρίτῃ μυθικῇ συναγωγῇ.

λοιμοῦ κατασχόντος Φαλερίους καὶ φθορᾶς

γενομένης, χρησμὸς ἐδόθη λωφῆσαι τὸ δεινόν, ἐὰν παρθένον τῇ Ἥρᾳ θύωσιν κατʼ ἐνιαυτόν. ἀεὶ δὲ τῆς δεισιδαιμονίας μενούσης κατὰ κλῆρον λαχομένη Οὐαλερία Λουπέρκα σπασαμένη τὸ ξίφος, ἀετὸς καταπτὰς ἥρπασε καὶ ἐπὶ τῶν ἐμπύρων ἔθηκε ῥάβδον μικρὰν ἔχουσαν σφῦραν, τὸ δὲ ξίφος ἐπέβαλε δαμάλει τινὶ παρὰ τὸν ναὸν βοσκομένῃ. νοήσασα δὲ ἡ παρθένος καὶ τὴν βοῦν θύσασα καὶ τὴν σφῦραν ἄρασα, κατʼ οἰκίαν περιῆλθε, καὶ τοὺς ἀσθενοῦντας ἠρέμα πλήττουσα διήγειρεν, ἐρρῶσθαι ἑνὶ ἑκάστῳ λέγουσα. ὅθεν καὶ νῦν τὸ μυστήριον τελεῖται· ὡς Ἀριστείδης ἐν ἐννεακαιδεκάτῳἸταλικῶν.