Quaestiones Graecae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τίνες αἱ πλωιάδες νεφέλαι; τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας ἐκάλουν πλωιάδας, ὡς Θεόφραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν ἐπεὶ καὶ αἱ πλωιάδες αὗται νεφέλαι καὶ αἱ συνεστῶσαι, ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, δηλοῦσι διαφοράν τινα τῆς ὕλης, ὡς οὔτʼ ἐξυδατουμένης οὔτʼ ἐκπνευματουμένης.

τίς ὁ παρὰ Βοιωτοῖς πλατυχαίτας;[*](πλατυχαίτας] πλατυχέτας Schneiderus) τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλεῖστον [*](πλεῖστον] πλησίον W) ἔχοντας. παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν.