Quaestiones Graecae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν; ἦ ὅτι τοὺς πρώτους ὑπʼ Ἰνάχου καταχθέντας ἐκ τῶν ἄκρων [*](ἄκρων Madvigius: ἀγρῶν ) εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι τῆς χώρας ἐκείνης Ἀπίας προσαγορευομένης· ὅθεν ἄπιοι αἱ [*](αἱ *: οἱ ) ἀχράδες ἐπωνομάσθησαν.
τίς ἡ αἰτία, διʼ ἣν Ἠλεῖοι τὰς ἐνόδας [*](ἐνόδας] corruptum. cf. Symbolas meas) ἵππους ἐκτὸς ὅρων ἀπάγοντες βιβάζουσιν; ἦ ὅτι πάντων τῶν βασιλέων φιλιππότατος ὢν ὁ Οἰνόμαος καὶ μάλιστα τὸ ζῷον ἀγαπήσας τοῦτʼ ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππους [*](ἵππους W: ἵππων ) ὀχευόντων ἐν Ἤλιδι, καὶ φοβούμενοι τὴν κατάραν ἐκείνην ἀφοσιοῦνται;