Quaestiones Graecae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος; οὐ γὰρ πειστέον τοῖς λέγουσιν ἀλιτηρίους κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα καὶ διαρπάζοντας· ἀλλʼ ἀλάστωρ μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον μνημονευθησόμενα δεδρακώς, ἀλιτήριος δʼ ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. ταῦτα, φησὶν ὁ Σωκράτης, [*](Σωκράτης] Mueller. 4. p. 498) ἐν διφθέραις χαλκαῖς γεγράφασι.
τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἴνου [*](Αἰνου] Αἰνύνων W. Malim. Αἰνίας ) τὰς παρθένους προπεμπούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων
μήποτε [*](μήποτε] cf. Hom. ς 174 τ 298) νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν;Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον ᾤκησαν περὶ τὴν Αἰθακίαν·, εἶτα περὶ τὴν Μολοσσίδα καὶ Κασσιοπαίαν· οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς χώρας ἔχοντες, ἀλλὰ καὶ χαλεποῖς χρώμενοι προσοίκοις εἰς τὸ Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου τοῦ βασιλέως ἄγοντος αὐτούς. ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς λέγεται τὸν Οἴνοκλον καταλεύσαντες καὶ πάλιν πλανηθέντες, εἰς ταύτην ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν. ὅθεν εἰκότως εὔχονται τοῖς θεοῖς εἰς τὴν παλαιὰν πατρίδα μὴ ἐπανελθεῖν, ἀλλʼ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας.