Quaestiones Graecae

Plutarch

Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

τίνες αἱ πλωιάδες νεφέλαι;

τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας ἐκάλουν πλωιάδας, ὡς Θεόφραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν, ἐπεὶ καὶ αἱ πλωιάδες αὗται νεφέλαι αἱ καὶ αἱ συνεστῶσαι, ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, δηλοῦσι διαφοράν τινα τῆς ὕλης, ὡς οὔτʼ ἐξυδατουμένης οὔτʼ ἐκπνευματουμένης.

τίς ὁ παρὰ Βοιωτοῖς πλατιοικέτας[*](πλατιοικέτας Bechtel: πλατυχαίτας.);

τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλησίον[*](πλησίον Wyttenbach: πλεῖστον.) ἔχοντας. παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν....