Quaestiones Graecae
Plutarch
Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν;
ἢ ὅτι τοὺς πρώτους ὑπʼ Ἰνάχου καταχθέντας ἐκ τῶν ἄκρων[*](ἄκρων Madvig; ὀρῶν Wyttenbach: ἀγρῶν.) εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι τῆς χώρας ἐκείνης Ἀπίας προσαγορευομένης ὅθεν ἄπιοι αἱ[*](αἱ Bernardakis: omitted in most mss, two having οἱ.) ἀχράδες ἐπωνομάσθησαν.[*](ἐπωνομάσθησαν] μετωνομάσθησαν in nearly all mss.)
τίς ἡ αἰτία, διʼ ἣν Ἠλεῖοι τὰς ὀνοθόρους[*](ὀνοθόρους F.C.B.: ἐνόδας. (It seems almost certain that the first three letters of ἐνόδας must have been ὀνο-.)) ἵππους ἐκτὸς ὅρων ἀπάγοντες βιβάζουσιν;
ἢ ὅτι πάντων τῶν βασιλέων φιλιππότατος ὢν. ὁ Οἰνόμαος καὶ μάλιστα τὸ ζῷον ἀγαπήσας τοῦτʼ
ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππους[*](ἵππους Wyttenbach: ἵππων or ἵππον.) ὀχευόντων ἐν Ἤλιδι, καὶ φοβούμενοι τὴν κατάραν ἐκείνην ἀφοσιοῦνται;