Quaestiones Graecae
Plutarch
Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα ποταμὸς Σκάμανδρος ὠνομάσθη;
Δηίμαχος ὁ Ἐλέωνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, εἶτʼ αὐτὸς μὲν ἔπεσε μαχόμενος τοῖς Τρωσὶν ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι κατέφυγε καὶ τῷ Ἡρακλεῖ[*](τῷ Ἡρακλεῖ stands before κατέφυγε in the mss.; transferred here by Helmbold.) κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν. ὁ δʼ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν. ὠνομάσθη δʼ ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε. καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀφʼ αὐτοῦ[*](ἀφʼ αὑτοῦ Helmbold: ἀπʼ αὐτοῦ.) Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν παρθένους προσαγορεύοντες.
ἀπὸ τίνος ἐρρήθη[*](ἐρρήθη Bernardakis: ἐρρέθη or ἐρέθη.) τὸ παροιμιῶδες αὕτα κυρία;
Δίνων[*](Δείνων Crönert: Δίνων.) ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν
ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιάν, ἃδε, εἶπε, κρείσσων · οὕτω γὰρ ὁ Θεόφραστος ἱστόρηκε. προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος Ταραντίνων[*](Ταραντίνων F.C.B.: ἐν Ῥυτίνῳ.) τοῦ κήρυκος, αὗται πλείους, εἰπόντος, ἀλλʼ αὗται, φάναι, βελτίους, καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν.