Quaestiones Graecae
Plutarch
Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
τίς ὁ παρʼ Ἐπιδαμνίοις πωλήτης;
Ἐπιδάμνιοι γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμειγνυμένους αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ τοιαῦτα συμβόλαια καὶ τὰς ἀμείψεις καθʼ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμένων παρʼ αὐτοῖς, ὃς ἐπιφοιτῶν τοῖς βαρβάροις παρεῖχεν ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις πωλήτης ʼ προσαγορευόμενος.
τίς ἡ περὶ Θρᾴκην Ἀραίνου[*](Ἀραίνου] Ἀραίου? Bernardakis; ἀραοῦ, ἀράνου most mss.) ἀκτή;
Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, τὴν δʼ Ἄκανθον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι, δύο κατασκόπους ἔπεμψαν. ὡς δὲ τῇ πόλει προσιόντες παντάπασι πεφευγότας ἠσθάνοντο τοὺς πολεμίους, ὁ μὲν Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς Χαλκιδεῦσι τὴν πόλιν, ὁ δʼ Ἄνδριος οὐ συνεξανύτων
ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος μέγα βοήσας[*](μέγα βοήσας Patzig: μετὰ βοῆς or βολῆς.) Ἀνδρίων ἔφη παισὶν αἰχμῇ προκατειλῆφθαι τὴν πόλιν. ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς. ἐπεὶ δʼ οἱ μὲν Ἐρυθραῖοι, καὶ οἱ Σάμιοι, τὴν ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατʼ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις μήτε λαβεῖν παρʼ αὐτῶν καὶ διὰ τοῦτο προσηγόρευσαν ἀκτὴν Ἀραίνου,[*](Ἀραίνου] Ἀραίου? Bernardakis: ἀραοῦ, ἀράνου most mss.) πρότερον ὀνομαζομένην Δράκοντος.