Quaestiones Graecae

Plutarch

Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι;

Κόθος καὶ Αἶκλος[*](Αἶκλος Xylander: ἄρκλος.) οἱ Ξούθου παῖδες εἰς Εὔβοιαν ἧκον οἰκήσοντες, Αἰολέων τότε τὰ πλεῖστα τῆς νήσου κατεχόντων. ἦν δὲ τῷ Κόθῳ λόγιον εὖ πράξειν ἐν καὶ περιέσεσθαι τῶν πολεμίων, ἐὰν πρίηται τὴν χώραν. ἀποβὰς οὖν μετʼ ὀλίγων[*](ὀλίγων Meziriacus: ὀλίγον.) ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλατταν· συμπαίζων οὖν αὐτοῖς καὶ φιλοφρονούμενος ἔδειξε

παίγνια πολλὰ τῶν ξενικῶν. ὡς δʼ ἑώρα τοὺς παῖδας ἐπιθυμοῦντας λαβεῖν, οὐκ ἔφησεν αὐτοῖς δώσειν ἄλλως, εἰ μὴ τῆς γῆς λάβοι παρʼ αὐτῶν οἱ δὲ παῖδες οὕτως ἀναιρούμενοι χαμᾶθεν[*](χαμᾶθεν Pierson: χαμαῖθεν.) ἐδίδοσαν καὶ τὰ παίγνια λαβόντες ἀπηλλάγησαν. οἱ δʼ Αἰολεῖς αἰσθόμενοι τὸ γεγονός, καὶ τῶν πολεμίων αὐτοῖς ἐπιπλεόντων, ὑπʼ ὀργῆς καὶ λύπης διεχρήσαντο τοὺς παῖδας. ἐτάφησαν δὲ παρὰ τὴν ὁδὸν ᾗ βαδίζουσιν ἐκ πόλεως ἐπὶ τὸν Εὔριπον, καὶ ὁ τόπος τάφος παίδων καλεῖται.

τίς ὁ μιξαρχαγέτας[*](μιξαρχαγέτας (-ν) Xylander: μιξαρχαγεύτας (-ν).) ἐν Ἄργει καὶ τίνες οἱ ἐλάσιοι;

μιξαρχαγέταν[*](μιξαρχαγέτας (-ν) Xylander: μιξαρχαγεύτας (-ν).) τὸν Κάστορα καλοῦσι καὶ νομίζουσι παρʼ αὐτοῖς τεθάφθαι· τὸν δὲ Πολυδεύκην ὡς ἕνα τῶν Ὀλυμπίων σέβονται. τοὺς δὲ τὰς ἐπιληψίας ἀποτρέπειν δοκοῦντας ἐλασίους μὲν ὀνομάζουσι, δοκοῦσι δὲ τῶν Ἀλεξίδας τῆς Ἀμφιαράου θυγατρὸς ἀπογόνων εἶναι.

τί τὸ παρʼ Ἀργείοις λεγόμενον ἔγκνισμα;

τοῖς ἀποβαλοῦσί τινα συγγενῶν ἢ συνήθων ἔθος ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ Ἀπόλλωνι θύειν, ἡμέραις δʼ ὕστερον τριάκοντα τῷ Ἑρμῇ. νομίζουσι γάρ, ὥσπερ τὰ σώματα τῶν ἀποθανόντων δέχεσθαι τὴν γῆν, ὀὕτω τὰς ψυχὰς τὸν Ἑρμῆν τοῦ δʼ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ

ἀποσβέσαντες ὡς μεμιασμένον παρʼ ἑτέρων δʼ ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ἔγκνισμα προσαγορεύοντες.

τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος;

οὐ γὰρ πειστέον τοῖς λέγουσιν ἀλιτηρίους κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα καὶ διαρπάζοντας· ἀλλʼ ἀλάστωρ μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον μνημονευθησόμενα δεδρακώς, ἀλιτήριος δʼ ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. ταῦτα, φησὶν ὁ Σωκράτης, ἐν διφθέραις χαλκαῖς γεγράφασι.

τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἰνίδος[*](Αἰνίδος F.C.B., cf. Αἰνίδι S.G.D.I. 1431 (for Αἰνίᾳ?); Αἰνίας Bernardakis; Αἰνιάνων Wyttenbach: Αἴνου.) τὰς παρθένους προπεμπούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων

μήποτε νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν;

Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον ᾤκησαν περὶ τὴν Αἰθικίαν,[*](Αἰθικίαν F.C.B., cf. 293 f: Αἰθακίαν.) εἶτα περὶ τὴν Μολοττίδα καὶ Κασσιοπαίαν· οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς χώρας ἔχοντες, ἀλλὰ καὶ χαλεποῖς χρώμενοι προσοίκοις εἰς τὸ Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου[*](Οἰνόκλου... Οἴνοκλον] Ὀνόκλου... Ὄνοκλον, most mss. cf. 294 a.) τοῦ βασιλέως ἄγοντος αὐτούς. ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς λέγεται τὸν

Οἴνοκλον[*](Οἴνοκλον] Ὄνοκλον most mss. cf. 294 a.) καταλεύσαντες καὶ πάλιν πλανηθέντες, εἰς ταύτην ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν. ὅθεν εἰκότως εὔχονται τοῖς θεοῖς εἰς τὴν παλαιὰν πατρίδα μὴ ἐπανελθεῖν, ἀλλʼ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας.

τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ Ὀκριδίωνος ἡρῷον οὐκ εἰσέρχεται κῆρυξ;

ἢ ὅτι Ὄχιμος τὴν θυγατέρα Κυδίππην ἐνεγγύησεν Ὀκριδίωνι; Κέρκαφος δʼ ἀδελφὸς ὢν Ὀχίμου τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ μετέρχεσθαι τὰς νύμφας, ὅταν παραλάβῃ τὴν Κυδίππην, πρὸς ἑαυτὸν ἀγαγεῖν. τούτου δὲ πραχθέντος, ὁ μὲν Κέρκαφος ἔχων τὴν κόρην ἔφυγεν, ὕστερον δὲ τοῦ Ὀχίμου γηράσαντος ἐπανῆλθε. τοῖς δὲ Ῥοδίοις ἔθος[*](ἔθος is omitted in some mss.) κατέστη κήρυκα μὴ προσιέναι τῷ τοῦ Ὀκριδίωνος ἡρῴῳ διὰ τὴν γενομένην ἀδικίαν.

τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν αὐλητὴν εἰσελθεῖν οὐδʼ Ἀχιλλέως ἐν τῷ ἱερῷ μνησθῆναι;

ἢ ὅτι τῆς μητρυιᾶς τὸν Τένην διαβαλούσης ὡς βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος[*](Μόλπος] Εὔμολπος Apollodorus, Epitome, iii. 24.) ὁ αὐλητὴς τὰ ψευδῆ κατεμαρτύρησεν αὐτοῦ, διὰ τοῦτο τῷ Τένῃ συνέπεσε φεύγειν εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς; Ἀχιλλεῖ δὲ λέγεται τὴν μητέρα Θέτιν ἰσχυρῶς ἀπαγορεῦσαι[*](ἀπαγορεῦσαι] ἀγορεῦσαι in all mss. but one.) μὴ ἀνελεῖν τὸν Τένην ὡς

τιμώμενον ὑπʼ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ τῶν οἰκετῶν, ὅπως προσέχῃ καὶ ἀναμιμνήσκῃ, μὴ λάθοι κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην. ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ Τένου καλὴν οὖσαν ἀπαντήσας θʼ ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελφῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ δὲ Τένης ἀνῃρέθη· ὁ δʼ Ἀχιλλεὺς πεσόντα γνωρίσας[*](γνωρίσας] ἐγνώρισε in one ms. (E).) τὸν μὲν οἰκέτην ἀπέκτεινεν ὅτι παρὼν οὐκ ἀνέμνησε, τὸν δὲ Τένην ἔθαψεν οὗ νῦν τὸ ἱερόν ἐστι, καὶ οὔτʼ αὐλητὴς εἴσεισιν οὔτʼ Ἀχιλλεὺς ὀνομάζεται.

τίς ὁ παρʼ Ἐπιδαμνίοις πωλήτης;

Ἐπιδάμνιοι γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμειγνυμένους αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ τοιαῦτα συμβόλαια καὶ τὰς ἀμείψεις καθʼ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμένων παρʼ αὐτοῖς, ὃς ἐπιφοιτῶν τοῖς βαρβάροις παρεῖχεν ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις πωλήτης ʼ προσαγορευόμενος.

τίς ἡ περὶ Θρᾴκην Ἀραίνου[*](Ἀραίνου] Ἀραίου? Bernardakis; ἀραοῦ, ἀράνου most mss.) ἀκτή;

Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, τὴν δʼ Ἄκανθον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι, δύο κατασκόπους ἔπεμψαν. ὡς δὲ τῇ πόλει προσιόντες παντάπασι πεφευγότας ἠσθάνοντο τοὺς πολεμίους, ὁ μὲν Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς Χαλκιδεῦσι τὴν πόλιν, ὁ δʼ Ἄνδριος οὐ συνεξανύτων

ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος μέγα βοήσας[*](μέγα βοήσας Patzig: μετὰ βοῆς or βολῆς.) Ἀνδρίων ἔφη παισὶν αἰχμῇ προκατειλῆφθαι τὴν πόλιν. ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς. ἐπεὶ δʼ οἱ μὲν Ἐρυθραῖοι, καὶ οἱ Σάμιοι, τὴν ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατʼ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις μήτε λαβεῖν παρʼ αὐτῶν καὶ διὰ τοῦτο προσηγόρευσαν ἀκτὴν Ἀραίνου,[*](Ἀραίνου] Ἀραίου? Bernardakis: ἀραοῦ, ἀράνου most mss.) πρότερον ὀνομαζομένην Δράκοντος.

διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν Ἐρετριέων γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον ὀπτῶσι τὰ κρέα, καὶ Καλλιγένειαν οὐ καλοῦσιν;

ἢ ὅτι ταῖς αἰχμαλώτοις, ἃς ἦγεν ἐκ Τροίας Ἀγαμέμνων, ἐνταῦθα συνέβη θεσμοφόρια θύειν, πλοῦ δὲ φανέντος ἐξαίφνης ἀνήχθησαν ἀτελῆ τὴν θυσίαν καταλιποῦσαι;

τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις;

τῶν περὶ Θόαντα καὶ Δαμασήνορα τυράννων καταλυθέντων, ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον, ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα.[*](Χειρομάχα] Χειρομάχη?) κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγματα

περιστήσαντες εἰς τὴν ἑταιρείαν, ἐβουλεύοντο περὶ τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς γῆς ἐπανάγοντες· κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτʼ ἀειναῦται προσηγορεύθησαν.

τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ Πυρσόφιον τόπον ἀκμαίων λέσχην καλοῦσι;

τὸν Ναύπλιόν φασιν ὑπὸ τῶν Ἀχαιῶν διωκόμενον Χαλκιδεῖς ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ δʼ αὐτὸν ἀντεγκαλεῖν τοῖς Ἀχαιοῖς. ἐκδιδόναι μὲν αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν· δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, φυλακὴν ἔδοσαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν εἰς τὸν τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον παρεφύλαττον.

τίς ὁ βοῦν εὐεργέτῃ θύσας;

πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν λῃστρικόν ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. τούτῳ[*](τούτῳ] ταύτῃ in most mss.) οὖν κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο μηδενὸς δεόμενος, ἀλλὰ πεισθεὶς ὑπʼ ἀὐτοῦ καὶ οἰκτίρας· προσέλαβε δὲ καὶ τῶν κεραμίων, τοῦ πρεσβύτου κελεύσαντος. ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας, ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν προσαγαγὼν

χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ καὶ ἀργύριον τῇ πίττῃ καταμεμειγμένον. ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τὰ τʼ ἄλλʼ εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ. ὃ καὶ παροιμιαζόμενοι λέγουσιν οὐδεὶς[*](οὐδεὶς] οὐδὲ εἷς Meziriacus.) εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλʼ ἢ Πυρρίας.

τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις ἴωμεν εἰς Ἀθήνας ;

Κρῆτάς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι· καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ κατοικῆσαι,[*](κατοικῆσαι] κατοικεῖν all mss. but one (E), but cf., for example, 297 b.) ἔπειτα τῆς Θρᾴκης τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμειγμένων αὐτοῖς Ἀθηναίων. ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν παρʼ ἑαυτῷ λατρεύοντας. ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν. ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς ἴωμεν εἰς Ἀθήνας.,,

διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίγνεσθαι πρὸς αὐτάς; ἔχει δʼ οὕτως ὁ ὕμνος.

  1. ἐλθεῖν, ἥρω Διόνυσε,
  2. Ἀλεῖον[*](Ἀλεῖον Cobet; Ἀλείων Bergk: ἅλιον.) ἐς ναὸν
  3. ἁγνὸν σὺν Χαρίτεσσιν
  4. ἐς ναὸν
  5. τῷ βοέῳ ποδὶ θύων ʼ
εἶτα δὶς ἐπᾴδουσιν ʼἄξιε[*](ἐπᾴδουσι, Νάξιε Cobet.) ταῦρε.ʼ

πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ ταῦρον[*](ταῦρον] κερασφόρον Kronenberg.) ἔνιοι τὸν θεὸν ἢ τῷ μεγάλῳ ποδὶ βοέῳ λέγουσιν, ὡς βοῶπιν ὁ ποιητὴς τὴν μεγαλόφθαλμον καὶ βουγάιον τὸν μεγάλαυχον;

ἤ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι τὸ δὲ κερασφόρον[*](κερασφόρον] κέρας Kronenberg.) ἐπιβλαβές, οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον;

ἢ ὅτι καὶ ἀρότου[*](ἀρότου Wyttenbach: ἀρότρου.) καὶ σπόρου πολλοὶ τὸν θεὸν ἀρχηγὸν γεγονέναι νομίζουσι;

διὰ τί Ταναγραίοις πρὸ τῆς πόλεως ἔστιν Ἀχίλλειον, τόπος οὕτω προσαγορευόμενος; ἔχθρα γὰρ αὐτῷ μᾶλλον ἢ φιλία λέγεται γεγονέναι πρὸς τὴν πόλιν, ἁρπάσαντι μὲν τὴν μητέρα τοῦ Ποιμάνδρου Στρατονίκην, ἀποκτείναντι δʼ υἱὸν Ἐφίππου[*](Ἐφίππου] Wyttenbach would omit.) Ἀκέστορα.

Ποίμανδρος τοίνυν ὁ Ἐφίππου πατήρ, ἔτι τῆς Ταναγρικῆς κατὰ κώμας οἰκουμένης, ἐν τῷ καλουμένῳ Στέφοντι πολιορκούμενος ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ μὴ βούλεσθαι συστρατεύειν, ἐξέλιπε τὸ χωρίον ἐκεῖνο νύκτωρ καὶ τὴν Ποιμανδρίαν ἐτείχισε,

παρὼν δὲ Πολύκριθος ὁ ἀρχιτέκτων διαφαυλίζων τὰ ἔργα καὶ καταγελῶν ὑπερήλατο τὴν τάφρον. ὀργισθεὶς ὁ Ποίμανδρος ὥρμησε λίθον ἐμβαλεῖν αὐτῷ μέγαν, ὃς ἦν αὐτόθι κεκρυμμένος ἐκ παλαιοῦ, νυκτελίοις ἱεροῖς ἀποκείμενος[*](ἀποκείμενος Wyttenbach: ἐπικείμενος.)· τοῦτον ἀνασπάσας ὑπʼ ἀγνοίας ὁ Ποίμανδρος ἔβαλε, καὶ τοῦ μὲν Πολυκρίθου διήμαρτε, Λεύκιππον δὲ τὸν υἱὸν ἀπέκτεινεν. ἔδει μὲν οὖν κατὰ τὸν νόμον ἐκ τῆς Βοιωτίας μεταστῆναι, ἐφέστιον καὶ ἱκέτην ξένον[*](ξένον] ξένου E. Kurtz.) γενόμενον· οὐκ ἦν δὲ ῥᾴδιον, ἐμβεβληκότων εἰς τὴν Ταναγρικὴν τῶν Ἀχαιῶν. ἔπεμψεν οὖν Ἔφιππον τὸν υἱὸν Ἀχιλλέως δεησόμενον. ὁ δὲ καὶ τοῦτον εἰσάγει πείσας καὶ Τληπόλεμον τὸν Ἡρακλέους καὶ Πηνέλεων τὸν Ἱππάλκμου, συγγενεῖς ἅπαντας αὑτῶν[*](αὑτῶν E. Kurtz: αὐτῶν or αὐτῷ (E).) ὄντας. ὑφʼ ὧν ὁ Ποίμανδρος εἰς Χαλκίδα συνεκπεμφθεὶς καὶ καθαρθεὶς παρʼ Ἐλεφήνορι τὸν φόνον, ἐτίμησε τοὺς ἄνδρας καὶ τεμένη πᾶσιν ἐξεῖλεν, ὧν τὸ Ἀχιλλέως καὶ τοὔνομα διατετήρηκεν,

τίνες οἱ παρὰ Βοιωτοῖς Ψολόεις καὶ τίνες αἱ Ὀλεῖαι[*](αἱ Ὀλεῖαι Meziriacus: αἰολεῖαι or αἰολῖαι.);

τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων· Λευκίππης λαχούσης παρασχεῖν Ἵππασον τὸν υἱὸν διασπάσασθαι· κληθῆναι τοὺς μὲν ἄνδρας αὐτῶν δυσειματοῦντας ὑπὸ λύπης καὶ πένθους ψολόεις,

αὐτὰς δὲ ὀλείας οἷον ὀλοάς.[*](αὐτὰς... ὀλοάς Meziriacus: τὰς αἰολείας (καὶ οἰωνολόας in E) οἰωνολόας.) καὶ μέχρι νῦν Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι. καὶ γίγνεται παρʼ ἐνιαυτὸν ἐν τοῖς Ἀγριωνίοις φυγὴ καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ ἱερέως τοῦ Διονύσου ξίφος ἔχοντος. ἔξεστι δὲ τὴν καταληφθεῖσαν ἀνελεῖν, καὶ ἀνεῖλεν ἐφʼ ἡμῶν Ζωίλος ὁ ἱερεύς. ἀπέβη δʼ εἰς οὐδὲν χρηστὸν αὐτοῖς, ἀλλʼ ὅ τε Ζωίλος ἔκ τοῦ[*](ἔκ του F.C.B.: ἐκ τοῦ.) τυχόντος ἑλκυδρίου[*](ἑλκυδρίου (the better attested form) Hatzidakis: ἑλκειδίου or ἑλκυδίου.) νοσήσας καὶ διασαπεὶς πολὺν χρόνον ἐτελεύτησεν, οἳ τʼ Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις περιπεσόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, ἐκ πάντων αἱρούμενοι τὸν ἄριστον.

διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δʼ ὑπʼ ἀγνοίας, εἰς Ἐλευθερὰς ἀποστέλλουσι;

πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸ εἰς Ἐλευθεράς, οἷον τὸ εἰς Ἀμελοῦς χώραν καὶ τὸ ἥξεις εἰς Ἀρέσαντος ἕδος;

ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάονος[*](Λυκάονος the usual form: Λυκάωνος.) παίδων Ἐλευθὴρ καὶ Λέβαδος[*](Λέβαδος the better spelling: Λεβεάδος.) οὐ μετέσχον τοῦ περὶ τὸν Δία μιάσματος ἀλλʼ εἰς Βοιωτίαν ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας,

εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους;

ἢ ὡς Ἀρχίτιμος ἐν τοῖς Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατʼ ἄγνοιαν φησιν ὑπʼ Ἀρκάδων παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις ἄλλαις κατασχεθῆναι; ἀφʼ οὗ δὴ καὶ τὸν τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι.

τὸ μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε[*](ἔσχηκε Wyttenbach: ἐσχηκέναι.) δὲ πίστιν ἰσχυράν. πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς εἰσιοῦσιν; ἢ ὅτι θανατοῦται μὲν ὁ ἐμβάς, τῶν δʼ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰς ψυχὰς μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δʼ ἥλιον ἀφαιρεῖται τοῦ ἐμβάντος ὁ νόμος;

καὶ τοῦτʼ αἰνιττόμενοι λέγουσι· καὶ γὰρ ἔλαφος ὁ ἐμβὰς καλεῖται. διὸ καὶ Κανθαρίωνα τὸν Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα μετὰ λείας τὸ ἄβατον, καταλυθέντος δὲ τοῦ πολέμου καὶ[*](καὶ] Hutten would omit.) φυγόντα εἰς Σπάρτην, ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος ἀποδιδόναι τὸν ἔλαφον.

τίς Εὔνοστος ἥρως ἐν Τανάγρᾳ καὶ διὰ τίνα αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν;

Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν υἱός, ᾧ φασιν ὑπὸ νύμφης Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔνομα. καλὸς δʼ ὢν καὶ δίκαιος οὐχ ἧττον. ἦν σώφρων καὶ αὐστηρός· ἐρασθῆναι δʼ αὐτοῦ λέγουσιν Ὄχναν, μίαν τῶν Κολωνοῦ θυγατέρων, ἀνεψιὰν οὖσαν. ἐπεὶ δὲ πειρῶσαν ὁ Εὔνοστος ἀπετρέψατο καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο πράξασα κατʼ ἐκείνου καὶ παρώξυνε τοὺς ἀδελφοὺς Ἔχεμον[*](Ἔχεμον] ὄχεμον some mss.) καὶ Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον. ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν νεανίσκον. ὁ δʼ Ἐλιεὺς ἐκείνους ἔδησεν ἡ δʼ Ὄχνη μεταμελομένη καὶ γέμουσα ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, ἅμα δʼ οἰκτίρουσα τοὺς ἀδελφοὺς ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήθειαν, ἐκεῖνος δὲ Κολωνῷ. Κολωνοῦ δὲ δικάσαντος, οἱ μὲν ἀδελφοὶ τῆς Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν ἑαυτήν, ὡς Μυρτὶς ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστόρηκε.

τοῦ δʼ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο[*](ἐτηρεῖτο Wyttenbach: ἐτήρει.) καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς

γυναικὸς ἐμβεβηκυίας εἰς τὸ τέμενος. ἀναφέρει δὲ καὶ Διοκλῆς ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν.