Quaestiones Graecae
Plutarch
Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε
πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις ʼἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος;
Τὴν Καλαύρειαν[*](Καλαύρειαν the approved form, Bernardakis: Καλαυριὰν.) Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθον[*](Ἄνθον as below: Ἄνθην. (The genders are confused in the mss. Ἄνθος is presumably masc. and Ὑπέρα fem. but cf. Athenaeus, 31 c.)) καὶ Ὑπέραν[*](Ὑπέρα, etc., F.C.B.: Ὑπέρη, etc.) αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δὲ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί,
ταῦτα μὲν ὁ Ἀριστοτέλης. ὁ σε Μνασιγείτων φησὶν Ὑπέρας[*](Ὑπέρα, etc., F.C.B.: Ὑπέρη, etc.) ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴν Ὑπέραν[*](Ὑπέρα, etc., F.C.B.: Ὑπέρη, etc.) κατὰ ζήτησιν αὐτοῦ πλανώμενον εἰς Φερὰς πρὸς Ἄκαστον[*](Ἄκαστον Bryan: ἄκαστον ἢ ἄδραστον.) ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ
- πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
- οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον[*](γʼ ἄτρυγου Wechel: ὅτι κἂν τρύγα.) οἶνον ἔπινες.
πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.
τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ σκότος;
Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις, τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης, χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν· ἑβδόμῳ δʼ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν· ὅτε καὶ Βίας ὁ σοφὸς εἰς Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε. ταῖς δὲ Πριηνέων γυναιξὶν ὠμοῦ[*](ὠμοῦ Madvig: ὁμοῦ.) τοῦ πάθους τούτου καὶ τῆς συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων ὁ παρὰ δρυῒ σκότος διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.