Quaestiones Romanae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται, τοῦ δʼ αὔγουρος, ἕως ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν ἱερωσύνην αὔγουρας δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι;ʼ πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς· ἢ κατειλημμένον ὅρκοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν [*](ἱερῶν *: ἱερέων ) ἀπολῦσαι τῶν ὅρκων οὐ θέλουσιν ἰδιώτην γενόμενον; [*](γενόμενον *: γινόμενον ) ἢ τιμῆς οὐκ ἔστιν οὐδʼ ἀρχῆς ἀλλʼ ἐπιστήμης ὄνομα καὶ τέχνης ὁ αὔγουρ; ὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν, ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν. ἄλλον δʼ οὐ καθιστᾶσιν, εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων φυλάττοντες.
διὰ τί ταῖς Αὐγούσταις εἰδοῖς, Σεξτιλίαις δὲ πρότερον λεγομέναις, ἑορτάζουσιν αἵ τε δοῦλαι
καὶ οἱ δοῦλοι πάντες, αἱ δὲ γυναῖκες μάλιστα ῥύπτεσθαι τὰς κεφαλὰς καὶ καθαίρειν ἐπιτηδεύουσιν;ʼ ἦ διὰ τὸ [*](τὸ *: τὸν ) Σερούιον τὸν βασιλέα κατὰ ταύτην τὴν ἡμέραν ἐξ αἰχμαλώτου γενέσθαι θεραπαινίδος ἄδειαν ἔργων ἔχουσιν οἱ θεράποντες, τὸ δὲ πλύνειν τὰς κεφαλὰς ἀρξάμενον ἀπὸ τῶν θεραπαινίδων διὰ τὴν ἑορτὴν ἄχρι τῶν ἐλευθέρων προῆλθεν;διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι;ʼ πότερον ἐπὶ τιμῇ τῶν ἡρπασμένων γυναικῶν, ὥσπερ ἄλλα πολλά, καὶ τοῦτʼ ἐψηφίσαντο τοῖς ἐξ αὐτῶν γεννωμένοις ὑπάρχειν; ἢ τὴν Ταρκυνίου τιμῶντες ἀνδραγαθίαν; λέγεται γὰρ ἔτι παῖς ὢν ἐν τῇ μάχῃ τῇ πρὸς Λατίνους ἅμα καὶ Τυρρηνοὺς ἐμβαλεῖν εἰς τοὺς πολεμίους, ἀπορρυεὶς δὲ τοῦ ἵππου καὶ τοὺς ἐπιφερομένους ἰταμῶς ὑποστὰς ἐπιρρῶσαι τοὺς Ῥωμαίους· γενομένης δὲ λαμπρᾶς τροπῆς τῶν πολεμίων καὶ μυρίων ἑξακισχιλίων ἀναιρεθέντων, τοῦτο λαβεῖν ἀριστεῖον παρὰ τοῦ πατρὸς καὶ βασιλέως. ἢ τοῖς παλαιοῖς οἰκετῶν μὲν ἐρᾶν ὥραν ἐχόντων οὐκ ἦν ἄδοξον οὐδʼ αἰσχρόν, ὡς ἔτι νῦν αἱ κωμῳδίαι μαρτυροῦσιν ἐλευθέρων δὲ παίδων ἰσχυρῶς ἀπείχοντο, καὶ ὅπως μηδὲ γυμνοῖς ἐντυχόντες ἀμφιγνοήσειαν, ἐφόρουν οἱ παῖδες τὸ παράσημον; ἢ καὶ πρὸς,· ἀταξίαν [*](ἀταξίαν Abreschius: εὐταξίαν ) ἐστὶ φυλακτήριον τοῦτο, καὶ τρόπον τινὰ τοῦ ἀκολάστου χαλινός, αἰσχυνομένων ἀνδροῦσθαι πρὶν ἢ τὸ παιδικὸν ἀποθέσθαι παράσημον; ὃ μὲν γὰρ οἱ περὶ Βάρρωνα λέγουσιν
οὐ πιθανόν ἐστι, τῆς βούλλης ὑπὸ Αἰολέων βόλλας προσαγορευομένης, τοῦτο σύμβολον εὐβουλίας περιτίθεσθαι τοὺς παῖδας. ἀλλʼ ὅρα μὴ καὶ τοῦτο διὰ τὴν σελήνην φοροῦσι. τὸ γὰρ φαινόμενον σχῆμα τῆς σελήνης, ὅταν ἦ διχόμηνος, οὐ σφαιροειδὲς ἀλλὰ φακοειδές ἐστι καὶ δισκοειδές, ὡς δʼ Ἐμπεδοκλῆς οἴεται, καὶ τὸ ὑποκείμενον.διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν ἐναταίοις, τοῖς δὲ θήλεσιν ὀγδοαίοις τὰ ὀνόματα τίθενται;ʼ ἦ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται πρότερον τοῦ ἄρρενος. τῶν δʼ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν ἡ γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα [*](τἄλλα *: τὰ ἄλλα ) καὶ τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις· ἕως δʼ [*](δʼ] δʼ ἂν?) ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον. ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν ἐνόμιζον; γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος. καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν. ἦ ὅτι τῶν ἀριθμῶν ἁπάντων τὰ μὲν ἐννέα πρῶτός ἐστι τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δʼ ὀκτὼ πρῶτος κύβος ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα [*](ἄνδρα Polus) τετράγωνον εἶναι καὶ περιττὸν καὶ τέλειον, τὴν δὲ γυναῖκα
καθάπερ τὸν κύβον ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον. τούτῳ [*](τούτῳ W: τοῦτο ) δὲ προσληπτέον, ὅτι τὰ μὲν ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος, τὰ δʼ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι τρισὶ δʼ οἱ ἄρρενεςδιὰ τί τοὺς ἀπάτορας σπορίους υἱοὺς καλοῦσιν;ʼ οὐ γάρ, ὡς Ἕλληνες νομίζουσι καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλʼ ἔστιν ὁ Σπόριος τῶν πρώτων ὀνομάτων, ὡς ὁ Σέξτος καὶ ὁ Δέκιμος καὶ ὁ Γάιος. τὰ δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλʼ ἢ διʼ ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μάρκον· ἢ διὰ δυεῖν, ὡς τὸν Τιβέριον [*](Τιβέριον X: βέρριον ) καὶ τὸν Γναῖον· ἢ διὰ τριῶν, ὡς τὸν Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ ὁ Σπόριος τῶν διὰ δυεῖν γραφομένων, τοῦ ς καὶ τοῦ π. γράφουσι δὲ διὰ τούτων καὶ τοὺς ἀπάτορας σίνε πάτρις οἷον ἄνευ πατρός, τῷ μὲν ς τὸ σίνε τῷ δὲ π τό πάτρις σημαίνοντες. τοῦτʼ οὖν τὴν πλάνην ἐποίησε, τὸ διὰ τῶν αὐτῶν γραμμάτων τὸ σίνε πάτρις καὶ τὸν Σπόριον γράφεσθαι. λεκτέον δὲ καὶ τὸν ἕτερον λόγον, ἔστι δʼ ἀτοπώτερος τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθʼ οἷον ἐφυβρίζοντας οὕτω προσαγορεύειν τὸν ἐκ γυναικὸς ἀγάμου καὶ ἀνεγγύου γεγεννημένον. [*](γεγενημένον)