Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί τὴν τῆς ἡμέρας ἀρχὴν ἐκ μέσης νυκτὸς λαμβάνουσι πότερον ὅτι ἡ πολιτεία στρατιωτικὴν ἐν ἀρχῇ σύνταξιν εἶχε, τὰ δὲ πολλὰ νύκτωρ ἐν ταῖς στρατείαις προλαμβάνεται τῶν χρησίμων· ἢ πράξεως; μὲν ἀρχὴν ἐποιοῦντο τὴν ἀνατολήν, παρασκευῆς δὲ τὴν νύκτα; δεῖ γὰρ παρασκευασαμένους πράττειν, ἀλλὰ μὴ παρασκευάζεσθαι πράττοντας, ὡς Μύσων πρὸς Χίλωνα τὸν σοφὸν εἰπεῖν λέγεται ἐν χειμῶνι [*](ἐν χειμῶνι] χειμῶνος?) θρίνακα τεκταινόμενος. ἢ καθάπερ ἡ μεσημβρία πέρας ἐστὶ τοῖς πολλοῖς τοῦ τὰ δημόσια καὶ σπουδαῖα πράττειν, οὕτως ἀρχὴν ἔδοξε ποιεῖσθαι τὸ μεσονύκτιον; τεκμήριον δὲ τούτου μέγα τὸ μὴ ποιεῖσθαι Ῥωμαῖον ἄρχοντα συνθήκας μηδʼ ὁμολογίας μετὰ μέσον ἡμέρας. ἢ δύσει μὲν καὶ ἀνατολῇ λαμβάνειν ἀρχὴν ἡμέρας καὶ τελευτὴν οὐ δυνατόν ἐστιν; ὡς μὲν γὰρ οἱ πολλοὶ τῇ αἰσθήσει διορίζουσιν ἡμέρας μὲν ἀρχὴν τὴν πρώτην ἀνάσχεσιν τοῦ ἡλίου, νυκτὸς δὲ τὴν τελευταίαν [*](τὴν τελευταίαν *: τελευταίαν ) ἀπόκρυψιν λαμβάνοντες, οὐχ ἕξομεν ἰσημερίαν, ἀλλʼ ἣν μάλιστα τῇ ἡμέρᾳ νύκτα παρισοῦσθαι δοκοῦμεν, αὕτη τῆς ἡμέρας ἐλάττων φανεῖται τῷ τοῦ ἡλίου μεγέθει. ὃ δʼ αὖ πάλιν οἱ μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται,

τὸ τοῦ ἡλίου κέντρον, ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας. συμβήσεται γάρ, ἔτι πολλοῦ φωτὸς ὑπὲρ γῆν ὄντος καὶ τοῦ ἡλίου καταλάμποντος ἡμᾶς, μηδέπω ἡμέραν ὁμολογεῖν ἀλλʼ ἔτι νύκτα εἶναι. ἐπεὶ τοίνυν ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τοῦ ἡλίου δύσληπτός ἐστιν ἡ ἀρχὴ διὰ τὰς εἰρημένας ἀλογίας, ἀπολείπεται τὸ μεσουρανοῦν ἢ τὸ ἀντιμεσουρανοῦν αὐτοῦ. λαμβάνειν ἀρχήν. βέλτιον δὲ τὸ δεύτερον· φέρεται γὰρ ἐκ μεσημβρίας ἐπὶ τὰς δύσεις ἀφʼ ἡμῶν, ἐκ δὲ μεσονυκτίου πρὸς ἡμᾶς ἐπὶ τὰς ἀνατολάς.

διὰ τί τὰς γυναῖκας οὔτʼ ἀλεῖν εἴων οὔτʼ ὀψοποιεῖν τὸ παλαιόν;ʼ ἦ τὰς συνθήκας διαμνημονεύοντες, ἂς ἐποιήσαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ γὰρ ἥρπασαν τὰς θυγατέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν, ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτʼ ἐγράφη, μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.

διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας;ʼ πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς κατοιχομένοις

ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας [*](Μαίας *: μαϊας. cf. Festus v. Maius) ἐπώνυμός ἐστιν. ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος,· ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δʼ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν
  1. ἀλλʼ [*](ἀλλʼ ἢ] Nauck. p. 294) ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ,
  2. ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.
οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.

διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ πολέμου γαμηθῆναι τὰς πρώτας, ἢ μανθάνουσιν ἀνδράσι συνοικοῦσαι, μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν; ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ πολυτέλειαν. ἢ τὴν διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου; ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο; Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ Κυρῖτις ἡ θεὸς ἐπωνόμασται, τὸ γὰρ δόρυ κύριν [*](κύριν X: κοῦριν ) ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον [*](κύριν mei codd.) ὀνομασθῆναι τὸν Ἐνυάλιον.

διὰ τί τὸ τελούμενον εἰς θέας [*](θέας X: θεὰς ) Λοῦκαρ καλοῦσιν ἦ ὅτι πολλὰ ἔστιν ἄλση [*](ἄλση X: ἄλλα ) περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι λούκους, καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας [*](θέας X: θεὰς ) ἀνήλισκον;