Quaestiones Romanae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
διὰ τί τῶν στρατηγῶν αἱ ῥάβδοι συνδεδεμέναι προσηρτημένων τῶν πελέκεων φέρονται;ʼ πότερον ὅτι σύμβολόν ἐστι τοῦ μὴ δεῖν πρόχειρον εἶναι καὶ λελυμένην τὴν ὀργὴν τοῦ ἄρχοντος, ἢ διατριβὴν καὶ μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολλάκις ἐποίησε μεταγνῶναι περὶ τῆς κολάσεως; ἐπεὶ δὲ τῆς κακίας τὸ μὲν ἰάσιμὸν ἐστι τὸ δʼ ἀνήκεστον, αἱ μὲν ῥάβδοι νουθετοῦσι τὸ μεταθέσθαι δυνάμενον, οἱ δὲ [*](οἱ δὲ *: αἱ δὲ ) πελέκεις ἀποκόπτουσι τὸ ἀνουθέτητον.
διὰ τί τοὺς καλουμένους Βλετονησίους βαρβάρους ὄντας ἄνθρωπον τεθυκέναι θεοῖς πυθόμενοι, μετεπέμψαντο τοὺς ἄρχοντας αὐτῶν ὡς κολάσοντες· ἐπεὶ δὲ νόμῳ τινὶ τοῦτʼ ἐφαίνοντο πεποιηκότες,
ἐκείνους μὲν ἀπέλυσαν, ἐκώλυσαν δὲ πρὸς· τὸ λοιπόν· αὐτοὶ δʼ οὐ πολλοῖς ἔτεσιν ἔμπροσθεν δύο μὲν ἄνδρας δύο δὲ γυναῖκας ἐν τῇ βοῶν ἀγορᾷ λεγομένῃ, τοὺς μὲν Ἕλληνας, τοὺς δὲ Γαλάτας, ζῶντας κατώρυξαν; φαίνεται γὰρ ἄτοπον ταῦτα μὲν ποιεῖν αὐτούς, ἐπιτιμᾶν δὲ βαρβάροις ὡς οὐχ ὅσια ποιοῦσι. πότερον τὸ μὲν θεοῖς θύειν ἀνθρώπους; ἀνόσιον ἡγοῦντο, τὸ δὲ δαίμοσιν ἀναγκαῖον· ἢ τοὺς μὲν ἔθει καὶ νόμῳ τοῦτο πράττοντας ἁμαρτάνειν ἐνόμιζον, αὐτοὶ δὲ προσταχθέντες ἐκ τῶν Σιβυλλείων ἔπραξαν; λέγεται γὰρ Ἐλβίαν τινὰ παρθένον ὀχουμένην ἐφʼ ἵππου βληθῆναι κεραυνῷ, καὶ γυμνὸν μὲν εὑρεθῆναι κείμενον τὸν ἵππον, γυμνὴν δʼ αὐτὴν ὡς ἐπίτηδες ἀνηγμένου τοῦ χιτῶνος ἀπὸ τῶν ἀπορρήτων, ὑποδημάτων δὲ καὶ δακτυλίων καὶ κεκρυφάλου διερριμμένων χωρὶς ἄλλων ἀλλαχόθι, [*](ἀλλαχόθι] ἀλλαχόσε?) τοῦ δὲ στόματος ἔξω προβεβληκότος τὴν γλῶσσαν. ἀποφηναμένων δὲ τῶν μάντεων δεινὴν μὲν αἰσχύνην ταῖς ἱεραῖς παρθένοις εἶναι καὶ γενήσεσθαι περιβόητον, ἅψεσθαι δέ τινα καὶ ἱππέων ὕβριν, ἐμήνυσε βαρβάρου [*](βαρβάρου] βάρβαρος Madvigius) τινὸς ἱππικοῦ θεράπων τρεῖς παρθένους τῶν ἑστιάδων, Αἰμιλίαν καὶ Λικινίαν καὶ Μαρκίαν, [*](Μαρχίαν W: μαρτίαν ) ὑπὸ ταὐτὸ διεφθαρμένας καὶ συνούσας πολὺν χρόνον ἀνδράσιν, ὧν εἷς ἦν Βουτέτιος [*](Βουτέτιος] Βετούτιος?) βάρβαρος [*](βάρβαρος] Βάρρος W) τοῦ μηνυτοῦ δεσπότης. ἐκεῖναι μὲν οὖν ἐκολάσθησαν ἐξελεγχθεῖσαι, τῆς δὲ πράξεως δεινῆς φανείσης, ἔδοξεν ἀνερέσθαι [*](ἀνερέσθαι X: ἀναιρεῖσθαι ) τὰ Σιβύλλεια τοὺς ἱερεῖς. εὑρεθῆναι δέ φασι χρησμοὺς ταῦτά τε προδηλοῦντας ὡς ἐπὶ κακῷ γενησόμενα, καὶ προστάττοντας ἀλλοκότοις τισὶ δαίμοσι καὶ ξένοις ἀποτροπῆς ἕνεκα τοῦ ἐπιόντος προέσθαι δύο μὲν Ἕλληνας, δύο δὲ Γαλάτας ζῶντας; αὐτόθι κατορυγέντας.διὰ τί τὴν τῆς ἡμέρας ἀρχὴν ἐκ μέσης νυκτὸς λαμβάνουσι πότερον ὅτι ἡ πολιτεία στρατιωτικὴν ἐν ἀρχῇ σύνταξιν εἶχε, τὰ δὲ πολλὰ νύκτωρ ἐν ταῖς στρατείαις προλαμβάνεται τῶν χρησίμων· ἢ πράξεως; μὲν ἀρχὴν ἐποιοῦντο τὴν ἀνατολήν, παρασκευῆς δὲ τὴν νύκτα; δεῖ γὰρ παρασκευασαμένους πράττειν, ἀλλὰ μὴ παρασκευάζεσθαι πράττοντας, ὡς Μύσων πρὸς Χίλωνα τὸν σοφὸν εἰπεῖν λέγεται ἐν χειμῶνι [*](ἐν χειμῶνι] χειμῶνος?) θρίνακα τεκταινόμενος. ἢ καθάπερ ἡ μεσημβρία πέρας ἐστὶ τοῖς πολλοῖς τοῦ τὰ δημόσια καὶ σπουδαῖα πράττειν, οὕτως ἀρχὴν ἔδοξε ποιεῖσθαι τὸ μεσονύκτιον; τεκμήριον δὲ τούτου μέγα τὸ μὴ ποιεῖσθαι Ῥωμαῖον ἄρχοντα συνθήκας μηδʼ ὁμολογίας μετὰ μέσον ἡμέρας. ἢ δύσει μὲν καὶ ἀνατολῇ λαμβάνειν ἀρχὴν ἡμέρας καὶ τελευτὴν οὐ δυνατόν ἐστιν; ὡς μὲν γὰρ οἱ πολλοὶ τῇ αἰσθήσει διορίζουσιν ἡμέρας μὲν ἀρχὴν τὴν πρώτην ἀνάσχεσιν τοῦ ἡλίου, νυκτὸς δὲ τὴν τελευταίαν [*](τὴν τελευταίαν *: τελευταίαν ) ἀπόκρυψιν λαμβάνοντες, οὐχ ἕξομεν ἰσημερίαν, ἀλλʼ ἣν μάλιστα τῇ ἡμέρᾳ νύκτα παρισοῦσθαι δοκοῦμεν, αὕτη τῆς ἡμέρας ἐλάττων φανεῖται τῷ τοῦ ἡλίου μεγέθει. ὃ δʼ αὖ πάλιν οἱ μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται,
τὸ τοῦ ἡλίου κέντρον, ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας. συμβήσεται γάρ, ἔτι πολλοῦ φωτὸς ὑπὲρ γῆν ὄντος καὶ τοῦ ἡλίου καταλάμποντος ἡμᾶς, μηδέπω ἡμέραν ὁμολογεῖν ἀλλʼ ἔτι νύκτα εἶναι. ἐπεὶ τοίνυν ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τοῦ ἡλίου δύσληπτός ἐστιν ἡ ἀρχὴ διὰ τὰς εἰρημένας ἀλογίας, ἀπολείπεται τὸ μεσουρανοῦν ἢ τὸ ἀντιμεσουρανοῦν αὐτοῦ. λαμβάνειν ἀρχήν. βέλτιον δὲ τὸ δεύτερον· φέρεται γὰρ ἐκ μεσημβρίας ἐπὶ τὰς δύσεις ἀφʼ ἡμῶν, ἐκ δὲ μεσονυκτίου πρὸς ἡμᾶς ἐπὶ τὰς ἀνατολάς.