Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν;ʼ πότερον, ὡς Κάστωρ [*](Κάστωρ] vid. p. 266 e) φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ Εὐάνδρου Προσελήνων λεγομένων. ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνήσκει [*](ὑπομιμνήσκει *: ὑπομιμνήσκειν ) τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς

  1. ἐξ ἀδήλου [*](ἐξ ἀδήλου] Nauck. p. 253) πρῶτον ἔρχεται νέα
  2. πρόσωπα καλλύνουσα καὶ πληρουμένη,
  3. χὤταν περ αὑτῆς εὐπρεπεστάτη [*](εὐπρεπεστάτη p. 517 d: εὐγενεστάτη ) φανῇ,
  4. πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται;
ἢ πειθαρχίας ἦν μάθημα βασιλευομένους μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν
ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο
[*](Mullach. 1 p. 129) κατὰ τὸν Παρμενίδην οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ, ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;

διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς· νομίζουσι, τοὺς δὲ μῆνας τῆς· Ἥρας;ʼ ἦ ὅτι τῶν μὲν ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ ὀνομάζουσι [*](ὀνομάζουσι Duebnerus: ἐπονομάζουσι ) τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος, ἀπὸ τῆς σελήνης καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐπὶ ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, διὰ κυάνεον [*](διὰ κυάνεον] Bergk. 3 p. 620) πόλον ἄστρων διὰ τʼ ὠκυτόκοιο σελάνας εὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσι.

διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος,·;ʼ πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος τὸ γὰρ ἀριστερὸν σίνιστρον ὀνομάζουσι, τὸ δʼ ἀφεῖναι σίνερε καὶ σίνε λέγουσιν, ὅταν ἀφεῖναι [*](ἀφεῖναι - ἀφεῖναι] ἐφεῖναι - ἐφεῖναι X) παρακαλῶσι. τὸν οὖν ἀφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν· ἢ καθάπερ Διονύσιός [*](Διονύσιος] Halic. Ant. Rom. II 5) φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς· Μεζέντιον ἀστραπῆς ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοι, καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς

ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. ἢ μᾶλλον, ὡς Ἰόβας [*](Ἰόβας] Mueller. 3 p. 471) φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον. ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι [*](προϊστάμενοι Abreschius: παριστάμενοι ) τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες. ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;