Quaestiones Romanae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
διὰ τί τὸν θεὸν ἐκεῖνον, ᾧ μάλιστα τὴν
Ῥώμην σῴζειν προσήκει καὶ φυλάττειν, εἴτʼ ἐστὶν ἄρρην εἴτε θήλεια, καὶ λέγειν ἀπείρηται καὶ ζητεῖν καὶ ὀνομάζειν· ταύτην δὲ τὴν ἀπόρρησιν ἐξάπτουσι δεισιδαιμονίας, ἱστοροῦντες Οὐαλέριον Σωρανὸν ἀπολέσθαι κακῶς διὰ τὸ ἐξειπεῖν;ʼ πότερον, ὡς τῶν Ῥωμαϊκῶν τινες ἱστορήκασιν, ἐκκλήσεις εἰσὶ καὶ γοητεῖαι θεῶν, αἷς νομίζοντες καὶ αὐτοὶ θεούς τινας ἐκκεκλῆσθαι παρὰ τῶν πολεμίων καὶ μετῳκηκέναι πρὸς αὑτοὺς· ἐφοβοῦντο ταὐτὸ [*](ταὐτὸ * hic et infra: τὸ αὐτὸ ) παθεῖν ὑφʼ ἑτέρων· ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγονται περιβαλεῖν, ἕτεροι δʼ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες, οὕτως ᾤοντο Ῥωμαῖοι τὸ ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι θεοῦ καὶ βεβαιοτάτην φρουρὰν ἢ καθάπερ Ὁμήρῳ [*](Ὁμήρῳ] O 193) πεποίηται τὸ γαῖα δʼ ἔτι [*](ἔτι Homerus: ἐστὶ ) ξυνὴ πάντων ὅπως οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς ἔχοντας, οὔτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας οἱ παλαιοὶ Ῥωμαῖοι, βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ πάντας ὑπὸ τῶν πολιτῶν τοὺς θεοὺς τιμᾶσθαι;διὰ τί τῶν λεγομένων Φιτιαλέων, [*](Φιτιαλέων *: φιδιαλίων ) Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν σπονδοφόρων, ὁ καλούμενος πάτερ πατρᾶτος ἐνομίζετο μέγιστος ʽ ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσίν ἔχει δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν· οἱ γὰρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς· δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενταἰ;
πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας; αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ πατρᾶτον οἱονεὶ συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος ᾧ συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι. ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης; προϊστάμενον ἅμα πρόσω καὶ ὀπίσω [*](πρόσσω καὶ ὀπίσσω Homerus A 343. ω 451) καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ - μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ βουλεύεται.διὰ τί τῷ καλουμένῳ ῥῆγι σακρώρουμ ʽ οὗτος δʼ ἐστὶ βασιλεὺς ἱερῶν’ ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν ἦ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ δʼ οὐκ ἐμετρίαζον ἀλλʼ ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς; ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, οὔτε ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι [*](βασιλεύεσθαι W: βουλεύεσθαι ) δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ [*](Κομιτίῳ *: κομητίῳ ) πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ ἀγορᾶς
διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;ʼ πότερον
αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν [*](ὑπολείπειν?) καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ, ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν οὐδέποτε δεῖν [*](δεῖ?) κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα;διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει μετὰ φωτὸς; ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;ʼ πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος; ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον οὕτως ὁ Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις [*](νομίμοις X: νόμοις ) αἰσχύνης τινὸς προσούσης;
διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος καλεῖται ἦ ὅτι, Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει χώραν ἐπιδόντος, ἐχρῶντο ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας· ἔτι δὲ περιόντων χρημάτων,
κατεσκεύασαν ὁδόν, ἣν καὶ αὐτὴν Φλαμινίαν προσηγόρευσαν;διὰ τί λικτώρεις τοὺς ῥαβδούχους ὀνομάζουσι;ʼ πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες τὸ δὲ δεσμεύειν ἀλλιγᾶρε λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι λιγᾶρε ʼ· ἢ νῦν μὲν παρέγκειται τὸ κ, πρότερον δὲ λιτώρεις ἐκαλοῦντο, λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε.
διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων;ʼ πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα καὶ γὰρ τὸν μῆνα Φεβρουάριον καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην φεβράτην, [*](φεβράτιν mei codd.) καὶ φεβράριν [*](φεβράσιν] φεβρουάρε Pantazides) τὸ τῶν σκυτῶν ἤθει [*](τῶν σκυτῶν ἤθει] τῶν συνήθων σκύτει?) καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταὶ γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες· ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια· λύκῳ δὲ κύων
πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς χρῆσθαι, καὶ νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν ἕβδομον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι ;ʼ πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς Διόνυσόν ἐστιν ἔργου δὲ μεγάλου τοῦ πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως· ἀγομένην· ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν;
διὰ τί τοὺς ἀπεγνωσμένους [*](ἀπεγνωσμένους] πατεγνωσμένους W) ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν ἄλλοις ἁμαρτήμασι φουρκίφερας καλοῦσιν;ʼ ἦ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνοὺς
τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως; διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, ὅπως ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπόν τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγγμα, Ῥωμαῖοι δὲ φοῦρκαν ὀνομάζουσι· διὸ καὶ φουρκίφερ ὁ τοῦτο περιενεγκὼν καλεῖται.διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ· κέρατι προσδέουσιν;ʼ ἦ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς [*](Σοφοκλῆς] Nauck p. 249) πεποίηκε
διὸ καὶ Μάρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν· ἐφυλάττοντο γὰρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον· ἀντέστη γὰρ αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε.
- σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ,
- γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης.
[*](πλήρης] add. ἀεί Cobetus)
διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖσθαι;ʼ ἦ καθάπερ οἱ Πυθαγορικοὶ μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες ἐπὶ χοίνικος καθῆσθαι καὶ πῦρ μαχαίρᾳ μὴ σκαλεύειν οὕτως οἱ παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ
μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος; ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἀποπνεόμενον. [*](ἀποπνεόμενον] ἐπιπνεόμενον Madvigius) πνευμάτων δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων ὄντων, ἀλλὰ νηνεμίας καὶ καταστάσεως, ἐπὶ ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι.διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι[*](καθέζεσθαι W: καθίζεσθαι ) πότερον καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον, καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας· ἢ κατὰ λόγον ἐστίν, εἰ μήτʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος· ἔχοντι πρὸς θυσίαν μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς τις εἶναι καὶ μιασμὸς τοῦ σώματος.
διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς· ἣν βρέβεμ καλοῦσι; πότερον ὅτι μικρὸς; ὢν ἐν καὶ ταπεινὰ πράττων
καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης· ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις; οὐ γὰρ μόνον Τύχης εὐέλπιδος; καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο [*](ἄλλο Duebnerus: ἄλλο δʼ εὐέλπιδος ἄλλο ) παρθένου · καὶ τί ἄν τις ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτηρίας [*](Ἰξευτηρίας] ἰξευτρίας S) ἱερόν ἐστιν, ἣν βισκᾶταν [*](βισκᾶταν] βισκατρίκεμ M) ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων.διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν ὑφʼ [*](ὑφʼ] ἐφʼ Abreschius) ἑαυτοῦ περιεώρων μαραινόμενον πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. ἢ διδάσκει τὸ
ἔθος ἡμᾶς, ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν;διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν;ʼ πότερον, ὡς Κάστωρ [*](Κάστωρ] vid. p. 266 e) φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ Εὐάνδρου Προσελήνων λεγομένων. ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνήσκει [*](ὑπομιμνήσκει *: ὑπομιμνήσκειν ) τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς
ἢ πειθαρχίας ἦν μάθημα βασιλευομένους μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν
ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο[*](Mullach. 1 p. 129) κατὰ τὸν Παρμενίδην οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ, ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;
διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς· νομίζουσι, τοὺς δὲ μῆνας τῆς· Ἥρας;ʼ ἦ ὅτι τῶν μὲν ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ ὀνομάζουσι [*](ὀνομάζουσι Duebnerus: ἐπονομάζουσι ) τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος, ἀπὸ τῆς σελήνης καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐπὶ ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, διὰ κυάνεον [*](διὰ κυάνεον] Bergk. 3 p. 620) πόλον ἄστρων διὰ τʼ ὠκυτόκοιο σελάνας εὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσι.
διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος,·;ʼ πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος τὸ γὰρ ἀριστερὸν σίνιστρον ὀνομάζουσι, τὸ δʼ ἀφεῖναι σίνερε καὶ σίνε λέγουσιν, ὅταν ἀφεῖναι [*](ἀφεῖναι - ἀφεῖναι] ἐφεῖναι - ἐφεῖναι X) παρακαλῶσι. τὸν οὖν ἀφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν· ἢ καθάπερ Διονύσιός [*](Διονύσιος] Halic. Ant. Rom. II 5) φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς· Μεζέντιον ἀστραπῆς ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοι, καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς
ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. ἢ μᾶλλον, ὡς Ἰόβας [*](Ἰόβας] Mueller. 3 p. 471) φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον. ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι [*](προϊστάμενοι Abreschius: παριστάμενοι ) τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες. ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων [*](Πύρρων] Mueller. 4 p. 479) ὁ Λιπαραῖος ἱστόρηκεν;ʼ ἦ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καί φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καομένην, εἶτʼ εὐθὺς αἴρεσθαι, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων.
διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς· ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον;ʼ ἦ καὶ
τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας [*](κλισίας τὸν Cobetus: καὶ σίαστον ) τὸν ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ [*](ἀλλʼ] ἀλλʼ ἢ?) ἐκείνοις.