Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί τῇ καλουμένῃ Γενείτῃ Μάνῃ κύνα θύουσι καὶ κατεύχονται μηδένα χρηστὸν ἀποβῆναι τῶν οἰκογενῶν ἦ ὅτι δαίμων ἐστὶν ἡ Γενείτα περὶ τὰς γενέσεις καὶ τὰς λοχείας τῶν φθαρτῶν; ῥύσιν γάρ τινα σημαίνει τοὔνομα καὶ γένεσιν ἢ ῥέουσαν γένεσιν. ὥσπερ οὖν οἱ Ἕλληνες τῇ Ἑκάτῃ, καὶ τῇ Γενείτῃ κύνα Ῥωμαῖοι θύουσιν ὑπὲρ τῶν οἰκογενῶν. Ἀργείους δὲ Σωκράτης [*](Σωκράτης] Mueller. 4 p. 498) φησὶ τῇ Εἰλιονείᾳ [*](Εἰλονείᾳ] Εἰλειθυίᾳ Amiotus) κύνα θύειν διὰ τὴν ῥᾳστώνην τῆς λοχείας. τὸ δὲ τῆς εὐχῆς πότερον οὐκ ἐπʼ ἀνθρώπων ἐστὶν οἰκογενῶν, μηδένα χρηστὸν γενέσθαι, ἀλλὰ κυνῶν χαλεποὺς γὰρ εἶναι δεῖ καὶ φοβεροὺς τοὺς κύνας ἢ διὰ [*](διὰ] νῆ Δία?) τὸ χρηστοὺς [*](χρηστοὺς Polus: ἀχρήστους ) κομψῶς [*](κομθῶς X: καὶ κομψοὺς ) λέγεσθαι τοὺς τελευτῶντας αἰνιττόμενοι, διὰ τῆς εὐχῆς αἰτοῦνται μηδένα τῶν συνοίκων ἀποθανεῖν;

οὐ δεῖ δὲ τοῦτο θαυμάζειν καὶ γὰρ Ἀριστοτέλης [*](Ἀριστοτέλης] Fragm. 550) ἐν ταῖς Ἀρκάδων πρὸς Λακεδαιμονίους συνθήκαις γεγράφθαι φησὶ μηδένα χρηστὸν [*](χρηστὸν Polus: ἄχρηστον ) ποιεῖν βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν, ὅπερ εἶναι μηδένα ἀποκτιννύναι.

διὰ τί τοῖς Καπιτωλίοις [*](Καπετωλίοις *: καπιτωλίοις ) θέας ἄγοντες ἔτι νῦν κηρύττουσι Σαρδιανοὺς ὠνίους, καὶ γέρων τις ἐπὶ χλευασμῷ προάγεται παιδικὸν ἐναψάμενος περιδέραιον, ὃ καλοῦσι βοῦλλαν;ʼ ἦ ὅτι Ῥωμύλῳ πολὺν χρόνον ἐπολέμησαν οἱ λεγόμενοι Οὐήιοι Τυρρηνῶν, καὶ ταύτην πόλιν ἐσχάτην εἷλε, καὶ πολλοὺς αἰχμαλώτους ἀπεκήρυξε μετὰ τοῦ βασιλέως ἐπισκώπτων αὐτοῦ τὴν ἠλιθιότητα καὶ τὴν ἀβελτερίαν; [*](ἀβελτερίαν *: ἀβελτηρίαν ) ἐπεὶ δὲ Λυδοὶ μὲν ἦσαν οἱ Τυρρηνοὶ ἐξ ἀρχῆς, Λυδῶν δὲ μητρόπολις αἱ Σάρδεις, οὕτω τοὺς Οὐηίους ἀπεκήρυττον καὶ μέχρι νῦν ἐν παιδιᾷ τὸ ἔθος διαφυλάττουσι.

διὰ τί τὰ κρεοπώλια [*](κρεοπώλια * hic et infra: κρεωπώλια ) μάκελλα καὶ μακέλλους καλοῦσι;ʼ πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθαρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ [*](τῆ συνηθείᾳ] τῆς συνηθείας?) κεκράτηκε καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρʼ αὐτοῖς ὀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου Σπορίου προσεξευρόντος· καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθαίνουσι τοῦ ρ διʼ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον· ἢ καὶ τοῦτο λυτέον τῇ ἱστορίᾳ; λέγεται γὰρ ἐν Ῥώμῃ βίαιον

ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ περικόψαντα πολλούς, Μάκελλον τοὔνομα, μόγις ἁλῶναι καὶ κολασθῆναι· ἐκ δὲ τῶν χρημάτων αὐτοῦ δημόσιον οἰκοδομηθῆναι τὴν προσηγορίαν.