Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί τοὺς παραγγέλλοντας ἀρχὴν [*](ἀρχὴν M: ἄρχειν ) ἔθος ἦν ἐν ἱματίῳ τοῦτο ποιεῖν ἀχίτωνας, ὡς Κάτων ἱστόρηκε;ʼ πότερον ἵνα μὴ δεκάζωσιν ἀργύριον ἐν τῷ κόλπῳ κομίζοντες, ἢ μᾶλλον ὅτι τοὺς ἀξίους ἄρχειν οὐ γένεσιν οὐδὲ χρήμασιν οὐδὲ δόξαις ἀλλὰ τραύμασι καὶ ὠτειλαῖς ἔκρινον; ὅπως οὖν ταῦτα καθορῷτο τοῖς ἐντυγχάνουσιν, ἀχίτωνες ἐπὶ τὰς

παραγγελίας [*](παραγγελίας M: ἐπαγγελίας ) κατῄεσαν; ἢ καθάπερ τῷ δεξιοῦσθαι καὶ παρακαλεῖν καὶ ὑποπίπτειν, οὕτω τῇ γυμνότητι ταπεινοῦντες ἑαυτοὺς ἐδημαγώγουν;

διὰ τί ὁ ἱερεὺς τοῦ Διός, ἀποθανούσης αὐτῷ τῆς γυναικός, ἀπετίθετο τὴν ἀρχήν, ὡς Ἀτήιος [*](Ἀτήιος M: τήιος ) ἱστόρηκε;ʼ πότερον ὅτι τοῦ μὴ λαβόντος ὁ λαβὼν εἶτʼ ἀποβαλὼν γυναῖκα γαμετὴν ἀτυχέστερος ὁ μὲν γὰρ τοῦ γεγαμηκότος οἶκος τέλειος, ὁ δὲ τοῦ γήμαντος εἶτʼ ἀποβαλόντος οὐκ ἀτελὴς μόνον ἀλλὰ καὶ πεπηρωμένος· ἢ συνιερᾶται μὲν ἡ γυνὴ τῷ ἀνδρὶ ὡς καὶ πολλὰ τῶν ἱερῶν οὐκ ἔστι δρᾶσαι μὴ γαμετῆς συμπαρούσης, τὸ δὲ γαμεῖν εὐθὺς ἑτέραν ἀποβαλόντα τὴν προτέραν οὔτʼ ἴσως δυνατὸν οὔτʼ ἄλλως ἐπιεικές,·; ὅθεν οὐδʼ ἀποπέμψασθαι πρότερον ἐξῆν, οὐδὲ νῦν ὡς ἔοικεν ἔξεστιν, ἀλλʼ ἐφʼ ἡμῶν ἐπέτρεψεν ἐντευχθεὶς Δομετιανός. οἱ δʼ ἱερεῖς παρεγένοντο τῇ τοῦ γάμου διαλύσει, πολλὰ φρικώδη καὶ ἀλλόκοτα καὶ σκυθρωπὰ δρῶντες. ἧττον δʼ ἄν τις τοῦτο θαυμάσειε προσιστορήσας, ὅτι καὶ τῶν τιμητῶν θατέρου τελευτήσαντος ἔδει καὶ τὸν ἕτερον πεπαῦσθαι τῆς ἀρχῆς ἀποθανόντος δὲ τιμητοῦ Λιβίου Δρούσου, Σκαῦρος Αἰμίλιος συνάρχων οὐκ ἐβούλετο τὴν ἀρχὴν ἀπείπασθαι, μέχρι οὗ τῶν δημάρχων τινὲς αὐτὸν ἐκέλευον εἰς τὸ δεσμωτήριον ἀπάγεσθαι.

διὰ τί τῶν Λαρητῶν, οὓς ἰδίως πραιστίτεις καλοῦσι, τούτοις κύων παρέστηκεν, αὐτοὶ δὲ κυνῶν διφθέραις ἀμπέχονται, ἦ πραιστίτεις μὲν οἱ

προεστῶτές εἰσι, τοὺς δὲ προεστῶτας οἴκου φυλακτικοὺς εἶναι προσήκει, καὶ φοβεροὺς μὲν τοῖς ἀλλοτρίοις, ὥσπερ ὁ κύων ἐστίν, ἠπίους δὲ καὶ πράους τοῖς συνοικοῦσιν; ἢ μᾶλλον, ὃ λέγουσιν ἔνιοι Ῥωμαίων, ἀληθές ἐστι καί, καθάπερ οἱ περὶ Χρύσιππον οἴονται φιλόσοφοι φαῦλα δαιμόνια περινοστεῖν, οἷς οἱ θεοὶ δημίοις χρῶνται [*](χρῶνται καὶ *: χρῶνται ) καὶ κολασταῖς ἐπὶ τοὺς ἀνοσίους καὶ ἀδίκους ἀνθρώπους, οὕτως οἱ Λάρητες ἐρινυώδεις [*](ἐρινυώδεις *: ἐριννυώδεις ) τινές εἰσι καὶ ποίνιμοι δαίμονες, ἐπίσκοποι βίων καὶ οἴκων διὸ καὶ κυνῶν δέρμασιν ἀμπέχονται, καὶ κύων πάρεδρός ἐστιν, ὡς δεινοῖς οὖσιν ἐξιχνεῦσαι καὶ μετελθεῖν τοὺς πονηρούς;

διὰ τί τῇ καλουμένῃ Γενείτῃ Μάνῃ κύνα θύουσι καὶ κατεύχονται μηδένα χρηστὸν ἀποβῆναι τῶν οἰκογενῶν ἦ ὅτι δαίμων ἐστὶν ἡ Γενείτα περὶ τὰς γενέσεις καὶ τὰς λοχείας τῶν φθαρτῶν; ῥύσιν γάρ τινα σημαίνει τοὔνομα καὶ γένεσιν ἢ ῥέουσαν γένεσιν. ὥσπερ οὖν οἱ Ἕλληνες τῇ Ἑκάτῃ, καὶ τῇ Γενείτῃ κύνα Ῥωμαῖοι θύουσιν ὑπὲρ τῶν οἰκογενῶν. Ἀργείους δὲ Σωκράτης [*](Σωκράτης] Mueller. 4 p. 498) φησὶ τῇ Εἰλιονείᾳ [*](Εἰλονείᾳ] Εἰλειθυίᾳ Amiotus) κύνα θύειν διὰ τὴν ῥᾳστώνην τῆς λοχείας. τὸ δὲ τῆς εὐχῆς πότερον οὐκ ἐπʼ ἀνθρώπων ἐστὶν οἰκογενῶν, μηδένα χρηστὸν γενέσθαι, ἀλλὰ κυνῶν χαλεποὺς γὰρ εἶναι δεῖ καὶ φοβεροὺς τοὺς κύνας ἢ διὰ [*](διὰ] νῆ Δία?) τὸ χρηστοὺς [*](χρηστοὺς Polus: ἀχρήστους ) κομψῶς [*](κομθῶς X: καὶ κομψοὺς ) λέγεσθαι τοὺς τελευτῶντας αἰνιττόμενοι, διὰ τῆς εὐχῆς αἰτοῦνται μηδένα τῶν συνοίκων ἀποθανεῖν;

οὐ δεῖ δὲ τοῦτο θαυμάζειν καὶ γὰρ Ἀριστοτέλης [*](Ἀριστοτέλης] Fragm. 550) ἐν ταῖς Ἀρκάδων πρὸς Λακεδαιμονίους συνθήκαις γεγράφθαι φησὶ μηδένα χρηστὸν [*](χρηστὸν Polus: ἄχρηστον ) ποιεῖν βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν, ὅπερ εἶναι μηδένα ἀποκτιννύναι.

διὰ τί τοῖς Καπιτωλίοις [*](Καπετωλίοις *: καπιτωλίοις ) θέας ἄγοντες ἔτι νῦν κηρύττουσι Σαρδιανοὺς ὠνίους, καὶ γέρων τις ἐπὶ χλευασμῷ προάγεται παιδικὸν ἐναψάμενος περιδέραιον, ὃ καλοῦσι βοῦλλαν;ʼ ἦ ὅτι Ῥωμύλῳ πολὺν χρόνον ἐπολέμησαν οἱ λεγόμενοι Οὐήιοι Τυρρηνῶν, καὶ ταύτην πόλιν ἐσχάτην εἷλε, καὶ πολλοὺς αἰχμαλώτους ἀπεκήρυξε μετὰ τοῦ βασιλέως ἐπισκώπτων αὐτοῦ τὴν ἠλιθιότητα καὶ τὴν ἀβελτερίαν; [*](ἀβελτερίαν *: ἀβελτηρίαν ) ἐπεὶ δὲ Λυδοὶ μὲν ἦσαν οἱ Τυρρηνοὶ ἐξ ἀρχῆς, Λυδῶν δὲ μητρόπολις αἱ Σάρδεις, οὕτω τοὺς Οὐηίους ἀπεκήρυττον καὶ μέχρι νῦν ἐν παιδιᾷ τὸ ἔθος διαφυλάττουσι.