Quaestiones Romanae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός;ʼ πότερον, ὡς Ἀντίστιος Λαβεὼν ἱστόρηκε, τοῦ παρορμᾶν ὁρτάρι λεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδʼ ἀποκεκλεῖσθαι μηδʼ ἐλινύειν· [*](ἐλιννύειν Huttenus: κλειννύειν ) ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν · ὥραν μηκυνομένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν [*](ἣν] del. Madvigius) διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥάθυμον οὐδʼ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον; ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς. εἰ μέντοι τὴν ὥραν ὀρθῶς ὁ Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέδεκται, [*](δέδεκται *: δέδεικται ) σκόπει τὸν ὡράτορα προτρεπτικόν τινα καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως
ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι.διὰ τί τὸ τοῦ Ἡφαίστου ἱερὸν ἔξω πόλεως ὁ Ῥωμύλος ἱδρύσατο;ʼ πότερον διὰ τὴν μυθολογουμένην πρὸς Ἄρη ζηλοτυπίαν τοῦ Ἡφαίστου διʼ Ἀφροδίτην υἱὸς εἶναι δοκῶν Ἄρεος οὐκ ἐποιήσατο σύνοικον οὐδʼ ὁμόπολιν αὐτόν· ἢ τοῦτο μὲν ἀβέλτερον, ᾠκοδομήθη δʼ ὁ ναὸς ἐξ ἀρχῆς συνέδριον καὶ βουλευτήριον ἀπόρρητον αὐτῷ μετὰ Τατίου τοῦ συμβασιλεύσαντος, ὅπως συνιόντες ἐνταῦθα μετὰ τῶν γερόντων ἄνευ τοῦ παρενοχλεῖσθαι καθʼ ἡσυχίαν βουλεύοιντο περὶ τῶν πραγμάτων; ἢ πρὸς ἐμπρησμὸν ἄνωθεν ἐπισφαλῶς τῆς Ῥώμης ἐχούσης, ἔδοξε τιμᾶν μὲν ἐξοικίσαι δὲ τῆς πόλεως τὸν θεόν;
διὰ τί τῇ τῶν Κωνσυαλίων ἑορτῇ καὶ τοὺς ἵππους καὶ τοὺς ὄνους στεφανοῦσι καὶ σχολάζειν ἐῶσι;ʼ πότερον ὅτι Ποσειδῶνι μὲν ἄγουσιν Ἱππείῳ τὴν ἑορτὴν, ὁ δʼ ὄνος τῷ ἵππῳ συναπολαύει καὶ συμμετέχει τῆς ἀδείας· ἢ ὅτι, ναυτιλίας φανείσης καὶ κομιδῆς κατὰ θάλατταν, ὑπῆρξέ τις ἀμωσγέπως ῥᾳστώνη καὶ ἀνάπαυσις τοῖς ὑποζυγίοις;
διὰ τί τοὺς παραγγέλλοντας ἀρχὴν [*](ἀρχὴν M: ἄρχειν ) ἔθος ἦν ἐν ἱματίῳ τοῦτο ποιεῖν ἀχίτωνας, ὡς Κάτων ἱστόρηκε;ʼ πότερον ἵνα μὴ δεκάζωσιν ἀργύριον ἐν τῷ κόλπῳ κομίζοντες, ἢ μᾶλλον ὅτι τοὺς ἀξίους ἄρχειν οὐ γένεσιν οὐδὲ χρήμασιν οὐδὲ δόξαις ἀλλὰ τραύμασι καὶ ὠτειλαῖς ἔκρινον; ὅπως οὖν ταῦτα καθορῷτο τοῖς ἐντυγχάνουσιν, ἀχίτωνες ἐπὶ τὰς
παραγγελίας [*](παραγγελίας M: ἐπαγγελίας ) κατῄεσαν; ἢ καθάπερ τῷ δεξιοῦσθαι καὶ παρακαλεῖν καὶ ὑποπίπτειν, οὕτω τῇ γυμνότητι ταπεινοῦντες ἑαυτοὺς ἐδημαγώγουν;διὰ τί ὁ ἱερεὺς τοῦ Διός, ἀποθανούσης αὐτῷ τῆς γυναικός, ἀπετίθετο τὴν ἀρχήν, ὡς Ἀτήιος [*](Ἀτήιος M: τήιος ) ἱστόρηκε;ʼ πότερον ὅτι τοῦ μὴ λαβόντος ὁ λαβὼν εἶτʼ ἀποβαλὼν γυναῖκα γαμετὴν ἀτυχέστερος ὁ μὲν γὰρ τοῦ γεγαμηκότος οἶκος τέλειος, ὁ δὲ τοῦ γήμαντος εἶτʼ ἀποβαλόντος οὐκ ἀτελὴς μόνον ἀλλὰ καὶ πεπηρωμένος· ἢ συνιερᾶται μὲν ἡ γυνὴ τῷ ἀνδρὶ ὡς καὶ πολλὰ τῶν ἱερῶν οὐκ ἔστι δρᾶσαι μὴ γαμετῆς συμπαρούσης, τὸ δὲ γαμεῖν εὐθὺς ἑτέραν ἀποβαλόντα τὴν προτέραν οὔτʼ ἴσως δυνατὸν οὔτʼ ἄλλως ἐπιεικές,·; ὅθεν οὐδʼ ἀποπέμψασθαι πρότερον ἐξῆν, οὐδὲ νῦν ὡς ἔοικεν ἔξεστιν, ἀλλʼ ἐφʼ ἡμῶν ἐπέτρεψεν ἐντευχθεὶς Δομετιανός. οἱ δʼ ἱερεῖς παρεγένοντο τῇ τοῦ γάμου διαλύσει, πολλὰ φρικώδη καὶ ἀλλόκοτα καὶ σκυθρωπὰ δρῶντες. ἧττον δʼ ἄν τις τοῦτο θαυμάσειε προσιστορήσας, ὅτι καὶ τῶν τιμητῶν θατέρου τελευτήσαντος ἔδει καὶ τὸν ἕτερον πεπαῦσθαι τῆς ἀρχῆς ἀποθανόντος δὲ τιμητοῦ Λιβίου Δρούσου, Σκαῦρος Αἰμίλιος συνάρχων οὐκ ἐβούλετο τὴν ἀρχὴν ἀπείπασθαι, μέχρι οὗ τῶν δημάρχων τινὲς αὐτὸν ἐκέλευον εἰς τὸ δεσμωτήριον ἀπάγεσθαι.
διὰ τί τῶν Λαρητῶν, οὓς ἰδίως πραιστίτεις καλοῦσι, τούτοις κύων παρέστηκεν, αὐτοὶ δὲ κυνῶν διφθέραις ἀμπέχονται, ἦ πραιστίτεις μὲν οἱ
προεστῶτές εἰσι, τοὺς δὲ προεστῶτας οἴκου φυλακτικοὺς εἶναι προσήκει, καὶ φοβεροὺς μὲν τοῖς ἀλλοτρίοις, ὥσπερ ὁ κύων ἐστίν, ἠπίους δὲ καὶ πράους τοῖς συνοικοῦσιν; ἢ μᾶλλον, ὃ λέγουσιν ἔνιοι Ῥωμαίων, ἀληθές ἐστι καί, καθάπερ οἱ περὶ Χρύσιππον οἴονται φιλόσοφοι φαῦλα δαιμόνια περινοστεῖν, οἷς οἱ θεοὶ δημίοις χρῶνται [*](χρῶνται καὶ *: χρῶνται ) καὶ κολασταῖς ἐπὶ τοὺς ἀνοσίους καὶ ἀδίκους ἀνθρώπους, οὕτως οἱ Λάρητες ἐρινυώδεις [*](ἐρινυώδεις *: ἐριννυώδεις ) τινές εἰσι καὶ ποίνιμοι δαίμονες, ἐπίσκοποι βίων καὶ οἴκων διὸ καὶ κυνῶν δέρμασιν ἀμπέχονται, καὶ κύων πάρεδρός ἐστιν, ὡς δεινοῖς οὖσιν ἐξιχνεῦσαι καὶ μετελθεῖν τοὺς πονηρούς;διὰ τί τῇ καλουμένῃ Γενείτῃ Μάνῃ κύνα θύουσι καὶ κατεύχονται μηδένα χρηστὸν ἀποβῆναι τῶν οἰκογενῶν ἦ ὅτι δαίμων ἐστὶν ἡ Γενείτα περὶ τὰς γενέσεις καὶ τὰς λοχείας τῶν φθαρτῶν; ῥύσιν γάρ τινα σημαίνει τοὔνομα καὶ γένεσιν ἢ ῥέουσαν γένεσιν. ὥσπερ οὖν οἱ Ἕλληνες τῇ Ἑκάτῃ, καὶ τῇ Γενείτῃ κύνα Ῥωμαῖοι θύουσιν ὑπὲρ τῶν οἰκογενῶν. Ἀργείους δὲ Σωκράτης [*](Σωκράτης] Mueller. 4 p. 498) φησὶ τῇ Εἰλιονείᾳ [*](Εἰλονείᾳ] Εἰλειθυίᾳ Amiotus) κύνα θύειν διὰ τὴν ῥᾳστώνην τῆς λοχείας. τὸ δὲ τῆς εὐχῆς πότερον οὐκ ἐπʼ ἀνθρώπων ἐστὶν οἰκογενῶν, μηδένα χρηστὸν γενέσθαι, ἀλλὰ κυνῶν χαλεποὺς γὰρ εἶναι δεῖ καὶ φοβεροὺς τοὺς κύνας ἢ διὰ [*](διὰ] νῆ Δία?) τὸ χρηστοὺς [*](χρηστοὺς Polus: ἀχρήστους ) κομψῶς [*](κομθῶς X: καὶ κομψοὺς ) λέγεσθαι τοὺς τελευτῶντας αἰνιττόμενοι, διὰ τῆς εὐχῆς αἰτοῦνται μηδένα τῶν συνοίκων ἀποθανεῖν;
οὐ δεῖ δὲ τοῦτο θαυμάζειν καὶ γὰρ Ἀριστοτέλης [*](Ἀριστοτέλης] Fragm. 550) ἐν ταῖς Ἀρκάδων πρὸς Λακεδαιμονίους συνθήκαις γεγράφθαι φησὶ μηδένα χρηστὸν [*](χρηστὸν Polus: ἄχρηστον ) ποιεῖν βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν, ὅπερ εἶναι μηδένα ἀποκτιννύναι.διὰ τί τοῖς Καπιτωλίοις [*](Καπετωλίοις *: καπιτωλίοις ) θέας ἄγοντες ἔτι νῦν κηρύττουσι Σαρδιανοὺς ὠνίους, καὶ γέρων τις ἐπὶ χλευασμῷ προάγεται παιδικὸν ἐναψάμενος περιδέραιον, ὃ καλοῦσι βοῦλλαν;ʼ ἦ ὅτι Ῥωμύλῳ πολὺν χρόνον ἐπολέμησαν οἱ λεγόμενοι Οὐήιοι Τυρρηνῶν, καὶ ταύτην πόλιν ἐσχάτην εἷλε, καὶ πολλοὺς αἰχμαλώτους ἀπεκήρυξε μετὰ τοῦ βασιλέως ἐπισκώπτων αὐτοῦ τὴν ἠλιθιότητα καὶ τὴν ἀβελτερίαν; [*](ἀβελτερίαν *: ἀβελτηρίαν ) ἐπεὶ δὲ Λυδοὶ μὲν ἦσαν οἱ Τυρρηνοὶ ἐξ ἀρχῆς, Λυδῶν δὲ μητρόπολις αἱ Σάρδεις, οὕτω τοὺς Οὐηίους ἀπεκήρυττον καὶ μέχρι νῦν ἐν παιδιᾷ τὸ ἔθος διαφυλάττουσι.
διὰ τί τὰ κρεοπώλια [*](κρεοπώλια * hic et infra: κρεωπώλια ) μάκελλα καὶ μακέλλους καλοῦσι;ʼ πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθαρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ [*](τῆ συνηθείᾳ] τῆς συνηθείας?) κεκράτηκε καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρʼ αὐτοῖς ὀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου Σπορίου προσεξευρόντος· καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθαίνουσι τοῦ ρ διʼ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον· ἢ καὶ τοῦτο λυτέον τῇ ἱστορίᾳ; λέγεται γὰρ ἐν Ῥώμῃ βίαιον
ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ περικόψαντα πολλούς, Μάκελλον τοὔνομα, μόγις ἁλῶναι καὶ κολασθῆναι· ἐκ δὲ τῶν χρημάτων αὐτοῦ δημόσιον οἰκοδομηθῆναι τὴν προσηγορίαν.