Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προσκυνεῖν [*](προσκυνεῖν] προσκαινοῦν vel προσκονιᾶν W. Sanum vid.) μήτʼ ἐπισκευάζειν;ʼ πότερον ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς ζητῶσι κομίζειν , ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; [*](φιλαπέχθῆμον *: φιλαπεχθῆμον ) οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι λίθινον καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσι.

διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα· δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα τὸν νῦν Αὔγουστον προσαγορευόμενον;ʼ πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης; πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δʼ ἀποκλίτους ὡς ἀχρηματίστους φυλαττόμεθα· παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἢδη καὶ φθίνοντος νομίζειν· [*](νομίζειν] add. δεῖ M) ἢ καὶ τοῖς ὄρνισι χρηστέον

ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοσσοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες.

διὰ τί τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι;ʼ καὶ τοῦτο Κάτων [*](Κάτων] cf. Cic. de Off. I 11) ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη τῆς στρατείας ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον. πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος ἐστὶ διὸ καὶ Χρυσάνταν [*](Χρυσάνταν] Xen. Cyrop. IV 1, 3) ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχόμενον, ἂν ἀποδειλιάσῃ, μὴ ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν, ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων ὁ ὁ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν.