Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί τρεῖς τοῦ μηνὸς ἀρχὰς καὶ προθεσμίας ἔχουσιν, οὐ ταὐτὸ διάστημα τῶν ἡμερῶν μεταξὺ λαμβάνοντες;ʼ πότερον ὡς οἱ περὶ τὸν Ἰόβαν [*](Ἰόβαν] Mueller. 3 p. 470) ἱστοροῦσιν ὅτι ταῖς καλάνδαις ἐκάλουν τὸν δῆμον οἱ ἄρχοντες καὶ κατήγγελλον εἰς πέμπτην τὰς νόννας, εἰδοὺς δʼ ἡμέραν ἱερὰν ἐνόμιζον ἢ μᾶλλον ὅτι ταῖς τῆς σελήνης διαφοραῖς; ὁρίζοντες τὸν χρόνον, ἑώρων ἐν τρισὶ γιγνομένην διαφοραῖς τὴν σελήνην κατὰ μῆνα ταῖς μεγίσταις, πρώτῃ [*](πρώτῃ - δευτέρᾳ *: πρώτη - δευτέρα ) μὲν ὅτε κρύπτεται σύνοδον ποιησαμένη πρὸς ἣλιον, δευτέρᾳ δʼ ὅταν ἐκφυγοῦσα τὰς αὐγὰς τοῦ ἡλίου καταφανὴς πρῶτον ἐπὶ δυσμῶν γένηται, τρίτῃ δὲ τῇ περὶ τὴν πλήρωσιν αὐτῆς· πανσελήνου γενομένης; [*](γενομένης Madvigius: γινομένης ) ὀνομάζουσι δὲ τὸν μὲν ἀφανισμὸν αὐτῆς καὶ τὴν κρύψιν καλάνδας, ὅτι πᾶν τὸ κρύφα καὶ λάθρα κλάμ καὶ κηλᾶρε τὸ λανθάνειν τὴν δὲ πρώτην φάσιν [*](φάσιν Polus: φασὶ ) νόννας τῷ δικαιοτάτῳ τῶν ὀνομάτων, νουμηνίαν οὖσαν· καὶ γὰρ αὐτοὶ τὸ νέον καὶ καινὸν ὥσπερ ἡμεῖς προσαγορεύουσι· τὰς δʼ εἰδούς ἢ διὰ τὸ κάλλος καὶ τὸ εἶδος ὁλοκλήρου καθισταμένης τῆς σελήνης ἢ τῷ Διὶ τὴν ἐπωνυμίαν ἀποδιδόντες. οὐ δεῖ δὲ τῶν ἡμερῶν τὸν ἀκριβέστατον ἀριθμὸν διώκειν οὐδὲ τῷ παρʼ ὀλίγον συκοφαντεῖν, ὅπου καὶ νῦν ἐπίδοσιν τοσαύτην ἀστρολογίας ἐχούσης, περιγίγνεται τῆς ἐμ

πειρίας τῶν μαθηματικῶν ἡ τῆς κινήσεως ἀνωμαλία διαφεύγουσα τὸν λόγον.

διὰ τί τὴν μετὰ καλάνδας ἡμέραν καὶ νόννας καὶ εἰδοὺς ἀνέξοδον καὶ ἀνεκδήμητον τίθενται πότερον, ὡς οἱ πλεῖστοι νομίζουσι καὶ Λίβιος· [*](Λίβιος V 37 sqq. cf. VI 1) ἱστορεῖ, ὅτι μετὰ τὰς Κυιντιλίας εἰδούς, ἃς νῦν Ἰουλίας καλοῦσιν, ἐξάγοντες οἱ χιλίαρχοι τὸ στράτευμα περὶ τὸν Ἀλλίαν [*](malim Ἀλίαν et Ἀλιάδα ) ποταμὸν ἐκρατήθησαν ὑπὸ Κελτῶν μάχῃ καὶ τὴν πόλιν ἀπώλεσαν νομισθείσης δὲ τῆς [*](τῆς M) μετὰ τὰς εἰδοὺς ἀποφράδος προήγαγεν [*](προήγαγεν W: προσταγέν ) ὥσπερ φιλεῖ πορρωτέρω τὸ ἔθος ἡ δεισιδαιμονία καὶ κατέστησεν εἰς τὴν αὐτὴν εὐλάβειαν τήν τε μετὰ νόννας; καὶ τὴν μετὰ καλάνδας· ἢ τοῦτο μὲν ἔχει πολλὰς ἀλογίας; ἄλλῃ τε γὰρ ἡμέρᾳ τὴν μάχην ἡττήθησαν, ἣν Ἀλλιάδα [*](malim Ἀλίαν et Ἀλιάδα ) διὰ τὸν ποταμὸν καλοῦντες ἀφοσιοῦνται, καὶ πολλῶν ἀποφράδων οὐσῶν οὐκ ἐν παντὶ μηνὶ τὰς ὁμωνύμους παραφυλάττουσιν, ἀλλʼ ἑκάστην ἐν ᾧ συνέτυχε· τό τε ταῖς μετὰ νόννας καὶ καλάνδας ἁπλῶς ἁπάσαις προστρίψασθαι τὴν δεισιδαιμονίαν ἀπιθανώτατον. ὅρα δὴ μή, καθάπερ τῶν μηνῶν τὸν μὲν πρῶτον ὀλυμπίοις θεοῖς ἱέρωσαν, τὸν δὲ δεύτερον χθονίοις ἐν ᾧ καὶ καθαρμούς τινας τελοῦσι καὶ τοῖς κατοιχομένοις ἐναγίζουσιν, οὕτω καὶ τῶν ἡμερῶν τὰς μὲν οἷον ἀρχὰς καὶ κυρίας ὥσπερ εἴρηται τρεῖς οὔσας ἑορτασίμους καὶ ἱερὰς ἔθεντο, τὰς δʼ ἐφεξῆς δαίμοσι καὶ φθιτοῖς ἐπιφημίσαντες ἀποφράδας καὶ ἀπράκτους ἐνόμισαν. καὶ γὰρ Ἕλληνες ἐν

τῇ νουμηνίᾳ τοὺς θεοὺς σεβόμενοι, τὴν δευτέραν ἣρωσι καὶ δαίμοσιν ἀποδεδώκασι καὶ τῶν κρατήρων ὁ δεύτερος ἥρωσιν ἐπικίρναται καὶ ἡρωίσι. καὶ ὅλως ἀριθμός τις ὁ χρόνος, ἀριθμοῦ δὲ θεῖον ἡ ἀρχή· μονὰς· γάρ ἐστιν. ἡ δὲ μετʼ αὐτὴν δυὰς ἀντίπαλος τῇ ἀρχῇ καὶ ἀρτίων πρώτη. τὸ δʼ ἄρτιον ἐνδεὲς καὶ ἀτελὲς καὶ ἀόριστον, ὥσπερ αὖ τὸ περιττὸν ὥρισται καὶ περαίνει καὶ τέλειόν ἐστι. διὸ καὶ νόνναι μὲν ἐπιβάλλουσι διὰ πέμπτης καλάνδαις, νόνναις δʼ εἰδοὶ διʼ ἐνάτης. ὁρίζουσι γὰρ οἱ περισσοὶ τὰς ἀρχάς· οἱ δὲ μετὰ τὰς ἀρχὰς ἄρτιοι ὄντες οὐκ ἔχουσι τάξιν οὐδὲ δύναμιν, ὅθεν οὐκ ἄρχονται πράξεως οὐδʼ ἀποδημίας ἐν ταύταις. ἢ καὶ τὸ τοῦ Θεμιστοκλέους ἔχει λόγον, ἐρίσαι ποτὲ τὴν ὑστεραίαν πρὸς τὴν ἑορτήν, ἐκείνης [*](ἐκείνηςὡς ἐκείνης?) μὲν ἀσχολίαν καὶ κόπον ἐχούσης πολύν, αὐτὴ δὲ παρέχουσα [*](αὐτὴ δὲ παρέχουσα] αὐτὴν δὲ παρέχουσαν?) μετὰ σχολῆς καὶ ἡσυχίας ἀπολαῦσαι τῶν· παρεσκευασμένων πρὸς τὴν ἑορτήν· [*](πρὸς τὴν ἑορτὴν] deleverim) ἀποκρίνασθαι δὲ πρὸς ταῦτα τὴν ἑορτὴν ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης οὐδʼ ἂν σὺ ἦς;ʼ ταῦτα δʼ ὁ Θεμιστοκλῆς πρὸς τοὺς αὖθις ἔλεγε στρατηγοὺς τῶν Ἀθηναίων ὡς οὐκ ἂν οὐδαμοῦ φανέντας, εἰ μὴ τὴν πόλιν αὐτὸς ἔσῳσεν. ἐπεὶ τοίνυν πᾶσα μὲν ἀξία σπουδῆς ἀποδημία καὶ πρᾶξις οἰκονομίας δεῖται καὶ παρασκευῆς, Ῥωμαῖοι δὲ τὸ παλαιὸν ἐν ταῖς ἑορταῖς οὐδὲν ᾠκονόμουν οὐδʼ ἐφρόντιζον ἀλλʼ ἢ περὶ τοὺς θεοὺς ἠσχολοῦντο καὶ τοῦτʼ ἔπραττον, ὥσπερ ἔτι νῦν προκηρύττουσιν οἱ
ἱερεῖς ἐπὶ τὰς θυσίας βαδίζοντες, εἰκότως εὐθὺς οὐκ ἐξεδήμουν μετὰ τὰς·, ἑορτὰς οὐδʼ ἔπραττον ἀπαράσκευοι γὰρ ἦσαν, ἀλλʼ ἐκφροντίζοντες οἴκοι καὶ παρασκευαζόμενοι τὴν ἡμέραν ἐκείνην διετέλουν. ἢ καθάπερ ἔτι νῦν προσευξάμενοι καὶ προσκυνήσαντες ἐν τοῖς ἱεροῖς ἐπιμένειν καὶ καθίζειν εἰώθασιν, οὕτως οὐκ εὐθὺς ἐπέβαλλον ταῖς ἱεραῖς ἡμέραις τὰς ἐνεργούς, ἀλλʼ ἐποίουν τι διάλειμμα καὶ διάστημα, πολλὰ τῶν πραγμάτων δυσχερῆ καὶ ἀβούλητα φερόντων;

διὰ τί λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν αἱ γυναῖκες ἱμάτια καὶ λευκοὺς κεκρυφάλους;ʼ πότερον ὡς τοὺς μάγους φασὶν πρὸς τὸν Ἅιδην καὶ τὸ σκότος ἀντιταττομένους, τῷ δὲ φωτεινῷ καὶ λαμπρῷ συνεξομοιοῦντας ἑαυτοὺς τοῦτο ποιεῖν· ἤ, καθάπερ τὸ σῶμα τοῦ τεθνηκότος ἀμφιεννύουσι λευκοῖς, καὶ τοὺς προσήκοντας ἀξιοῦσι; τὸ δὲ σῶμα κοσμοῦσιν οὕτως, ἐπεὶ μὴ δύνανται τὴν ψυχήν· βούλονται δʼ ἐκείνην λαμπρὰν καὶ καθαρὰν προπέμπειν, ὡς ἀφειμένην ἢδη καὶ διηγωνισμένην μέγαν ἀγῶνα καὶ ποικίλον. ἢ τὸ μὲν λιτὸν ἐν τούτοις μάλιστα καὶ τὸ ἁπλοῦν πρέπει; τῶν δὲ βαπτῶν τὰ μὲν καὶ πολυτέλειαν ἐμφαίνει τὰ δὲ περιεργίαν οὐ γὰρ ἧττον ἔστι πρὸς τὸ μέλαν ἢ τὸ ἁλουργὸν εἰπεῖν δολερὰ μὲν τὰ εἵματα, δολερὰ [*](δολερὰ] Herod. III 22) δὲ τὰ χρώματα τὸ δʼ αὐτόχρουν μέλαν οὐχ ὑπὸ τέχνης ἀλλὰ φύσει βαπτόν ἐστι, καὶ μεμιγμένον τῷ σκιώδει κεκράτηται. μόνον οὖν τὸ λευκὸν εἰλικρινὲς καὶ ἀμιγὲς; καὶ ἀμίαντόν ἐστι βαφῇ καὶ [*](βαφῇ καὶ] καὶ βαφῇ X) ἀμίμητον· οἰκειότατον οὖν τοῖς θαπτομένοις.

καὶ γὰρ ὁ τεθνηκὼς ἁπλοῦν τι γέγονε καὶ ἀμιγὲς καὶ καθαρὸν ἀτεχνῶς οὐδὲν ἀλλʼ ἢ φαρμάκου δευσοποιοῦ τοῦ σώματος ἀπηλλαγμένος. ἐν δʼ Ἄργει λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν, ὡς Σωκράτης [*](Σωκράτης] Mueller. 4 p. 498.) φησίν, ὑδατόκλυστα.

διὰ τί πᾶν τεῖχος· ἀβέβηλον καὶ ἱερὸν νομίζουσι τὰς δὲ πύλας οὐ νομίζουσιν;ʼ ἦ καθάπερ ἔγραψε Βάρρων τὸ μὲν τεῖχος ἱερὸν δεῖ νομίζειν, ὅπως ὑπὲρ αὐτοῦ μάχωνται προθύμως καὶ ἀποθνήσκωσιν; οὕτω γὰρ δοκεῖ καὶ Ῥωμύλος ἀποκτεῖναι τὸν ἀδελφὸν ὡς ἄβατον καὶ ἱερὸν τόπον ἐπιχειροῦντα διαπηδᾶν καὶ ποιεῖν ὑπερβατὸν καὶ βέβηλον. τὰς δὲ πύλας οὐχ οἷὸν τʼ ἦν ἀφιερῶσαι, διʼ ὧν ἄλλα τε πολλὰ τῶν ἀναγκαίων καὶ τοὺς νεκροὺς; ἐκκομίζουσιν. ὅθεν οἱ πόλιν ἀπʼ ἀρχῆς κτίζοντες, ὅταν ἂν μέλλωσι τόπον ἀνοικοδομεῖν ἐπίασιν ἀρότρῳ, βοῦν ἄρρενα καὶ θήλειαν ὑποζεύξαντες· ὅταν δὲ τὰ τείχη περιορίζωσι, τὰς τῶν πυλῶν χώρας διαμετροῦντες τὴν ὕννιν ὑφαιροῦσι, καὶ μεταφέρουσιν οὕτω τὸ ἄροτρον, ὡς τὴν ἀρουμένην πᾶσαν ἱερὰν καὶ ἄσυλον ἐσομένην.

διὰ τί τοὺς παῖδας, ὃταν ὀμνύωσι τὸν Ἡρακλέα, κωλύουσιν ὑπὸ στέγῃ τοῦτο ποιεῖν καὶ κελεύουσιν εἰς ὕπαιθρον προϊέναι;ʼ πότερον ὡς ἔνιοι λέγουσιν οὐκ οἰκουρίᾳ τὸν Ἡρακλέα χαίρειν ἀλλʼ ὑπαίθρῳ βίῳ καὶ θυραυλίαις νομίζοντες· ἢ μᾶλλον, ὅτι τῶν θεῶν οὐκ ἐπιχώριος οὗτος ἀλλὰ πόρρωθεν καὶ ξένος; οὐδὲ γὰρ τὸν Διόνυσον ὀμνύουσιν ὑπὸ στέγῃ, ξένον ὄντα καὶ αὐτόν, εἴπερ

ἐστὶ Διόνυσος. [*](εἴπερ - Διόνυσος] suspecta W. Fort. εἴπερ - Διόνυσος ὁ Βάκχος) ἢ ταῦτα μὲν λέγεται καὶ παίζεται πρὸς τοὺς παῖδας, ἄλλως [*](ἄλλως δʼ] ἄλλως, ἀληθῶς δʼ W) δʼ ἐπίσχεσίς ἐστι τῆς πρὸς τὸν ὅρκον εὐχερείας καὶ ταχύτητος τὸ γιγνόμενον, ὡς Φαβωρῖνος ἔλεγε; τὸ γὰρ ὥσπερ ἐκ παρασκευῆς μέλλησιν ἐμποιεῖ καὶ βουλεύσασθαι δίδωσι. συμβάλοιτο δʼ ἄν τις τῷ Φαβωρίνῳ πρὸς τὸ μὴ κοινὸν ἀλλʼ ἴδιον εἶναι τοῦ θεοῦ τούτου τὸ γιγνόμενον ἐκ τῶν περὶ Ἡρακλέους λεγομένων. ἱστορεῖται γὰρ οὕτως εὐλαβὴς γεγονέναι πρὸς· ὅρκον, ὥσθʼ ἅπαξ ὀμόσαι καὶ μόνῳ Φυλεῖ τῷ Αὐγέου· διὸ καὶ τὴν Πυθίαν προφέρειν τὰ ὅρκια ταῦτα Λακεδαιμονίοις ὡς ἐμπεδοῦσι λῷον εἴη καὶ ἄμεινον.