Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί τοὺς ἀπάτορας σπορίους υἱοὺς καλοῦσιν;ʼ οὐ γάρ, ὡς Ἕλληνες νομίζουσι καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλʼ ἔστιν ὁ Σπόριος τῶν πρώτων ὀνομάτων, ὡς ὁ Σέξτος καὶ ὁ Δέκιμος καὶ ὁ Γάιος. τὰ δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλʼ ἢ διʼ ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μάρκον· ἢ διὰ δυεῖν, ὡς τὸν Τιβέριον [*](Τιβέριον X: βέρριον ) καὶ τὸν Γναῖον· ἢ διὰ τριῶν, ὡς τὸν Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ ὁ Σπόριος τῶν διὰ δυεῖν γραφομένων, τοῦ ς καὶ τοῦ π. γράφουσι δὲ διὰ τούτων καὶ τοὺς ἀπάτορας σίνε πάτρις οἷον ἄνευ πατρός, τῷ μὲν ς τὸ σίνε τῷ δὲ π τό πάτρις σημαίνοντες. τοῦτʼ οὖν τὴν πλάνην ἐποίησε, τὸ διὰ τῶν αὐτῶν γραμμάτων τὸ σίνε πάτρις καὶ τὸν Σπόριον γράφεσθαι. λεκτέον δὲ καὶ τὸν ἕτερον λόγον, ἔστι δʼ ἀτοπώτερος τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθʼ οἷον ἐφυβρίζοντας οὕτω προσαγορεύειν τὸν ἐκ γυναικὸς ἀγάμου καὶ ἀνεγγύου γεγεννημένον. [*](γεγενημένον)

διὰ τί τὸν Διόνυσον λίβερουμ πάτρεμ καλοῦσι;ʼ πότερον ὡς ἐλευθερίας πατέρα τοῖς πιοῦσι γεγνόμενον· γίγνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ

παρρησίας ὑποπιμπλῶνται περὶ τὰς,· μέθας· ἢ ὅτι τὴν λοιβὴν παρέσχεν; ἤ, ὡς Ἀλέξανδρός [*](Ἀλέξανδρος] Mueller. 3 p. 244) φησιν, ἀπὸ τοῦ παρʼ Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως [*](Ἐλευθερὰς Duebnerus: ἐλευθέρας ) Διονύσου προσαγορευομένου;

διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται;ʼ πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσι δʼ αἱ γυναῖκες, ἑορτῇ δέον [*](δέον *: δὲ ) μηδὲν λυπουμένους ποιεῖν μηδὲ πρὸς ἀνάγκην· ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις καλὸν μὴ ὀλίγων, ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν ὅντων [*](ὅντων] παρόντων M) γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται δέ, ἂν ἀποθανόντων. ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δʼ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ σχολάζειν. ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους ἐν ἱεραῖς ἡμέραις