Quaestiones Romanae

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διὰ τί τὴν γαμουμένην ἅπτεσθαι πυρὸς καὶ ὕδατος κελεύουσι πότερον τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς τὸ μὲν ἄρρεν ἐστὶ τὸ δὲ θῆλυ, καὶ τὸ μὲν ἀρχὰς κινήσεως ἐνίησι τὸ δʼ ὑποκειμένου καὶ ὕλης [*](καὶ ὕλης] ἔχει καὶ ὕλης W) δύναμιν· διότι τὸ πῦρ καθαίρει καὶ τὸ ὕδωρ ἁγνίζει, δεῖ δὲ καθαρὰν καὶ ἁγνὴν διαμένειν τὴν γαμηθεῖσαν; ὅτι, καθάπερ τὸ πῦρ χωρὶς ὑγρότητος ἄτροφόν ἐστι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ἄνευ θερμότητος ἄγονον καὶ ἀργόν, οὕτω καὶ τὸ ἄρρεν ἀδρανὲς καὶ τὸ θῆλυ χωρὶς ἀλλήλων ἡ [*](ἢ] ἣν idem) δὲ σύνοδος ἀμφοῖν ἐπιτελεῖ τοῖς γήμασι τὴν συμβίωσιν; ἢ οὐκ ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης τύχης, κἂν ἄλλου [*](ἄλλου Toupius: καλοῦ ) μηδενὸς ἢ πυρὸς καὶ ὕδατος μέλλωσι κοινωνεῖν ἀλλήλοις;

διὰ τί οὐ πλείονας οὐδʼ ἐλάττονας ἀλλὰ πέντε λαμπάδας ἅπτουσιν ἐν τοῖς γάμοις, ἃς κηρίωνας ὀνομάζουσιν πότερον, ὡς Βάρρων [*](Βάρρων] De Ling. Lat. V 61) ἔλεγεν, ὅτι τῶν στρατηγῶν τρισὶ χρωμένων, [*](τρισὶ χρωμένων κέ] lacunosa. cf. Symb. meas) σὺν τοῖς

ἀγορανόμοις πλείονας, παρὰ δὲ τῶν ἀγορανόμων ἅπτουσι τὸ πῦρ οἱ· γαμοῦντες, ἢ διότι πλείοσι χρωμένων ἀριθμοῖς, πρός τε τὰ ἄλλα βελτίων καὶ τελειότερος ὁ περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος; ὁ γὰρ ἄρτιος διάστασίν τε δέχεται καὶ τὸ ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, ὁ δὲ περιττὸς οὐ δύναται, διασχισθῆναι παντάπασιν, ἀλλʼ ὑπολείπει τι, κοινὸν ἀεὶ μεριζόμενος. τοῦ δὲ, περιττοῦ μάλιστα γαμήλιος ἡ πεντάς ἐστι· τὰ γὰρ τρία πρῶτος περιττὸς καὶ τὰ δύο πρῶτος ἄρτιος· ἐκ δὲ τούτων ὥσπερ ἄρρενος καὶ θήλεος ἡ πεντὰς μέμικται. ἢ μᾶλλον, ἐπεὶ τὸ φῶς γενέσεώς ἐστι σημεῖον, γυνὴ δʼ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις χρῶνται λαμπάσιν; ἢ ὅτι πέντε δεῖσθαι θεῶν τοὺς γαμοῦντας οἴονται, Διὸς; τελείου καὶ Ἥρας τελείας; καὶ Ἀφροδίτης καὶ Πειθοῦς, ἐπὶ πᾶσι δʼ Ἀρτέμιδος, ἣν ταῖς [*](ταῖς] ἐν ταῖς?) λοχείαις καὶ ταῖς· ὠδῖσιν αἱ γυναῖκες ἐπικαλοῦνται;

διὰ τί, πολλῶν ὄντων ἐν Ῥώμῃ ναῶν Ἀρτέμιδος·, εἰς μόνον τὸν ἐν τῷ καλουμένῳ Πατρικίῳ στενωπῷ ἄνδρες οὐκ εἰσίασιν;ʼ ἦ [*](ἤ Duebnerus: ἢ ) διὰ τὸν λεγόμενον μῦθον; γυναῖκα γὰρ αὐτόθι τὴν θεὸν σεβομένην βιαζόμενός τις ὑπὸ τῶν κυνῶν διεσπάσθη, καὶ ἀπὸ τούτου δεισιδαιμονίας γενομένης ἄνδρες οὐκ εἰσίασι.