Quaestiones Romanae
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
διὰ τί τὴν γαμουμένην ἅπτεσθαι πυρὸς καὶ ὕδατος κελεύουσι πότερον τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς τὸ μὲν ἄρρεν ἐστὶ τὸ δὲ θῆλυ, καὶ τὸ μὲν ἀρχὰς κινήσεως ἐνίησι τὸ δʼ ὑποκειμένου καὶ ὕλης [*](καὶ ὕλης] ἔχει καὶ ὕλης W) δύναμιν· διότι τὸ πῦρ καθαίρει καὶ τὸ ὕδωρ ἁγνίζει, δεῖ δὲ καθαρὰν καὶ ἁγνὴν διαμένειν τὴν γαμηθεῖσαν; ὅτι, καθάπερ τὸ πῦρ χωρὶς ὑγρότητος ἄτροφόν ἐστι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ἄνευ θερμότητος ἄγονον καὶ ἀργόν, οὕτω καὶ τὸ ἄρρεν ἀδρανὲς καὶ τὸ θῆλυ χωρὶς ἀλλήλων ἡ [*](ἢ] ἣν idem) δὲ σύνοδος ἀμφοῖν ἐπιτελεῖ τοῖς γήμασι τὴν συμβίωσιν; ἢ οὐκ ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης τύχης, κἂν ἄλλου [*](ἄλλου Toupius: καλοῦ ) μηδενὸς ἢ πυρὸς καὶ ὕδατος μέλλωσι κοινωνεῖν ἀλλήλοις;
διὰ τί οὐ πλείονας οὐδʼ ἐλάττονας ἀλλὰ πέντε λαμπάδας ἅπτουσιν ἐν τοῖς γάμοις, ἃς κηρίωνας ὀνομάζουσιν πότερον, ὡς Βάρρων [*](Βάρρων] De Ling. Lat. V 61) ἔλεγεν, ὅτι τῶν στρατηγῶν τρισὶ χρωμένων, [*](τρισὶ χρωμένων κέ] lacunosa. cf. Symb. meas) σὺν τοῖς
ἀγορανόμοις πλείονας, παρὰ δὲ τῶν ἀγορανόμων ἅπτουσι τὸ πῦρ οἱ· γαμοῦντες, ἢ διότι πλείοσι χρωμένων ἀριθμοῖς, πρός τε τὰ ἄλλα βελτίων καὶ τελειότερος ὁ περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος; ὁ γὰρ ἄρτιος διάστασίν τε δέχεται καὶ τὸ ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, ὁ δὲ περιττὸς οὐ δύναται, διασχισθῆναι παντάπασιν, ἀλλʼ ὑπολείπει τι, κοινὸν ἀεὶ μεριζόμενος. τοῦ δὲ, περιττοῦ μάλιστα γαμήλιος ἡ πεντάς ἐστι· τὰ γὰρ τρία πρῶτος περιττὸς καὶ τὰ δύο πρῶτος ἄρτιος· ἐκ δὲ τούτων ὥσπερ ἄρρενος καὶ θήλεος ἡ πεντὰς μέμικται. ἢ μᾶλλον, ἐπεὶ τὸ φῶς γενέσεώς ἐστι σημεῖον, γυνὴ δʼ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις χρῶνται λαμπάσιν; ἢ ὅτι πέντε δεῖσθαι θεῶν τοὺς γαμοῦντας οἴονται, Διὸς; τελείου καὶ Ἥρας τελείας; καὶ Ἀφροδίτης καὶ Πειθοῦς, ἐπὶ πᾶσι δʼ Ἀρτέμιδος, ἣν ταῖς [*](ταῖς] ἐν ταῖς?) λοχείαις καὶ ταῖς· ὠδῖσιν αἱ γυναῖκες ἐπικαλοῦνται;διὰ τί, πολλῶν ὄντων ἐν Ῥώμῃ ναῶν Ἀρτέμιδος·, εἰς μόνον τὸν ἐν τῷ καλουμένῳ Πατρικίῳ στενωπῷ ἄνδρες οὐκ εἰσίασιν;ʼ ἦ [*](ἤ Duebnerus: ἢ ) διὰ τὸν λεγόμενον μῦθον; γυναῖκα γὰρ αὐτόθι τὴν θεὸν σεβομένην βιαζόμενός τις ὑπὸ τῶν κυνῶν διεσπάσθη, καὶ ἀπὸ τούτου δεισιδαιμονίας γενομένης ἄνδρες οὐκ εἰσίασι.
διὰ τί τοῖς ἄλλοις Ἀρτεμισίοις ἐπιεικῶς ἐλάφων κέρατα προσπατταλεύουσι, τῷ δʼ ἐν Ἀβεντίνῳ βοῶν;ʼ ἦ [*](ἤ Duebnerus: ἢ ) τοῦ παλαιοῦ συμπτώματος ἀπομνημονεύοντες; λέγεται γὰρ ἐν Σαβίνοις Ἄντρωνι Κορατίῳ
βοῦς ἐκπρεπὴς ὄψει καὶ μεγέθει διαφέρουσα τῶν ἄλλων γενέσθαι· μάντεως δέ τινος αὐτῷ φράσαντος, ὅτι τοῦ καθιερεύσαντος Ἀρτέμιδι τὴν βοῦν ἐκείνην ἐν Ἀβεντίνῳ πέπρωται μεγίστην γενέσθαι· καὶ βασιλεῦσαι τῆς Ἰταλίας, ἁπάσης τὴν πόλιν, ἐλθεῖν μὲν εἰς Ῥώμην τὸν ἄνθρωπον ὡς θύσοντα τὴν βοῦν οἰκέτου δὲ κρύφα τῷ βασιλεῖ Σερουίῳ τὸ μάντευμα φράσαντος, ἐκείνου δὲ Κορνηλίῳ τῷ ἱερεῖ, προστάξαι τὸν· Κορνήλιον τῷ Ἄντρωνι λούσασθαι πρὸ τῆς θυσίας ἀπὸ τοῦ Θύμβρεως· νενομίσθαι γὰρ οὕτω τοὺς καλλιεροῦντας. ἐκεῖνον μὲν οὖν· ἀπελθόντα λούσασθαι, τὸν δὲ Σερούιον φθάσαντα θῦσαι τῇ θεῷ τὴν βοῦν καὶ τῷ ἱερῷ τὰ κέρατα προσπατταλεῦσαι. ταῦτα καὶ ὁ Ἰόβας [*](Ἰόβας] Mueller. 3 p. 470) ἱστόρηκε καὶ Βάρρων, πλὴν ὅτι τοὔνομα τοῦ Ἄντρωνος Βάρρων οὐ γέγραφεν, οὐδʼ ὑπὸ Κορνηλίου φησὶ τοῦ ἱερέως ἀλλʼ ὑπὸ τοῦ νεωκόρου παρακρουσθῆναι τὸν Σαβῖνον.διὰ τί τοὺς τεθνάναι φημισθέντας ἐπὶ ξένης ψευδῶς, κἂν ἐπανέλθωσιν, οὐ δέχονται κατὰ θύρας, ἀλλὰ τῷ κεράμῳ προσβαίνοντες εἴσω καθιᾶσιν αὐτούς;ʼ [*](αὑτούς X: αὐτούς ) ὁ μὲν γὰρ Βάρρων αἰτίαν μυθικὴν ὅλως ἀποδίδωσι. φησὶ γάρ, ἐν τῷ περὶ Σικελίαν πολέμῳ ναυμαχίας μεγάλης γενομένης καὶ κατὰ πολλῶν φήμης οὐκ ἀληθοῦς ὡς ἀπολωλότων ῥυείσης, ἐπανελθόντας αὐτοὺς ὀλίγῳ χρόνῳ πάντας τελευτῆσαι, ἑνὶ δʼ εἰσιόντι τὰς θύρας ἀπαντῆσαι κλειομένας ἀπʼ αὐτομάτου καὶ μὴ χαλᾶν ἐπιχειρούντων ἀνοίγειν. τὸν δʼ ἄνθρωπον αὐτοῦ καταδαρθόντα πρὸ τῶν θυρῶν
ἰδεῖν κατὰ τοὺς ὕπνους ὄψιν ὑφηγουμένην αὐτῷ τὴν ὑπὲρ τὸ τέγος εἰς τὴν οἰκίαν καθίμησιν ποιήσαντα δʼ οὕτως εὐτυχῆ γενέσθαι καὶ γηραιόν· ἐκ δὲ τούτου τὸ ἔθος· καταστῆναι τοῖς ὕστερον. ὅρα δὲ μὴ καὶ ταῦτα τρόπον τινὰ τοῖς Ἑλληνικοῖς ἔοικεν· οὐ γὰρ ἐνόμιζον ἁγνοὺς οὐδὲ κατεμίγνυσαν ἑαυτοῖς· οὐδʼ εἴων ἱεροῖς πλησιάζειν, οἷς ἐκφορὰ γεγόνει καὶ τάφος ὡς τεθνηκόσι. λέγεται δέ τινα τῶν ἐνόχων ταύτῃ τῇ δεισιδαιμονίᾳ γεγονότων Ἀριστῖνον εἰς Δελφοὺς ἀποστείλαντα δεῖσθαι τοῦ θεοῦ· καὶ παραιτεῖσθαι τὰς· παρούσας αὐτῷ διὰ τὸν νόμον ἀπορίας· τὴν δὲ Πυθίαν εἰπεῖν [*](εἰπεῖν] αν̓ειπεῖν Cobetus)τὸν οὖν Ἀριστῖνον συμφρονήσαντα [*](συμφρονήσαντα W: εὖ φρονήσαντα ) παρασχεῖν ἑαυτὸν ὥσπερ ἀρχῆς τικτόμενον ταῖς γυναιξὶν ἀπολοῦσαι καὶ σπαργανῶσαι καὶ θηλὴν ἐπισχεῖν, οὕτω τε δρᾶν καὶ τοὺς ἄλλους ἅπαντας, ὑστεροπότμους προσαγορευομένους. ἔνιοι δὲ καὶ πρὸ τοῦ Ἀριστίνου ταῦτα γενέσθαι περὶ τοὺς ὑστεροπότμους καὶ τὸ ἔθος εἶναι παλαιόν. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ Ῥωμαῖοι τοῖς δοκοῦσιν ἅπαξ τεθάφθαι καὶ γεγονέναι τῆς τῶν φθιτῶν μερίδος οὐκ ᾤοντο δεῖν παριέναι τὴν αὔλειον, θύσαντες ἐξίασι καὶ θύσαντες εἰσίασιν, ἀλλʼ ἄνωθεν ἐκέλευον εἰς τὰ ὕπαιθρα καταβαίνειν ἐκ τοῦ περιέχοντος· καὶ γὰρ τοὺς καθαρμοὺς; ἐπιεικῶς πάντας ἐν ὑπαίθρῳ τελοῦσι.
- ὅσσαπερ ἐν λεχέεσσι γυνὴ τίκτουσα τελεῖται,
- ταῦτα πάλιν τελέσαντα [*](τελέσαντα] τελέσας idem) θύειν μακάρεσσι θεοῖσι.
διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες;ʼ πότερον ὡς οἱ πλεῖστοι νομίζουσιν ἀπειρημένον ἦν πίνειν οἶνον ταῖς γυναιξίν, ὅπως οὖν πιοῦσαι μὴ, λανθάνωσιν ἀλλʼ ἐλέγχωνται περιτυγχάνουσαι τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν ἢ διʼ ἣν Ἀριστοτέλης [*](Ἀριστοτέλης] Fragm. 567) ὁ φιλόσοφος αἰτίαν ἱστόρηκε; τὸ γὰρ πολυθρύλητον ἐκεῖνο καὶ πολλαχοῦ [*](πολλαχοῦ W: πολλοῦ ) γενέσθαι λεγόμενον ὡς ἔοικεν ἐτολμήθη καὶ· ταῖς Τρῳάσι [*](καὶ ταὶς Τρωάσι idem: ταῖς τρωάσι καὶ ) περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν, ὡς, προσέπλευσαν, ἀποβάντων ἐνέπρησαν τὰ πλοῖα, πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι καὶ τῆς θαλάττης φοβηθεῖσαι δὲ τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ περιπλέκεσθαι τοὺς προστυγχάνοντας. παυσαμένων δὲ τῆς ὀργῆς καὶ διαλλαγέντων, ἐχρῶντο καὶ τοῦ λοιποῦ ταύτῃ τῇ φιλοφροσύνῃ πρὸς αὐτούς. ἢ μᾶλλον ἐδόθη τοῦτο ταῖς γυναιξὶν ὡς τιμὴν ἅμα καὶ δύναμιν αὐταῖς φέρον, εἰ φαίνοιντο πολλοὺς καὶ ἀγαθοὺς ἔχουσαι συγγενεῖς καὶ οἰκείους; ἤ, μὴ νενομισμένου συγγενίδας γαμεῖν, ἄχρι φιλήματος ἡ φιλοφροσύνη προῆλθεν καὶ τοῦτο μόνον ἀπελείφθη σύμβολον καὶ κοινώνημα τῆς· συγγενείας; πρότερον γὰρ οὐκ, ἐγάμουν τὰς ἀφʼ αἵματος, ὥσπερ οὐδὲ νῦν τηθίδας [*](τηθίδας Cobetus: τιτθίδας ) οὐδʼ ἀδελφὰς γαμοῦσιν; ἀλλʼ ὀψὲ συνεχώρησαν ἀνεψιαῖς συνοικεῖν ἐκ τοιαύτης αἰτίας. ἀνὴρ χρημάτων ἐνδεὴς; τὰ· δʼ ἄλλα χρηστὸς καὶ παρʼ ὁντινοῦν τῷ δήμῳ τῶν
πολιτευομένων ἀρέσκων, ἐπίκληρον ἀνεψιὰν ἔχειν ἔδοξε καὶ πλουτεῖν ἀπʼ αὐτῆς ἐπὶ τούτῳ δὲ γενομένης αὐτοῦ κατηγορίας, ὁ δῆμος ἀφεὶς τὴν αἰτίαν ἐλέγχειν ἔλυσε τὸ ἔγκλημα, ψηφισάμενος πᾶσιν ἐξεῖναι γαμεῖν ἄχρι ἀνεψιῶν, τὰ· δʼ ἀνωτέρω κεκωλῦσθαι.διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρʼ ἀνδρὸς ἀπείρηται πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ συνεχόμενος ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην ὡς βιαζομένην ὑπεξείλετο, τὴν δʼ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις· ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ ἀλλότριοι καὶ φιλοῦντες ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον καὶ προῖκα καὶ διʼ αὑτὸ μὴ διʼ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς· ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντες ἀγαπᾶν τοὺς ἰδίους; ἢ μᾶλλον ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστʼ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται.
διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ λαβεῖν ἐκείνοις κεκώλυται δῶρον;ʼ ἦ [*](ἤ Duebnerus hic et infra: ἢ ) παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον· παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ· διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν;
διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν τὸ δʼ ἐξαίφνης καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ, παρατήρησις, [*](παρατήρησις X: παρατηρήσει ) ἢ [*](ἢ W) σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν; [*](αὑτῶν *: αὐτῶν ) ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦσιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν οἰκονομίαι καὶ ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ καὶ ὁρμαὶ [*](ὁρμαὶ] ὁργαὶ W) πρὸς τοὺς ἔνδον· ἵνʼ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται;
διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται τὴν κεφαλήν, τῶν δʼ ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαντῶντες, κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμάτιον, ἀποκαλύπτονται τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτείνειν τὴν ἀπορίαν. εἰ μὲν οὖν ὁ περὶ Αἰνείου λεγόμενος λόγος ἀληθής ἐστιν, ὅτι τοῦ Διομήδους παρεξιόντος ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς. πολεμίους τὸ τοῖς φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι· τὸ γὰρ πρὸς τοὺς θεοὺς οὐκ ἴδιόν ἐστιν ἀλλὰ κατὰ συμβεβηκός, καὶ ἀπʼ ἐκείνου μεμένηκε τηρούμενον. εἰ δʼ ἄλλο τι λέγειν χρή, σκόπει μὴ μόνον ἐκεῖνο δεῖ ζητεῖν, διʼ ὃ τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται
θάτερον δʼ ἀκόλουθόν ἐστι. τῶν γὰρ ἀνθρώπων ἀποκαλύπτονται τοῖς· δυνατωτέροις, οὐ τιμὴν αὐτοῖς προστιθέντες ἀλλὰ τὸν φθόνον αὐτῶν μᾶλλον ἀφαιροῦντες, ἵνα μὴ δόξωσι τὰς αὐτὰς τοῖς θεοῖς τιμὰς ἀπαιτεῖν μηδʼ ὑπομένειν μηδὲ χαίρειν θεραπευόμενοι παραπλησίως; ἐκείνοις. τοὺς δὲ θεοὺς οὕτω προσεκύνουν ἢ ταπεινοῦντες ἑαυτοὺς τῇ ἐπικρύψει τῆς κεφαλῆς, ἢ μᾶλλον εὐλαβούμενοί τινα φωνὴν προσπεσεῖν αὐτοῖς ἔξωθεν εὐχομένοις ἀπαίσιον καὶ δύσφημον ἄχρι τῶν ὤτων ἀνελάμβανον τὸ ἱμάτιον ὅτι γὰρ ἰσχυρῶς ἐφυλάττοντο ταῦτα, δῆλόν ἐστι τῷ προσιόντας ἐπὶ μαντείαν χαλκωμάτων πατάγῳ περιψοφεῖσθαι. ἢ ὡς Κάστωρ [*](Κάστωρ] vid. Fragm. ill. a C. Muellero Paris. 1844 p. 181) λέγει τὰ Ῥωμαϊκὰ τοῖς Πυθαγορικοῖς συνοικειῶν, τὸν ἐν ἡμῖν δαίμονα δεῖσθαι τῶν ἐκτὸς θεῶν καὶ ἱκετεύειν, τῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενον ὑπὸ τοῦ σώματος ἐγκάλυψιν καὶ ἀπόκρισιν.διὰ τί δὲ τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ;ʼ πότερον ὅτι τὴν ἐγκάλυψιν Αἰνείας παρέδωκεν, ἡ δὲ τοῦ Κρόνου θυσία παμπάλαιός; ἐστιν· ἢ ὅτι τοῖς οὐρανίοις ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν ὑπουδαῖον καὶ χθόνιον; ἢ ὅτι τῆς ἀληθείας οὐδὲν ἐπίκρυφον ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι;
διὰ τί, δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;ʼ πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, χρόνον οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου
βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας;διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ τὸν δὲ Ὁνῶρεμ δόξαν ἂν τις ἢ τιμὴν μεθερμηνεύσειε;ʼ πότερον διότι [*](διότι W: δὲ ὅτι ) λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον, διʼ ἣν [*](διʼ ἣν] malim ἢ διʼ ἣν) αἰτίαν τοῖς ἀγαθοῖς καὶ τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς τιμῆς θεὸν οὕτω προσκυνοῦσι;
διὰ τί τοὺς γονεῖς ἐκκομίζουσιν οἱ μὲν υἱοὶ συγκεκαλυμμένοι, αἱ δὲ θυγατέρες γυμναῖς ταῖς κεφαλαῖς καὶ ταῖς· κόμαις λελυμέναις;ʼ πότερον ὅτι τιμᾶσθαι μὲν ὑπὸ τῶν ἀρρένων [*](μὲν ὑπὸ τῶν ἀρρένων] del. Madvigius) δεῖ τοὺς πατέρας ὡς θεοὺς πενθεῖσθαι δʼ ὑπὸ τῶν θυγατέρων [*](ὑπὸ τῶν θυγατέρων] del. idem) ὡς τεθνηκότας, ἑκατέρῳ τὸ οἰκεῖον ὁ νόμος ἀποδοὺς ἐξ ἀμφοτέρων ἐποίησε τὸ ἁρμόττον· ἢ πένθους, μὲν οἰκεῖον τὸ μὴ σύνηθες, συνηθέστερον δὲ ταῖς μὲν γυναιξὶν ἐγκεκαλυμμέναις, τοῖς δʼ ἀνδράσιν ἀκαλύπτοις εἰς τὸ δημόσιον προϊέναι; καὶ γὰρ παρʼ Ἕλλησιν ὅταν δυστυχία τις γένηται, κείρονται μὲν αἱ γυναῖκες κομῶσι δʼ οἱ ἄνδρες, ὅτι τοῖς μὲν τὸ κείρεσθαι ταῖς δὲ τὸ κομᾶν σύνηθές ἐστιν. ἢ τοὺς μὲν υἱοὺς ἐπικαλύπτεσθαι διʼ ἣν εἰρήκαμεν αἰτίαν ἐνομίσθη καὶ γὰρ ἐπὶ τῶν τάφων ὥς φησι Βάρρων [*](Βάρρων] cf. De Ling. Lat. V 23) περιστρέφονται, [*](περιστρέφονται] περιστέφονται male W. cf. Vit. Num. c. 14) καθάπερ θεῶν ἱερὰ τιμῶντες τὰ τῶν πατέρων μνήματα, καὶ καύσαντες τοὺς γονεῖς, ὅταν ὀστέῳ πρῶτον
ἐντύχωσι, θεὸν γεγονέναι τὸν τεθνηκότα λέγουσι· ταῖς δὲ γυναιξὶν οὐδʼ ὅλως ἐξῆν ἐπικαλύπτεσθαι τὴν κεφαλήν; ἱστορεῖται γοῦν ὅτι πρῶτος μὲν ἐξέβαλε γυναῖκα Σπόριος Καρβίλιος ἐπʼ ἀτεκνίᾳ, δεύτερος δὲ Σουλπίκιος Γάλλος ἐφελκυσαμένην ἰδὼν κατὰ κεφαλῆς τὸ ἱμάτιον, τρίτος δὲ Πόπλιος Σεμπρώνιος; ἀγῶνα θεωρήσασαν ἐπιτάφιον.διὰ τί τὸν Τέρμινον, ᾧ τὰ Τερμινάλια ποιοῦσι, θεὸν νομίζοντες οὐδὲν ἔθυον αὐτῷ ζῷον; ἦ [*](ἦ Duebnerus hic et infra: ἢ ) Ῥωμύλος μὲν ὅρους οὐκ ἔθηκε τῆς χώρας, ὅπως ἐξῇ προϊέναι καὶ ἀποτέμνεσθαι καὶ νομίζειν πᾶσαν ἰδίαν, ὥσπερ ὁ Λάκων εἶπεν, ἧς ἂν τὸ δόρυ ἐφικνῆται· Νομᾶς δὲ Πομπίλιος, ἀνὴρ δίκαιος· καὶ πολιτικὸς ὢν καὶ φιλόσοφος γενόμενος, τήν τε χώραν ὡρίσατο πρὸς τοὺς γειτνιῶντας καὶ τοῖς ὅροις ἐπιφημίσας τὸν Τέρμινον ὡς ἐπίσκοπον καὶ φύλακα φιλίας καὶ εἰρήνης ᾤετο δεῖν αἵματος καὶ φόνου καθαρὸν καὶ ἀμίαντον διαφυλάττειν;
διὰ τί δούλαις τὸ τῆς Λευκοθέας ἱερὸν ἄβατόν ἐστι, μίαν δὲ μόνην αἱ γυναῖκες εἰσάγουσαι παίουσιν ἐπὶ κόρρης καὶ ῥαπίζουσιν ἦ τὸ μὲν ταύτην ῥαπίζεσθαι σύμβολόν ἐστι τοῦ μὴ ἐξεῖναι; κωλύουσι δὲ τὰς ἄλλας διὰ τὸν μῦθον. ἡ γὰρ Ἰνὼ ζηλοτυπήσασα δούλην ἐπὶ τῷ ἀνδρὶ λέγεται περὶ τὸν υἱὸν ἐκμανῆναι· τὴν δὲ δούλην Ἕλληνες Αἰτωλίδα γένει φασὶν εἶναι, καλεῖσθαι δʼ Ἀντιφέραν. διὸ καὶ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ πρὸ τοῦ σηκοῦ τῆς Λευκοθέας ὁ νεωκόρος λαβὼν μάστιγα κηρύσσει
μὴ δοῦλον εἰσιέναι μὴ δούλαν, μὴ Αἰτωλὸν μὴ Αἰτωλάν.διὰ τί παρὰ τῇ θεῷ ταύτῃ τοῖς μὲν ἰδίοις τέκνοις οὐκ εὔχονται τἀγαθὰ τοῖς δὲ τῶν ἀδελφῶν πότερον ὅτι φιλάδελφος μέν τις ἡ Ἰνὼ καὶ τὸν ἐκ τῆς ἀδελφῆς ἐτιθηνήσατο, ἡ δὲ περὶ τοὺς ἑαυτῆς παῖδας ἐδυστύχησεν ἢ καὶ ἄλλως ἠθικὸν καὶ καλὸν τὸ ἔθος καὶ πολλὴν παρασκευάζον εὔνοιαν ταῖς οἰκειότησι;
διὰ τί τῷ Ἡρακλεῖ πολλοὶ τῶν πλουσίων ἐδεκάτευον τὰς οὐσίας;ʼ πότερον ὅτι κἀκεῖνος ἐν Ῥώμῃ τῶν Γηρυόνου βοῶν ἀπέθυσε τὴν δεκάτην, ἢ ὅτι Ῥωμαίους ὑπὸ Τυρρηνῶν δεκατευομένους ἀπήλλαξεν; ἢ ταῦτα μὲν οὐκ εἶχε [*](ἔχει? ) τὴν ἱστορίαν ἀξιόπιστον ὡς δʼ ἀδηφάγῳ τινὶ τῷ Ἡρακλεῖ καὶ εὐθοίνῳ δαψιλῶς καὶ ἀφθόνως ἀπέθυον; ἢ μᾶλλον ὡς ἐπαχθῆ τοῖς πολίταις τὸν ὑπερβάλλοντα πλοῦτον κολούοντες καὶ καθάπερ εὐεξίας ἐπʼ ἄκρον εὐσωματούσης ἀφαιροῦντες, ᾤοντο μάλιστα τιμᾶσθαι τὸν Ἡρακλέα καὶ χαίρειν ταῖς τοιαύταις ἀποχρήσεσι [*](ἀποξρήσεσι] ἀποκρίσεσι vel ἀποχωρίσεσι W) καὶ συστολαῖς τῶν· περιττῶν, εὐτελῆ καὶ αὐτάρκη καὶ ἀπέριττον τῷ βίῳ γενόμενον;
διὰ τί τὸν Ἰανουάριον μῆνα νέου ἔτους ἀρχὴν λαμβάνουσι τὸ γὰρ παλαιὸν ὁ Μάρτιος ἠριθμεῖτο πρότερος, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι τεκμηρίοις καὶ μάλιστα τῷ τὸν πέμπτον ἀπὸ τοῦ Μαρτίου πέμπτον καὶ τὸν ἕκτον ἕκτον ὀνομάζεσθαι, καὶ τοὺς ἄλλους ἐφεξῆς ἄχρι τοῦ τελευταίου, ὃν Δεκέμβριον καλοῦσιν ἀπὸ τοῦ Μαρτίου δέκατον ἀριθμούμενον. ἐξ οὗ δὴ καὶ παρέστη τισὶν οἴεσθαι
καὶ λέγειν, ὡς οὐ δώδεκα μησὶν ἀλλὰ δέκα συνεπλήρουν οἱ τότε Ῥωμαῖοι τὸν ἐνιαυτὸν ἐνίοις [*](ἐνίοις W: ἐνίας ) τῶν μηνῶν ἡμέρας πλείονας τῶν τριάκοντα προστιθέντες ἄλλοι δʼ ἱστοροῦσι τὸν μὲν Δεκέμβριον ἀπὸ τοῦ Μαρτίου δέκατον εἶναι, τὸν δʼ Ἰανουάριον ἑνδέκατον, τὸν δὲ Φεβρουάριον δωδέκατον; ἐν ᾧ καθαρμοῖς τε χρῶνται καὶ τοῖς φθιμένοις ἐναγίζουσι τοῦ ἐνιαυτοῦ τελευτῶντος. μετατεθῆναι δὲ τούτους καὶ γενέσθαι τὸν Ἰανουάριον πρῶτον, ὅτι τῇ νουμηνίᾳ τούτου τοῦ μηνός, ἣν ἡμέραν καλάνδας Ἰανουαρίας καλοῦσιν, οἱ πρῶτοι κατεστάθησαν ὕπατοι, τῶν βασιλέων ἐκπεσόντων. πιθανώτεροι δʼ εἰσὶν οἱ λέγοντες, ὅτι τὸν μὲν Μάρτιον ὁ Ῥωμύλος πολεμικὸς καὶ ἀρειμάνιος ὢν καὶ δοκῶν ἐξ Ἄρεος γεγονέναι προέταξε τῶν μηνῶν, ἐπώνυμον ὄντα τοῦ Ἄρεος· Νομᾶς [*](Νομᾶς *: νουμᾶς ) δʼ αὖθις εἰρηνικὸς γενόμενος καὶ πρὸς ἔργα τῆς γῆς φιλοτιμούμενος τρέψαι τὴν πόλιν ἀποστῆσαι δὲ τῶν πολεμικῶν, τῷ Ἰανουαρίῳ τὴν ἡγεμονίαν ἔδωκε καὶ τὸν Ἰανὸν εἰς τιμὰς προήγαγε μεγάλας, ὡς πολιτικὸν καὶ γεωργικὸν μᾶλλον ἢ πολεμικὸν γενόμενον. ὅρα δὲ μὴ μᾶλλον ὁ Νομᾶς [*](Νομᾶς *: νουμᾶς ) τῇ φύσει προσήκουσαν ἀρχὴν ἔλαβε τοῦ ἔτους ὡς πρὸς ἡμᾶς. καθόλου μὲν γὰρ οὐδέν ἐστι φύσει τῶν ἐν κύκλῳ περιφερομένων οὔτʼ ἔσχατον οὔτε πρῶτον, νόμῳ δʼ ἄλλην ἄλλοι τοῦ χρόνου λαμβάνουσιν ἀρχήν· ἄριστα δʼ οἱ τὴν μετὰ τροπὰς χειμερινὰς λαμβάνοντες, ὁπηνίκα τοῦ πρόσω βαδίζειν πεπαυμένος ὁ ἥλιος ἐπιστρέφει καὶ ἀνακάμπτει πάλιν πρὸς ἡμᾶς· γίγνεται γὰρ αὐτοῖς [*](αὐτοῖς] αὖθις W) τρόπον τινὰ καὶ φύσει, [*](καὶ φύσει] καινὴ φύσις Huttenus) τὸν μὲν τοῦ φωτὸς αὔξουσα χρόνον ἡμῖν, μειοῦσα δὲ τὸν τοῦ σκότους, ἐγγυτέρω δὲ ποιοῦσα τὸν κύριον καὶ ἡγεμόνα τῆς ῥευστῆς οὐσίας ἁπάσης.διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι;ʼ πότερον ὡς οἱ μυθολογοῦντες ἱστοροῦσι Φαύνου [*](Φαύνου M: φαυλίου ) μὲν ἦν γυνὴ τοῦ μάντεως, οἴνῳ δὲ χρησαμένη κρύφα καὶ μὴ λαθοῦσα ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δʼ αὐτῇ σπένδουσι, γάλα προσαγορεύουσαι· ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δʼ ἀφροδισίων τὴν ἱερουργίαν ἐκείνην ἐπιτελοῦσιν; οὐ γὰρ μόνον ἐξοικίζουσι τοὺς· ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας, ὅταν τὰ νενομισμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν Ἀφροδίτης ἀφοσιοῦνται· καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην [*](Ἀφροδίτης Schellensius: ἀφροδίτῃ ) καλοῦσι, Μυρτίαν τὸ παλαιὸν ὡς ἔοικεν ὠνόμαζον.