Quaestiones Romanae

Plutarch

Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

διὰ τί ταῖς Δεκεμβρίαις εἰδοῖς ἱπποδρομίας γενομένης ὁ νικήσας δεξιόσειρος [*](δεξιόσειρος Abresch: δεξιός ἱερός) Ἄρει θύεται, καὶ τὴν μὲν οὐρὰν ἀποκόψας τις ἐπὶ τὴν Ῥηγίαν [*](ῬηγίανLife of Numa, chap. xiv.: ῥήγειναν.) καλουμένην κομίζει καὶ τὸν βωμὸν αἱμάττει, περὶ δὲ τῆς κεφαλῆς οἱ μὲν ἀπὸ τῆς ἱερᾶς ὁδοῦ λεγομένης οἱ δʼ ἀπὸ τῆς Συβούρης [*](Συβούρης as elsewhere: σιβούρης.) καταβάντες διαμάχονται;

πότερον, ὡς ἔνιοι λέγουσιν, ἵππῳ τὴν Τροίαν ἡλωκέναι νομίζοντες ἵππον κολάζουσιν, ἅτε δὴ καὶ γεγονότες

Τρώων ἀγλαὰ τέκνα μεμιγμένα παισὶ Λατίνων·

ἢ ὅτι θυμοειδὲς καὶ πολεμικὸν καὶ ἀρήιον ὁ ἵππος ἐστὶ τὰ δὲ προσφιλῆ μάλιστα καὶ πρόσφορα θύουσι τοῖς θεοῖς, ὁ δὲ νικήσας θύεται διὰ τὸ νίκης καὶ κράτους [*](κράτους Meziriacus and E: κράτος.) οἰκεῖον εἶναι τὸν θεόν;

ἢ μᾶλλον ὅτι τοῦ θεοῦ στάσιμον τὸ ἔργον ἐστὶ καὶ νικῶσιν οἱ μένοντες ἐν τάξει τοὺς μὴ μένοντας ἀλλὰ φεύγοντας, καὶ κολάζεται τὸ τάχος ὡς δειλίας ἐφόδιον, καὶ μανθάνουσι συμβολικῶς ὅτι σωτήριον οὐκ ἔστι τοῖς φεύγουσι;

διὰ τί οἱ τιμηταὶ τὴν ἀρχὴν παραλαβόντες οὐδὲν ἄλλο πράττουσι πρότερον [*](πρότερον Madvig: πρῶτον.) ἢ τὴν τροφὴν ἀπομισθοῦσι τῶν ἱερῶν χηνῶν καὶ τὴν γάνωσιν τοῦ ἀγάλματος;

πότερον ἀπὸ τῶν εὐτελεστάτων ἀρχόμενοι καὶ μὴ πολλῆς δεομένων δαπάνης μηδὲ πραγματείας;

ἢ παλαιά τις αὕτη χάρις ἀπομνημονεύεται τοῖς ζῴοις ἀπὸ τῶν Κελτικῶν, ὅτι τοὺς βαρβάρους ὑπερβαίνοντας ἤδη τὸ περιτείχισμα τοῦ Καπετωλίου νύκτωρ οἱ χῆνες ᾔσθοντο τῶν κυνῶν καθευδόντων καὶ βοῇ τοὺς φύλακας ἐπήγειραν;

ἢ φύλακες ὄντες οἱ τιμηταὶ τῶν μεγίστων, καὶ προσῆκον [*](προσῆκον] προσηκόντων in all mss. but one (προσηκόντος Meziriacus).) ἐπισκοπεῖν καὶ πολυπραγμονεῖν αὐτοῖς ἱερὰ καὶ δημόσια καὶ βίους καὶ ἤθη καὶ διαίτας, τὸ φυλακτικώτατον ζῷον εὐθὺς ἐν λόγῳ τίθενται, καὶ ἅμα τῇ τούτων ἐπιμελείᾳ προτρέπονται τοὺς πολίτας μὴ ἀμελεῖν μηδὲ ῥᾳθυμεῖν τῶν ἱερῶν;

ἡ δὲ γάνωσις τοῦ ἀγάλματος ἀναγκαία· ταχὺ γὰρ ἐξανθεῖ τὸ μίλτινον, ᾧ τὰ παλαιὰ τῶν ἀγαλμάτων ἔχρωζον.

διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται, τοῦ δʼ αὔγουρος, ἕως ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν

ἱερωσύνην; αὔγουρας δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι.

πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς;

ἢ κατειλημμένον ὅρκοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν ἀπολῦσαι τῶν ὅρκων οὐ θέλουσιν ἰδιώτην γενόμενον;

ἢ τιμῆς οὐκ ἔστιν οὐδʼ ἀρχῆς ἀλλʼ ἐπιστήμης ὄνομα καὶ τέχνης ὁ αὔγουρ; ὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν, ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν. ἄλλον δʼ οὐ καθιστᾶσιν εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων φυλάττοντες.