Quaestiones Romanae

Plutarch

Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν;

πότερον, ὡς Κάστωρ φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης [*](τῆς σελήνης E: ταῖς σελήναις.) καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ [*](ἀπʼ] ἐπʼ Xylander and Kronenburg.) Εὐάνδρου Προσελήνων λεγομένων.

ἢ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνσῄκει [*](ὑπομιμνσῄκει a patent correction: ὑπομιμνσήκειν) τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς

  1. ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα
  2. πρόσωπα καλλύνουσα καὶ πληρουμένη,
  3. χὤταν περ αὑτῆς εὐπρεπεστάτη [*](εὐπρεπεστάτη, Moralia, 517 D: εὐγενεστάτη (εὐγανεστάτη? Pohlenz).) φανῇ,
  4. πάλιν διαρρεῖ κἀπὶ [*](κἀπὶ] κεἰς τὸ in the Life of Demetrius, chap. xlv.) μηδὲν ἔρχεται;

ἤ πειθαρχίας ἦν μάθημα βασιλευομένους [*](βασιλευομένους] βουλευομένων in some mss.) μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν

ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο
κατὰ τὸν Παρμενίδην, οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;

διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας;

ἢ ὅτι τῶν μὲν ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ [*](Ἰουνῶνεμ an early correction (in the Vossianus according to Wyttenbach): ἴουνον.) ἐπονομάζουσι τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος ἀπὸ τῆς σελήνης· καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν [*](φωτεινὴν] φαεινὴν in most mss.) ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐν ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην,

  1. διὰ κυάνεον [*](κυάνεον] λαμπρὸν as quoted by Macrobius.) πόλον ἄστρων
  2. διὰ τʼ ὠκυτόκοιο σελάνας·
εὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσιν.

διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος;

πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος [*](διάλεκτος] διαλεκτικός in practically all mss.); τὸ γὰρ ἀριστερὸν σίνιστρον ὀνομάζουσι, τὸ δʼ ἐφεῖναι [*](ἐφεῖναι Xylander: ἀφεῖναι.) σίνερε καὶ σίνε λέγουσιν, ὅταν ἐφεῖναι [*](ἐφεῖναι Xylander: ἀφεῖναι.) παρακαλῶσι. τὸν οὖν ἐφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν.

ἢ, καθάπερ Διονύσιός φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοις [*](οἰωνισάμενοις F.C.B.; οἰωνισαμένῳ Rose: οἰωνισάμενοι.) καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες.

ἤ μᾶλλον, ὡς Ἰόβας φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον;

ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι [*](προϊστάμενοι Abresch, supported by one ms.: παριστάμενοι.) τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες.

ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;