Quaestiones Romanae
Plutarch
Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι [*](καθέζεσθαι Wyttenbach: καθίζεσθαι.) ;
πότερον καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας;
ἢ κατὰ λόγον ἐστίν, εἰ μήθʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος ἔχοντι πρὸς θυσίαν μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς [*](πήρωσὶς Meziriacus: πώρωσὶς) τις εἶναι καὶ μιασμὸς τοῦ σώματος.
διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς ἣν βρέβεμ καλοῦσι;
πότερον ὅτι μικρὸς ὢν ἐν ἀρχῇ καὶ ταπεινὰ
πράττων καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις; οὐ γὰρ μόνον Τύχης εὐέλπιδος καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο [*](ἄλλο Dübner: ἄλλο δʼ εὐέλπιδος ἄλλο, apparently repeated from above.) παρθένου· καὶ τί ἄν τις ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτρίας [*](ἰξευτρίας Stephanus (cf.332 F): ἰξευτηρίας) ἱερόν ἐστιν, ἣν βισκᾶταν [*](βισκᾶταν] βισκατρίκεμ Meziriacus.) ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν;ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων.
διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν ὑφʼ ἑαυτοῦ περιεώρων μαραινόμενον;
πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ
βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ [*](ζῴῳ Dübner: ζώου.) τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον.ἤ διδάσκει τὸ ἔθος ἡμᾶς ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν;
διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν;
πότερον, ὡς Κάστωρ φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης [*](τῆς σελήνης E: ταῖς σελήναις.) καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ [*](ἀπʼ] ἐπʼ Xylander and Kronenburg.) Εὐάνδρου Προσελήνων λεγομένων.
ἢ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνσῄκει [*](ὑπομιμνσῄκει a patent correction: ὑπομιμνσήκειν) τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς
ἤ πειθαρχίας ἦν μάθημα βασιλευομένους [*](βασιλευομένους] βουλευομένων in some mss.) μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν
ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιοκατὰ τὸν Παρμενίδην, οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;
διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας;
ἢ ὅτι τῶν μὲν ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ [*](Ἰουνῶνεμ an early correction (in the Vossianus according to Wyttenbach): ἴουνον.) ἐπονομάζουσι τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος ἀπὸ τῆς σελήνης· καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν [*](φωτεινὴν] φαεινὴν in most mss.) ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐν ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην,
εὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσιν.
- διὰ κυάνεον [*](κυάνεον] λαμπρὸν as quoted by Macrobius.) πόλον ἄστρων
- διὰ τʼ ὠκυτόκοιο σελάνας·
διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος;
πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος [*](διάλεκτος] διαλεκτικός in practically all mss.); τὸ γὰρ ἀριστερὸν σίνιστρον ὀνομάζουσι, τὸ δʼ ἐφεῖναι [*](ἐφεῖναι Xylander: ἀφεῖναι.) σίνερε καὶ σίνε λέγουσιν, ὅταν ἐφεῖναι [*](ἐφεῖναι Xylander: ἀφεῖναι.) παρακαλῶσι. τὸν οὖν ἐφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν.
ἢ, καθάπερ Διονύσιός φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοις [*](οἰωνισάμενοις F.C.B.; οἰωνισαμένῳ Rose: οἰωνισάμενοι.) καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες.
ἤ μᾶλλον, ὡς Ἰόβας φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον;
ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι [*](προϊστάμενοι Abresch, supported by one ms.: παριστάμενοι.) τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες.
ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;
διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων ὁ Λιπαραῖος ἱστόρηκεν;
ἢ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καὶ φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καιομένην, εἶτʼ εὐθὺς αἴρεσθαι,, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων.
διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον;
ἢ καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας τὸν [*](κλισίας τὸν Cobet: καὶ σίαστον) ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ ἐκείνοις.
διὰ τί περιπόρφυρον ὁ δήμαρχος οὐ φορεῖ, τῶν ἄλλων ἀρχόντων φορούντων;
ἢ τὸ παράπαν οὐδʼ ἐστὶν ἄρχων; οὐδὲ γὰρ ῥαβδούχους ἔχουσι οὐδʼ ἐπὶ δίφρου καθήμενοι
χρηματίζουσιν, οὐδʼ ἔτους ἀρχῇ καθάπερ οἱ λοιποὶ πάντες ἄρχοντες εἰσίασιν, [*](εἰσίασιν Meziriacus: εἰσιν.) οὐδὲ παύονται δικτάτωρος αἱρεθέντος ἀλλὰ πᾶσαν ἀρχὴν ἐκείνου μετατιθέντος εἰς ἑαυτὸν αὐτοὶ μόνοι διαμένουσιν, ὥσπερ οὐκ ὄντες ἄρχοντες ἀλλʼ ἑτέραν τινὰ τάξιν ἔχοντες. ὡς δὲ τῶν ῥητόρων ἔνιοι τὴν παραγραφὴν οὐ βούλονται δίκην εἶναι, τοὐναντίον τῇ δίκῃ δρῶσαν ἡ μὲν γὰρ εἰσάγει καὶ ποιεῖ κρίσιν, ἡ δʼ ἀναιρεῖ καὶ λύει· τὸν αὐτὸν τρόπον οἴονται τὴν δημαρχίαν κώλυσιν ἀρχῆς μᾶλλον εἶναι καὶ πρὸς ἀρχὴν ἀντίταξιν ἢ ἀρχήν. τὸ γὰρ ἐνστῆναι πρὸς δύναμιν ἄρχοντος καὶ τὴν ἄγαν ἐξουσίαν ἀφελεῖν ἐξουσία καὶ δύναμίς ἐστιν αὐτῆς.ἢ ταῦτα μὲν ἄν τις εἴποι καὶ τὰ τοιαῦτα χρώμενος εὑρησιλογίᾳ· τῆς δὲ δημαρχίας τὴν γένεσιν ἐκ τοῦ δήμου λαμβανούσης τὸ δημοτικὸν ἰσχυρόν ἐστι, καὶ μέγα τὸ μὴ μεῖζον φρονεῖν τῶν λοιπῶν ἀλλʼ ὁμοιοῦσθαι καὶ σχήματι καὶ στολῇ καὶ διαίτῃ τοῖς ἐπιτυγχάνουσι τῶν πολιτῶν. ὁ γὰρ ὄγκος ὑπάτῳ προσήκει καὶ στρατηγῷ, τὸν δὲ δήμαρχον, ὡς Γάιος Κουρίων ἔλεγε, καταπατεῖσθαι δεῖ, καὶ μὴ σεμνὸν εἶναι τῇ ὄψει μηδὲ δυσπρόσοδον μηδὲ τοῖς πολλοῖς χαλεπόν, ἀλλʼ ὑπὲρ τῶν ἄλλων ἄοκνον [*](ἄοκνον added by F.C.B. to fill a lacuna) τοῖς δὲ πολλοῖς εὐμεταχείριστον. ὅθεν οὐδʼ οἰκίας αὐτοῦ κλείεσθαι νενόμισται, θύραν, ἀλλὰ καὶ νύκτωρ ἀνέῳγε καὶ μεθʼ ἡμέραν ὥσπερ λιμὴν καὶ καταφυγὴ τοῖς δεομένοις. ὅσῳ δὲ μᾶλλον ἐκταπεινοῦται τῷ
σχήματι, [*](σχήματι Wyttenbach: σώματι.) τοσούτῳ μᾶλλον αὔξεται τῇ δυνάμει. κοινὸν γὰρ αὐτὸν ἀξιοῦσι τῇ χρείᾳ καὶ πᾶσιν ἐφικτὸν ὥσπερ βωμὸν εἶναι, τῇ δὲ τιμῇ ποιοῦσιν ἱερὸν καὶ ἅγιον καὶ ἄσυλον ὅπου κἂν βαδίζων ἐν δημοσίῳ πάθῃ τι, [*](πάθῃ τι suggested by Bernardakis: πᾶσι) νόμος ἐστὶ καθαίρεσθαι καὶ ἁγνίζεσθαι τὸ σῶμα καθάπερ μεμιασμένον.