Quaestiones Romanae

Plutarch

Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).

διὰ τί τὸν Ἰανουάριον μῆνα νέου ἔτους ἀρχὴν λαμβάνουσι;

τὸ γὰρ παλαιὸν ὁ Μάρτιος ἠριθμεῖτο πρότερος, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι τεκμηρίοις καὶ μάλιστα τῷ τὸν πέμπτον ἀπὸ τοῦ Μαρτίου Πέμπτον καὶ τὸν ἕκτον Ἕκτον ὀνομάζεσθαι, καὶ τοὺς

ἄλλους ἐφεξῆς ἄχρι τοῦ τελευταίου, ὃν Δεκέμβριον καλοῦσιν ἀπὸ τοῦ Μαρτίου δέκατον ἀριθμούμενον. ἐξ οὗ δὴ καὶ παρέστη τισὶν οἴεσθαι καὶ λέγειν ὡς οὐ δώδεκα μησὶν ἀλλὰ δέκα συνεπλήρουν οἱ τότε Ῥωμαῖοι τὸν ἐνιαυτὸν ἐνίοις [*](ἐνίος Wyttenbach: ἐνίας.) τῶν μηνῶν ἡμέρας πλείονας τῶν τριάκοντα προστιθέντες. ἄλλοι δʼ ἱστοροῦσι τὸν μὲν Δεκέμβριον ἀπὸ τοῦ Μαρτίου δέκατον εἶναι, τὸν δʼ Ἰανουάριον ἑνδέκατον, τὸν δὲ Φεβρουάριον δωδέκατον, ἐν ᾧ καθαρμοῖς τε χρῶνται καὶ τοῖς φθιμένοις ἐναγίζουσι τοῦ ἐνιαυτοῦ τελευτῶντος. μετατεθῆναι δὲ τούτους καὶ γενέσθαι τὸν Ἰανουάριον πρῶτον, ὅτι τῇ νουμηνίᾳ τούτου τοῦ μηνός, ἣν ἡμέραν καλάνδας Ἰανουαρίας καλοῦσιν, οἱ πρῶτοι κατεστάθησαν ὕπατοι, τῶν βασιλέων ἐκπεσόντων.

πιθανώτεροι δʼ εἰσὶν οἱ λέγοντες ὅτι τὸν μὲν Μάρτιον ὁ Ῥωμύλος πολεμικὸς καὶ ἀρειμάνιος ὢν καὶ δοκῶν ἐξ Ἄρεος γεγονέναι προέταξε τῶν μηνῶν ἐπώνυμον ὄντα τοῦ Ἄρεος· Νομᾶς [*](Νομᾶς the better spelling (cf. 267 c): νουμᾶς.) δʼ αὖθις εἰρηνικὸς γενόμενος καὶ πρὸς ἔργα τῆς γῆς φιλοτιμούμενος τρέψαι τὴν πόλιν ἀποστῆσαι δὲ τῶν πολεμικῶν, τῷ Ἰανουαρίῳ τὴν ἡγεμονίαν ἔδωκε καὶ τὸν Ἰανὸν εἰς τιμὰς προήγαγε μεγάλας, ὡς πολιτικὸν καὶ γεωργικὸν μᾶλλον ἢ πολεμικὸν γενόμενον. ὅρα δὲ μὴ μᾶλλον ὁ Νομᾶς [*](Νομᾶς the better spelling (cf. 267 c): νουμᾶς.) τῇ φύσει προσήκουσαν ἀρχὴν ἔλαβε τοῦ ἔτους ὡς πρὸς ἡμᾶς. καθόλου μὲν γὰρ οὐδέν ἐστι φύσει τῶν ἐν κύκλῳ περιφερομένων οὔτʼ ἔσχατον οὔτε πρῶτον, νόμῳ δʼ ἄλλην ἄλλοι τοῦ χρόνου λαμβάνουσιν ἀρχὴν ἄριστα δʼ οἱ τὴν μετὰ τροπὰς χειμερινὰς

λαμβάνοντες, ὁπηνίκα τοῦ πρόσω βαδίζειν πεπαυμένος ὁ ἥλιος ἐπιστρέφει καὶ ἀνακάμπτει πάλιν πρὸς ἡμᾶς· γίγνεται γὰρ ἀνθρώποις [*](ἀνθρώποις F.C.B. (αὕτε Helmbold): αὐτοῖς.) τρόπον τινὰ κατὰ φύσιν [*](κατὰ φύσινκαὶ φύσει.) τὸν μὲν τοῦ φωτὸς αὔξουσα χρόνον ἡμῖν, μειοῦσα δὲ τὸν τοῦ σκότους, ἐγγυτέρω δὲ ποιοῦσα τὸν κύριον καὶ ἡγεμόνα τῆς ῥευστῆς οὐσίας ἁπάσης.

διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι;

πότερον, ὡς οἱ μυθολογοῦντες ἱστοροῦσι, Φαύνου [*](Φαυνοῦ Meziriacus: φαυλίου.) μὲν ἦν γυνὴ τοῦ μάντεως, οἴνῳ δὲ χρησαμένη κρύφα καὶ μὴ λαθοῦσα ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης, ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δʼ αὐτῇ σπένδουσι, γάλα προσαγορεύουσαι;

ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δʼ ἀφροδισίων τὴν ἱερουργίαν ἐκείνην ἐπιτελοῦσιν; οὐ γὰρ μόνον ἐξοικίζουσι τοὺς ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας, ὅταν τὰ νενομισμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν Ἀφροδίτης [*](Ἀφροδίτηςἀφροδίτῃ.) ἀφοσιοῦνται· καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην καλοῦσι, Μυρτίαν τὸ παλαιὸν ὡς ἔοικεν ὠνόμαζον.

διὰ τί τὸν δρυοκολάπτην οἱ Λατῖνοι σέβονται καὶ ἀπέχονται πάντες ἰσχυρῶς τοῦ ὄρνιθος;

πότερον ὅτι τὸν Πῖκον λέγουσιν ὑπὸ φαρμάκων τῆς γυναικὸς μεταβαλεῖν τὴν φύσιν καὶ γενόμενον δρυοκολάπτην ἀποφθέγγεσθαι λόγια καὶ χρησμῳδεῖν τοῖς ἐρωτῶσιν;

ἤ τοῦτο μὲν ἄπιστόν ἐστιν ὅλως καὶ τερατῶδες, ἅτερος δὲ τῶν μύθων πιθανώτερος, ὡς ἄρα τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν οὐ μόνον λύκαινα θηλὴν ἐπεῖχεν, ἀλλὰ καὶ δρυοκολάπτης τις ἐπιφοιτῶν ἐψώμιζεν; ἐπιεικῶς γὰρ ἔτι καὶ νῦν ἐν [*](ἐν added by Bernardarkis) τοῖς ὑπωρείοις καὶ δρυμώδεσι τόποις ὅπου φαίνεται δρυοκολάπτης, ἐκεῖ καὶ λύκος, ὡς Νιγίδιος [*](Νιγίδιος Xylander: νίγιδος.) ἱστορεῖ.

ἢ μᾶλλον, ὡς ἄλλον ἄλλου θεοῦ, καὶ τοῦτον Ἄρεος ἱερὸν νομίζουσι τὸν ὄρνιν; καὶ γὰρ εὐθαρσὴς καὶ γαῦρός ἐστι καὶ τὸ ῥύγχος οὕτως ἔχει κραταιόν, ὥστε δρῦς ἀνατρέπειν, ὅταν κόπτων πρὸς τὴν ἐντεριώνην ἐξίκηται.