Mulierum virtutes
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Τυρρηνῶν τοίνυν τῶν Λῆμνον καὶ Ἴμβρον κατασχόντων, ἁρπασάντων δὲ Βραυρωνόθεν τὰς Ἀθηναίων γυναῖκας, ἐγένοντο παῖδες, οὓς ἐξήλασαν Ἀθηναῖοι μιξοβαρβάρους ὄντας ἐκ τῶν νήσων. οἱ δʼ εἰς Ταίναρον κατάραντες ἐγένοντο χρήσιμοι Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον, καὶ διὰ τοῦτο πολιτείας καὶ γάμων τυχόντες, οὐκ ἀξιούμενοι δὲ ἀρχείων καὶ βουλῆς, ὑπόνοιαν ἔσχον ὡς ἐπὶ νεωτερισμῷ συνερχόμενοι καὶ διανοούμενοι τὰ καθεστῶτα κινεῖν. συλλαβόντες οὖν αὐτοὺς οἱ
Λακεδαιμόνιοι καὶ καθείρξαντες ἐφύλαττον ἰσχυρῶς, ζητοῦντες ἑλεῖν σαφέσι καὶ βεβαίοις ἐλέγχοις· αἱ δὲ τῶν καθειργμένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν παραγενόμεναι, πολλαῖς ἱκεσίαις καὶ δεήσεσι παρείθησαν ὑπὸ τῶν φυλάκων ὅσον ἀσπάσασθαι καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δʼ εἰσῆλθον, ἐκέλευον αὐτοὺς μεταμφιέννυσθαι ταχὺ τὰ ἱμάτια καὶ τὰ μὲν αὑτῶν ἐκείναις ἀπολιπεῖν, τὰ δʼ ἐκείνων ἐνδύντας αὐτοὺς ἀπιέναι περικαλυψαμένους, γενομένων δὲ τούτων, αἱ μὲν ὑπέμειναν αὐτοῦ παραταξάμεναι πρὸς πάντα τὰ δεινά, τοὺς δʼ ἄνδρας ἐξαπατηθέντες οἱ φύλακες παρῆκαν ὡς δὴ γυναῖκας. ἐκ δὴ τούτου καταλαβομένων αὐτῶν τὰ Ταΰγετα, καὶ τὸ εἱλωτικὸν ἀφιστάντων καὶ προσδεχομένων, οἱ Σπαρτιᾶται εἰς πολὺν φόβον καταστάντες ἐπεκηρυκεύσαντο καὶ διηλλάγησαν ἐπὶ τῷ κομίσασθαι μὲν αὐτοὺς τὰς γυναῖκας, χρήματα δὲ καὶ ναῦς λαβόντας ἐκπλεῦσαι καὶ γῆς τυχόντας ἀλλαχόσε [*](ἀλλαχόσε] ἀλλαχόθι Dinsius) καὶ πόλεως ἀποίκους Λακεδαιμονίων καὶ συγγενεῖς νομίζεσθαι. ταῦτʼ ἔπραττον οἱ Πελασγοὶ Πόλλιν ἡγεμόνα καὶ Δελφὸν καὶ Κραταΐδαν [*](Δελφ̀ν καὶ Κραταΐδαν Meursius: ἀδελφὸν κραταΐδα. cf. Phot. Bibl. 137 b 21. 141 a 7. Mueller. Fragm. 1 p. 356) Λακεδαιμονίους λαβόντες· καὶ μέρος μὲν αὐτῶν ἐν Μήλῳ κατῴκησαν· τοὺς δὲ πλείστους οἱ περὶ Πόλλιν ἔχοντες; εἰς Κρήτην ἔπλευσαν, ἀποπειρώμενοι τῶν λογίων. ἐχρήσθη γὰρ αὐτοῖς, ὅταν τὴν θεὸν καὶ τὴν ἄγκυραν ἀπολέσωσι, παύσασθαι πλάνης καὶ πόλιν ἐπεῖ συνοικίζειν. ὁρμισθεῖσιν οὖν πρὸς τῇ λεγομένῃ Χερρονήσῳ θόρυβοι πανικοὶ προσέπεσον νύκτωρ, ὑφʼ ὧν διαπτοηθέντες ἐνεπήδησαν εἰς τὰς ναῦς ἀκόσμως, ἀπολιπόντες ἐν τῇ γῇ ξόανον τῆς Ἀρτέμιδος, ὃ πατρῷον ἦν αὐτοῖς εἰς Λῆμνον ἐκ Βραύρωνος κομισθέν, ἐκ δὲ Λήμνου πανταχοῦ συμπεριαγόμενον. ἐπεὶ δὲ τοῦ θορύβου λήξαντος ἐπόθησαν αὐτὸ κατὰ πλοῦν, ἅμα δʼ ὁ Πόλλις κατέμαθε τῇ ἀγκύρᾳ τὸν ὄνυχα μὴ προσόντα βίᾳ γὰρ ἑλκομένης ὡς ἔοικεν ἐν τόποις ὑποπέτροις ἀποσπασθεὶς ἔλαθε, περαίνεσθαι τὰ πυθόχρηστα φήσας ἐσήμαινεν ἀναστρέφειν καὶ κατέσχε τὴν χώραν, καὶ μάχαις πολλαῖς τῶν ἀντιταξαμένων ἐπικρατήσας Λύκτον ᾤκησε καὶ πόλεις ἄλλας ὑποχειρίους ἔλαβε. διὸ καὶ νομίζουσιν αὐτοὺς [*](αὑτοὺς?) Ἀθηναίοις τε διὰ τὰς μητέρας κατὰ γένος προσήκειν καὶ Σπαρτιατῶν ἀποίκους εἶναι.τὸ δʼ ἐν Λυκίᾳ γενέσθαι λεγόμενον μυθῶδες μέν ἐστιν, ἔχει δέ τινα φήμην ὁμοῦ [*](ὁμοῦ] ὅμως M) μαρτυροῦσαν. Ἀμισώδαρος γάρ, ὥς φασιν, ὃν Ἰσάραν Λύκιοι καλοῦσιν, ἧκεν ἐκ τῆς περὶ Ζέλειαν ἀποικίας Λυκίων, λῃστρίδας ἄγων ναῦς, ὧν Χίμαρρος ἡγεῖτο, πολεμιστὴς μὲν ἀνὴρ ὠμὸς δὲ καὶ θηριώδης ἔπλει δὲ πλοίῳ λέοντα μὲν ἔχοντι πρῴραθεν ἐπίσημον, ἐκ δὲ πρύμνης δράκοντα, καὶ πολλὰ κακὰ τοὺς Λυκίους ἐποίει, καὶ πλεῦσαι τὴν θάλατταν οὐκ ἦν οὐδὲ, τὰς ἐγγὺς θαλάττης πόλεις οἰκεῖν, τοῦτον οὖν ἀποκτείνας ὁ Βελλεροφόντης φεύγοντα τῷ Πηγάσῳ διώξας, ἐκβαλὼν δὲ καὶ τὰς Ἀμαζόνας, οὐδενὸς ἐτύγχανε τῶν
δικαίων, ἀλλʼ ἦν ἀδικώτατος περὶ αὐτὸν Ἰοβάτης ὅθεν εἰς τὴν θάλατταν ἐμβὰς εὔξατο [*](εὔξατο *: ηὔξατο ) κατʼ αὐτοῦ τῷ Ποσειδῶνι τὴν χώραν ἄκαρπον γενέσθαι καὶ ἀνόνητον. εἶθʼ ὁ μὲν ἀπῄει κατευξάμενος, κῦμα δὲ διαρθὲν ἐπέκλυζε τὴν γῆν· καὶ θέαμα δεινὸν ἦν, ἑπομένης μετεώρου τῆς θαλάττης καὶ ἀποκρυπτούσης τὸ πεδίον. ἐπεὶ δέ, τῶν ἀνδρῶν δεομένων τὸν Βελλεροφόντην ἐπισχεῖν, οὐδὲν ἔπειθον, αἱ γυναῖκες ἀνασυράμεναι τοὺς χιτωνίσκους ἀπήντησαν αὐτῷ· πάλιν οὖν ὑπʼ;ʼ αἰσχύνης ἀναχωροῦντος ὀπίσω καὶ τὸ κῦμα λέγεται συνυποχωρῆσαι. τινὲς δὲ τοῦ λόγου τούτου παραμυθούμενοι τὸ μυθῶδες οὔ φασι κατάραις ὑπαγαγέσθαι τὴν θάλασσαν αὐτόν, ἀλλὰ τοῦ πεδίου τὸ πιότατον ὑποκεῖσθαι τῇ θαλάσσῃ ταπεινότερον·, ὀφρὺν δὲ παρατείνουσαν ἀκτῆς, ἣ διεῖργε τὴν θάλασσαν, ἐκρῆξαι τὸν Βελλεροφόντην, καὶ βίᾳ τοῦ πελάγους ἐπιφερομένου καὶ κατακλύζοντος τὸ πεδίον, τοὺς μὲν ἄνδρας οὐδὲν περαίνειν δεομένους αὐτοῦ, τὰς δὲ γυναῖκας ἀθρόας περιχυθείσας αἰδοῦς τυχεῖν καὶ ἀποπαῦσαι τὴν ὀργήν. οἱ δʼ ὅλως τὴν λεγομένην Χίμαιραν ὄρος ἀντήλιον γεγονέναι φασὶ καὶ ποιεῖν ἀνακλάσεις [*](ἀνακλάσεις Cobetus: ἀνακλάσεις καὶ ἀνακαύσεις ) ἐν τῷ θέρει χαλεπὰς καὶ πυρώδεις, ὑφʼ ὧν ἀνὰ τὸ πεδίον σκεδαννυμένων μαραίνεσθαι τοὺς καρπούς. τὸν δὲ Βελλεροφόντην συμφρονήσαντα διακόψαι τοῦ κρημνοῦ τὸ λειότατον καὶ μάλιστα τὰς ἀνακλάσεις ἀνταποστέλλον· ἐπεὶ δʼ οὐκ ἐτύγχανε χάριτος, ὀργῇ πρὸς ἄμυναν τραπέσθαι τῶν Λυκίων, πεισθῆναι δʼ ὑπὸ τῶν γυναικῶν. ἣν δὲ Νύμφις [*](Νύμφις] Mueller 3 p. 14) ἐν τῷ τετάρτῳ περὶ Ἡρακλείας αἰτίαν εἴρηκεν, ἣκιστα μυθώδης ἐστί· λέγει γάρ , ὅτι· σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης οὐδεμιᾶς ἐτύγχανεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα, πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρι οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι. διὸ καὶ νόμος ἦν τοῖς Ξανθίοις μὴ πατρόθεν ἀλλʼ ἀπὸ μητέρων χρηματίζειν.Ἀννίβα δὲ τοῦ Βάρκα, πρὶν ἐπὶ Ῥωμαίους στρατεύειν, ἐν Ἰβηρίᾳ πόλει μεγάλῃ Σαλματικῇ προσμαχομένου, πρῶτον μὲν ἔδεισαν οἱ πολιορκούμενοι καὶ συνέθεντο ποιήσειν τὸ προσταττόμενον, Ἀννίβᾳ τριακόσια δόντες ἀργυρίου τάλαντα καὶ τριακοσίους ὁμήρους. ἀνέντος δὲ τὴν πολιορκίαν ἐκείνου, μεταγνόντες οὐδὲν ἔπραττον ὧν ὡμολόγησαν. αὖθις οὖν ἐπιστρέψαντος αὐτοῦ καὶ τοὺς στρατιώτας ἐπὶ διαρπαγῇ χρημάτων κελεύσαντος ἐπιχειρεῖν τῇ πόλει, παντάπασι καταπλαγέντες οἱ βάρβαροι συνεχώρησαν ἐξελθεῖν ἐν [*](ἐν] ἑνὶ Polyaen. 7, 48. ἐν ἑνὶ Herwerdenus. cf. p. 276 d) ἱματίῳ τοὺς ἐλευθέρους, ὅπλα καὶ χρήματα καὶ ἀνδράποδα καὶ τὴν πόλιν καταλιπόντας. αἱ δὲ γυναῖκες οἰόμεναι τῶν μὲν ἀνδρῶν φωράσειν ἕκαστον ἐξιόντα τοὺς πολεμίους, αὐτῶν δʼ οὐκ ἂν
ἅψασθαι, ξίφη λαβοῦσαι καὶ ἀποκρύψασαι συνεξέπιπτον τοῖς ἀνδράσιν. ἐξελθόντων δὲ πάντων ὁ Ἀννίβας φρουρὰν Μασαισυλίων ἐπιστήσας ἐν τῷ προαστείῳ συνεῖχεν αὐτούς, οἱ δʼ ἄλλοι τὴν πόλιν ἀτάκτως ἐμπεσόντες διήρπαζον. πολλῶν δʼ ἀγομένων, οἱ Μασαισύλιοι καρτερεῖν οὐκ ἐδύναντο [*](ἐδύναντο *: ἠδύναντο ) βλέποντες οὐδὲ τῇ φυλακῇ τὸν νοῦν προσεῖχον, ἀλλʼ ἠγανάκτουν καὶ ἀπεχώρουν ὡς μεθέξοντες τῆς ὠφελείας. ἐν τούτῳ δʼ αἱ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδοσαν, ἔνιαι δὲ καὶ διʼ ἑαυτῶν ἐπετίθεντο τοῖς φρουροῦσι· μία δὲ καὶ λόγχην ἐξαρπάσασα Βάνωνος τοῦ ἑρμηνέως αὐτὸν ἐκεῖνον ἔπαισεν· ἔτυχε δὲ τεθωρακισμένος τῶν δʼ ἄλλων τοὺς μὲν καταβαλόντες, τοὺς δὲ τρεψάμενοι, διεξέπεσον ἀθρόοι μετὰ τῶν γυναικῶν. πυθόμενος δʼ ὁ Ἀννίβας καὶ διώξας τοὺς μὲν καταλειφθέντας ἀνεῖλεν· [*](ἀνεῖλεν Herwerdenus: εἴλεν ) οἱ δὲ τῶν ὀρῶν ἐπιλαβόμενοι παραχρῆμα μὲν διέφυγον, ὕστερον δὲ πέμψαντες ἱκετηρίαν εἰς τὴν πόλιν ὑπʼ αὐτοῦ κατήχθησαν, ἀδείας καὶ φιλανθρωπίας τυχόντες.τὰς Μιλησίων ποτὲ παρθένους δεινὸν πάθος καὶ ἀλλόκοτον κατέσχεν, ἐκ δή τινος αἰτίας ἀδήλου· μάλιστα δʼ εἰκάζετο κρᾶσιν ἐκστατικὴν καὶ φαρμακώδη λαβὼν ὁ ἀὴρ τροπὴν αὐταῖς καὶ παραφορὰν τῆς διανοίας ἐνεργάσασθαι. πάσαις μὲν γὰρ ἐξαίφνης ἐπιθυμία θανάτου καὶ πρὸς ἀγχόνην ὁρμὴ περιμανὴς ἐνέπιπτε, πολλαὶ δʼ ἀπήγχοντο λανθάνουσαι· λόγοι
δὲ καὶ δάκρυα γονέων καὶ παρηγορίαι φίλων οὐδὲν ἐπέραινον, ἀλλὰ περιῆσαν ἐπινοίας; καὶ πανουργίας ἁπάσης τῶν φυλαττόντων, ἑαυτὰς διαχρώμεναι. καὶ τὸ κακὸν ἐδόκει δαιμόνιον εἶναι καὶ κρεῖττον ἀνθρωπίνης βοηθείας, ἄχρι οὗ γνώμῃ νοῦν ἔχοντος ἀνδρὸς ἐγράφη προβούλευμα, τὰς ἀπαγχομένας γυμνὰς ἐκκομίζεσθαι διὰ τῆς ἀγορᾶς· καὶ τοῦτο κυρωθὲν οὐ μόνον ἐπέσχεν, ἀλλὰ καὶ παντελῶς ἔπαυσε θανατώσας τὰς παρθένους. μέγα δὴ τεκμήριον εὐφυΐας καὶ ἀρετῆς; ἡ τῆς ἀδοξίας εὐλάβεια καὶ τὸ πρὸς τὰ δεινότατα τῶν ὄντων, θάνατον καὶ πόνον, ἀδεῶς ἐχούσας αἰσχροῦ φαντασίαν μὴ ὑπομεῖναι μηδʼ ἐνεγκεῖν αἰσχύνην μετὰ θάνατον ἐσομένην.