Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Γοργὼ βασιλέως Κλεομένους θυγάτηρ, Ἀρισταγόρου τοῦ Μιλησίου παρακαλοῦντος αὐτὸν ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον ὑπὲρ Ἰώνων καὶ ὑπισχνουμένου χρημάτων πλῆθος καὶ ὅσῳ ἀντέλεγε πλείονα προστιθέντος, καταφθερεῖ σε ἔφη ὦ πάτερ τὸ ξενύλλιον, ἐὰν μὴ τάχιον αὐτὸν τῆς οἰκίας ἐκβάλῃς.

προστάξαντος δέ ποτε αὐτῇ τοῦ πατρὸς δοῦναί τινι σῖτον εἰς μισθοῦ λόγον, καὶ προστιθέντος

ἐδίδαξε γάρ με τὸν οἶνον χρηστὸν ποιεῖν, οὐκοῦν, ὦ πάτερ ἔφη ὃ τʼ οἶνος πλείων ἐκποθήσεται καὶ οἱ πίνοντες θρυπτικώτεροι καὶ χείρονες ἔσονται.

τὸν δʼ Ἀρισταγόραν ὑπό τινος τῶν οἰκετῶν ὑποδούμενον θεασαμένη πάτερ ἔφη ὁ ξένος χεῖρας οὐκ ἔχει.

ξένου δέ τινος μαλακῶς καὶ [*](καὶ X. Mihi μαλακῶς glossema vid.) σχολῇ προσάγοντος, [*](προσάγοντος *: προσαγαγόντος ) παρωσαμένη αὐτὸν οὐκ ἄπει ἐντεῦθεν εἶπεν οὐδὲ [*](οὐδὲ *: οὔτε ) τὰ τῆς γυναικὸς δυνάμενος;ʼ

ἐρωτηθεῖσα δὲ ὑπό τινος Ἀττικῆς διὰ τί ὑμεῖς ἄρχετε μόναι τῶν ἀνδρῶν αἱ Λάκαιναι; [*](Λάκαιναι *: λάκωναι ) ὅτι ἔφη καί τίκτομεν μόναι ἄνδρας.

Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν· ὁ δὲ ἔφη ἀγαθὸν γαμεῖν καὶ ἀγαθά τίκτειν.