Instituta Laconia
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας, διὰ τούτων φησὶν οὐδεὶς ἐξέρχεται λόγος.
δοκιμαζομένου μάλιστα παρʼ αὐτοῖς τοῦ μέλανος λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ τοὺς νεανίσκους, [*](τοὺς νεανίσκους] τοῖς νεανίσκοις Turnebus) λέγεται Διονύσιος ὁ τῆς Σικελίας; τύραννος τούτου χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος· ἔπειτα γευσάμενον καὶ δυσχεράναντα ἀποπτύσαι· καὶ τὸν μάγειρον εἰπεῖν ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν γυμνασάμενον Λακωνικῶς, τῷ Εὐρώτᾳ δὲ [*](δὲ *) λελουμένον ἐποψᾶσθαι.
πιόντες; οἱ Λάκωνες· ἐν τοῖς συσσιτίοις μετρίως ἀπίασι δίχα λαμπάδος· οὐ γὰρ ἔξεστι πρὸς φῶς βαδίζειν οὔτε ταύτην οὔτε ἄλλην ὁδόν, ὅπως ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς καὶ ἀδεῶς ὁδεύειν.
γράμματα ἕνεκα τῆς χρείας ἐμάνθανον τῶν δὲ ἄλλων παιδευμάτων ξενηλασίαν ἐποιοῦντο, οὐ
μᾶλλον ἀνθρώπων ἢ λόγων. ἡ δὲ παιδεία ἦν αὐτοῖς πρὸς τὸ ἄρχεσθαι καλῶς καὶ καρτερεῖν πονοῦντα καὶ μαχόμενον νικᾶν ἢ ἀποθνήσκειν.διετέλουν δὲ καὶ ἄνευ χιτῶνος, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων κατὰ τὸ πλεῖστον ἀπεχόμενοι.
ἐκάθευδον δὲ οἱ νέοι ὁμοῦ κατʼ ἴλην καὶ κατʼ ἀγέλην ἐπὶ στιβάδων, ἃς αὐτοὶ [*](αὐτοὶ] αὑτοῖς Vit. Lyc. c. 16) συνεφόρουν, τοῦ παρὰ τῷ Εὐρώτᾳ πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες· ἐν δὲ τῷ χειμῶνι τοὺς λεγομένους λυκοφάνους [*](λυκοφάνους *: λυκοφάνας ) ὑπεβάλλοντο καὶ κατεμίγνυσαν ταῖς στιβάσι, θερμαντικὸν ἔχειν τι τῆς ὕλης δοκούσης.
ἐρᾶν τῶν τὴν ψυχὴν σπουδαίων παίδων ἐφεῖτο· τὸ δὲ πλησιάζειν αἰσχρὸν νενόμιστο, ὡς τοῦ σώματος ἐρῶντας ἀλλʼ οὐ τῆς ψυχῆς· ὁ δὲ ἐγκληθεὶς ὡς ἐπʼ αἰσχύνῃ πλησιάζων ἄτιμος διὰ βίου ἦν.
ἔθος ἦν καὶ τοὺς νεωτέρους ὑπὸ τῶν πρεσβυτέρων ἐρωτᾶσθαι, ποῖ [*](ποῖ *: που ) πορεύονται καὶ ἐπὶ τί· καὶ τὸν μὴ ἀποκρινόμενον ἢ προφάσεις πλέκοντα ἐπιπλήττειν· ὁ δὲ μὴ ἐπιπλήττων παρόντος αὐτοῦ ἁμαρτάνοντα ἔνοχος ἦν τῷ ἴσῳ ἐπιτιμίῳ ᾧπερ [*](ᾧπερ Herwerdenus: ὥσπερ ) καὶ ὁ ἁμαρτών καὶ ὁ δυσχεραίνων δέ, εἰ ἐπιτιμῷτο, ἐν μεγάλῳ ὀνείδει ἦν.
εἴ τις φωραθείη ἁμαρτάνων, ἔδει τοῦτον βωμόν τινα τῶν ἐν τῇ πόλει κύκλῳ περιιέναι, ψόγον
ᾄδοντα πεποιημένον εἰς ἑαυτόν· ὅπερ ἦν οὐδὲν ἕτερον ἢ ἐπιπλήττειν αὐτὸν αὑτῷ.καὶ τοὺς νέους δὲ οὐ μόνον τοὺς ἰδίους αἰδεῖσθαι πατέρας καὶ ὑπηκόους τούτοις εἶναι, ἀλλὰ πάντας τοὺς πρεσβυτέρους ἐντρέπεσθαι, καὶ ὁδῶν ὑποχωροῦντας καὶ καθέδρας ὑπεξισταμένους καὶ παρόντων [*](παρόντων X: παριόντων ) ἡσυχάζοντας. διὸ καὶ ἦρχεν ἕκαστος οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις πόλεσι τῶν αὑτοῦ τέκνων καὶ δούλων καὶ κτημάτων, ἀλλʼ ὅπως τῶν αὑτοῦ καὶ τῶν τοῦ πλησίον, ὅπως ὅτι μάλιστα κοινωνῶσι καὶ φροντίζωσιν ὡς οἰκείων.
παῖς δὲ ὑπό τινος κολασθείς, εἰ τῷ πατρὶ ἐξήγγειλεν, αἰσχρὸν ἦν τῷ πατρὶ μὴ προσεντεῖναι ἀκούσαντα πάλιν ἑτέρας· ἐπίστευον γὰρ αὐτοῖς ἐκ τῆς πατρίου ἀγωγῆς μηδὲν ἂν [*](ἂν Cobetus) αἰσχρὸν προστάξαι τοῖς τέκνοις.
κλέπτουσι δὲ οἱ νέοι καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάσσουσι· τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν. γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως διʼ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν.
τὸ δὲ ἔργον τῆς συσσιτίας διά τε ταῦτα γλίσχρον ἦν καὶ ἵνʼ ἐθίζωνται μηδέποτε γίνεσθαι πλήρεις, δύνασθαι δὲ πεινῆν οὕτω γὰρ ᾤοντο καὶ εἰς τὸν πόλεμον χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες ἐπιπονῆσαι· καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς
δαπάνης τὴν δʼ ἀνοψίαν ὑποφέρειν, [*](ὑποφέρειν M: ἀποφέρειν ) ὡς βρῶμα τὸ τυχὸν προσφέρεσθαι, ᾤοντο ὑγιεινότερα τὰ σώματα καὶ εὐαυξῆ [*](εὐαυξὴ *: εὐεξὴ ) ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλάτος μὴ πιεζόμενον [*](πιεζόμενον] πιεζόμενον τὸ πνεθμα?) ἐπαίρειν εἰς ὕψος τὰ σώματα· καὶ καλὰ δὲ ποιεῖν· τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους [*](πολυτρέφους X: πολυεροπους ) διὰ βάρος ἀντιβαίνειν.ἐσπούδαζον δὲ καὶ περὶ τὰ μέλη καὶ τὰς ᾠδὰς οὐδὲν ἧττον· κέντρον δʼ εἶχε ταῦτα ἐγερτικὸν θυμοῦ καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πρακτικῆς. καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος· οὐδὲν δʼ ἕτερον εἶχεν ἢ ἐπαίνους τῶν γεννικῶς ζησάντων καὶ ὑπὲρ τῆς Σπάρτης ἀποθανόντων καὶ εὐδαιμονιζομένων, καὶ ψόγους τῶν τρεσάντων ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων βίον· ἐπαγγελία τε καὶ μεγαλαυχία πρὸς ἀρετὴν πρέπουσα ταῖς ἡλικίαις.
τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς ἡλικίας καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν
ἄμμες [*](ἄμμες *: ἄμες cf. Bergk. 3 p. 661) ποτʼ ἦμες ἄλκιμοι νεανίαι·εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἔλεγεν ἀμειβόμενος
ἄμμες δὲ γʼ ἐσμέν· αἰ δὲ λῇς, αὐγάζεο·ὁ δὲ τρίτος ὁ τῶν παίδων
ἄμμες δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες·
καὶ οἱ ἐμβατήριοι δὲ ῥυθμοὶ παρορμητικοὶ πρὸς ἀνδρείαν [*](ἀνδρείαν] ἀνδρείαν ἤσαν?) καὶ θαρραλεότητα καὶ ὑπερφρόνησιν θανάτου, οἷς ἐχρῶντο ἔν τε χοροῖς καὶ πρὸς αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις. ὁ γὰρ Λυκοῦργος παρέζευξε τῇ κατὰ πόλεμον ἀσκήσει τὴν φιλομουσίαν, ὅπως τὸ ἄγαν πολεμικὸν τῷ ἐμμελεῖ κερασθὲν συμφωνίαν καὶ ἁρμονίαν ἔχῃ· διὸ καὶ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἵνα λόγου ἀξίας παρέχωσι τὰς πράξεις οἱ μαχόμενοι καὶ μνήμης εὐκλεοῦς.
εἰ δέ τις παραβαίνοι τι τῆς ἀρχαίας μουσικῆς, οὐκ ἐπέτρεπον· ἀλλὰ καὶ τὸν Τέρπανδρον ἀρχαϊκώτατον ὄντα καὶ ἄριστον τῶν καθʼ ἑαυτὸν κιθαρῳδῶν καὶ τῶν ἡρωικῶν πράξεων ἐπαινέτην, ὅμως οἱ ἔφοροι ἐζημίωσαν καὶ τὴν κιθάραν αὐτοῦ προσεπαττάλευσαν φέροντες, ὅτι μίαν μόνην χορδὴν ἐνέτεινε περισσοτέραν τοῦ ποικίλου τῆς φωνῆς χάριν μόνα γὰρ τὰ ἁπλούστερα τῶν μελῶν ἐδοκίμαζον. Τιμοθέου δὲ ἀγωνιζομένου τὰ Κάρνεια, εἷς τῶν ἐφόρων μάχαιραν λαβὼν ἠρώτησεν αὐτόν, ἐκ ποτέρου τῶν μερῶν ἀποτέμῃ τὰς πλείους τῶν ἑπτὰ χορδῶν.
τῶν δὲ ταφῶν [*](ταφῶν *: τάφων ) ἀνεῖλε τὴν δεισιδαιμονίαν ἅπασαν ὁ Λυκοῦργος, ἐν τῇ πόλει θάπτειν τοὺς νεκροὺς καὶ πλησίον ἔχειν τὰ μνημεῖα τῶν ἱερῶν συγχωρήσας. περιεῖλε δὲ καὶ τοὺς μιασμούς, συνθάπτειν δὲ οὐδὲν ἐπέτρεψεν, ἀλλʼ ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας θέντας τὸ σῶμα περιστέλλειν κατʼ ἴσον ἅπαντας ἀνεῖλε δὲ καὶ τὰς ἐπιγραφὰς; τὰς ἐπὶ
τῶν μνημείων, πλὴν τῶν ἐν πολέμῳ τελευτησάντων, καὶ τὰ πένθη καὶ τοὺς ὀδυρμούς.ἀποδημεῖν δὲ οὐκ ἐξῆν αὐτοῖς, ἵνα μὴ ξενικῶν ἐθῶν καὶ βίων ἀπαιδεύτων μετέχωσι.
καὶ ξενηλασίας δὲ εἰσηγήσατο, ὅπως οἱ παρεισρέοντες μὴ διδάσκαλοι κακοῦ τινος τοῖς πολίταις ὑπάρχωσι.