Instituta Laconia
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
[*](τα παλαια... επιτηδευματα] omitted in most mss.) τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας, διὰ τούτων, φησίν, οὐδεὶς ἐξέρχεται λόγος.
δοκιμαζομένου μάλιστα παρʼ αὐτοῖς τοῦ μέλανος λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ τοῖς νεανίσκοις,[*](τοῖς νεανίσκοις Turnebus, as in the Life of Lycurgus, chap. xii.: τοὺς νεανίσκους.) λέγεται Διονύσιος ὁ τῆς Σικελίας τύραννος τούτου χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος· ἔπειτα γευσάμενον καὶ δυσχεράναντα ἀποπτύσαι καὶ τὸν μάγειρον εἰπεῖν, ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν γυμνασάμενον Λακωνικῶς καὶ τῷ Εὐρώτᾳ λελουμένον ἐποψᾶσθαι.
πιόντες οἱ Λάκωνες ἐν τοῖς συσσιτίοις μετρίως ἀπίασι δίχα λαμπάδος· οὐ γὰρ ἔξεστι πρὸς φῶς βαδίζειν οὔτε ταύτην οὔτε ἄλλην ὁδόν, ὅπως
ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς καὶ ἀδεῶς ὁδεύειν.γράμματα ἕνεκα τῆς χρείας ἐμάνθανον· τῶν δὲ ἄλλων παιδευμάτων ξενηλασίαν ἐποιοῦντο, οὐ μᾶλλον ἀνθρώπων ἢ λόγων. δὲ παιδεία ἦν αὐτοῖς πρὸς τὸ ἄρχεσθαι καλῶς καὶ καρτερεῖν πονοῦντα καὶ μαχόμενον νικᾶν ἢ ἀποθνήσκειν.
διετέλουν δὲ καὶ ἄνευ χιτῶνος, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων κατὰ τὸ πλεῖστον ἀπεχόμενοι.
ἐκάθευδον. δὲ οἱ νέοι ὁμοῦ κατʼ ἴλην καὶ κατὰ ἀγέλην ἐπὶ στιβάδων, ἃς αὐτοὶ συνεφόρουν, τοῦ παρὰ τῷ Εὐρώτᾳ πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες - ἐν δὲ τῷ χειμῶνι τοὺς λεγομένους λυκόφονας[*](λυκόφονας in the Life of Lycurgus, chap. xvi.: λυκοφάνας or λυκοφώνας.) ὑπεβάλλοντο καὶ κατεμείγνυσαν ταῖς στιβάσι, θερμαντικὸν ἔχειν τι τῆς ὕλης δοκούσης.
ἐρᾶν τῶν τὴν ψυχὴν σπουδαίων παίδων ἐφεῖτο· τὸ δὲ πλησιάζειν αἰσχρὸν νενόμιστο, ὡς τοῦ σώματος ἐρῶντας ἀλλʼ οὐ τῆς ψυχῆς· ὁ δὲ ἐγκληθεὶς ὡς ἐπʼ αἰσχύνῃ πλησιάζων ἄτιμος διὰ βίου ἦν.
ἔθος ἦν καὶ τοὺς νεωτέρους ὑπὸ τῶν πρεσβυτέρων ἐρωτᾶσθαι ποῦ πορεύονται καὶ ἐπὶ τί,
καὶ τὸν μὴ ἀποκρινόμενον ἢ προφάσεις πλέκοντα ἐπιπλήττειν ὁ δὲ μὴ ἐπιπλήττων παρόντος αὐτοῦ ἁμαρτάνοντα ἔνοχος ἦν τῷ ἴσῳ ἐπιτιμίῳ ᾧπερ καὶ ὁ ἁμαρτών· καὶ ὁ δυσχεραίνων δέ, εἰ ἐπιτιμῷτο, ἐν μεγάλῳ ὀνείδει ἦν.εἴ τις φωραθείη ἁμαρτάνων, ἔδει τοῦτον βωμόν τινα τῶν ἐν τῇ πόλει κύκλῳ περιιέναι, ψόγον ᾄδοντα πεποιημένον εἰς ἑαυτόν· ὅπερ ἦν οὐδὲν ἕτερον ἢ ἐπιπλήττειν αὐτὸν ἑαυτῷ.
καὶ τοὺς νέους δὲ οὐ μόνον τοὺς ἰδίους αἰδεῖσθαι πατέρας καὶ ὑπηκόους τούτοις εἶναι, ἀλλὰ πάντας τοὺς πρεσβυτέρους ἐντρέπεσθαι, καὶ ὁδῶν ὑποχωροῦντας καὶ καθέδρας ὑπεξισταμένους καὶ παρόντων[*](παρόντων Xylander: παριόντων.) ἡσυχάζοντας. διὸ καὶ ἦρχεν ἕκαστος οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις πόλεσι τῶν αὑτοῦ τέκνων καὶ δούλων καὶ κτημάτων, ἀλλʼ ὥσπερ τῶν αὑτοῦ καὶ τῶν τοῦ πλησίον, ὅπως ὅτι μάλιστα κοινωνῶσι καὶ φροντίζωσιν ὡς οἰκείων.
παῖς δὲ ὑπό τινος κολασθείς, εἰ τῷ πατρὶ ἐξήγγειλεν, αἰσχρὸν ἦν τῷ πατρὶ μὴ προσεντεῖναι ἀκούσαντα πάλιν ἑτέρας· ἐπίστευον γὰρ ἑαυτοῖς ἐκ τῆς πατρίου ἀγωγῆς μηδὲν αἰσχρὸν προστάξαι τοῖς τέκνοις.
κλέπτουσι δὲ οἱ νέοι καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάττουσι· τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν. γλίσχρον γὰρ αὐτοῖς
ἐστι δεῖπνον, ὅπως διʼ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν.τόδε[*](τόδε F.C.B. (τοῦτο in the Life of Lycurgus, chap. xvii.): τὸ δὲ.) ἔργον τῆς σιτοδείας· διά τε ταῦτα γλίσχρα[*](γλίσχρα F.C.B.: γλίσχρον.) ἦν καὶ ἵνʼ ἐθίζωνται μηδέποτε γίγνεσθαι πλήρεις, δύνασθαι δὲ πεινῆν· οὕτω γὰρ ᾤοντο καὶ ἐν πολέμῳ χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες ἐπιπονῆσαι· καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης· τὴν δʼ ἀνοψίαν ὑποφέρειν,[*](ὑποφέρειν Meziriacus: ἀποφέρειν.) ὡς βρῶμα τὸ τυχὸν προσφέρεσθαι, ᾤοντο ὑγιεινότερα τὰ σώματα ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλάτος ὁρμῇ[*](ὁρμῇ F.C.B.: μὴ.) πιεζόμενα[*](πιεζόμενα Turnebus: πιεζόμενον.) ἐπαίρειν εἰς ὕψος τὰ σώματα, καὶ καλὰ δὲ ποιεῖν· τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους[*](πολυτρόφους Xylander: πολυτρόπους.) διὰ βάρος ἀντιβαίνειν.
ἐσπούδαζον δὲ καὶ περὶ τὰ μέλη καὶ τὰς ᾠδὰς οὐδὲν ἧττον κέντρον δʼ εἶχε ταῦτα ἐγερτικὸν θυμοῦ καὶ φρονήματος καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πρακτικῆς. καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος· οὐδὲν δʼ ἕτερον εἶχεν ἢ ἐπαίνους τῶν γεννικῶς ζησάντων καὶ ὑπὲρ τῆς Σπάρτης ἀποθανόντων καὶ εὐδαιμονιζομένων, καὶ ψόγους τῶν τρεσάντων ὡς ἀλγεινὸν καὶ
κακοδαίμονα βιούντων βίον ἐπαγγελίαν τε καὶ μεγαλαυχίαν πρὸς ἀρετὴν πρέπουσαν[*](ἐπαγγελίαν... μεγαλαυχίαν... πρέπουσαν Pantazides and F.C.B.: ἐπαγγελία... μεγαλαυχία... πρέπουσα. Kronenberg would put them all in the acc. plural.) ταῖς ἡλικίαις.τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς ἡλικίας καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν,
ἁμές ποκʼ[*](ποκʼLife of Lycurgus, chap. xxi.: ποτʼ.) ἦμες ἄλκιμοι νεανίαι·εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἀμειβόμενος,
ἁμὲς δέ γʼ εἰμές[*](εἰμέςMoralia, 544 e: ἐσμέν.)· αἰ δὲ λῇς, αὐγάζεο·ὁ δὲ τρίτος ὁ τῶν παίδων,
ἁμὲς δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες.
καὶ οἱ ἐμβατήριοι δὲ ῥυθμοὶ παρορμητικοὶ πρὸς ἀνδρείαν καὶ θαρραλεότητα καὶ ὑπερφρόνησιν θανάτου, οἷς ἐχρῶντο ἔν τε χοροῖς καὶ πρὸς αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις. ὁ γὰρ Λυκοῦργος παρέζευξε τῇ κατὰ πόλεμον ἀσκήσει τὴν φιλομουσίαν, ὅπως τὸ ἄγαν πολεμικὸν τῷ ἐμμελεῖ κερασθὲν συμφωνίαν καὶ ἁρμονίαν ἔχῃ διὸ καὶ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἵνα λόγου ἀξίας παρέχωσι τὰς πράξεις οἱ μαχόμενοι καὶ μνήμης εὐκλεοῦς.
εἰ δέ τις παραβαίνοι τι τῆς ἀρχαίας μουσικῆς, οὐκ ἐπέτρεπον ἀλλὰ καὶ τὸν Τέρπανδρον ἀρχαϊκώτερον ὄντα καὶ ἄριστον τῶν καθʼ ἑαυτὸν κιθαρῳδῶν καὶ τῶν ἡρωικῶν πράξεων ἐπαινέτην, ὅμως οἱ ἔφοροι ἐζημίωσαν καὶ τὴν κιθάραν αὐτοῦ προσεπαττάλευσαν φέροντες, ὅτι μίαν μόνην χορδὴν ἐνέτεινε περισσοτέραν τοῦ ποικίλου τῆς φωνῆς χάριν μόνα γὰρ τὰ ἁπλούστερα τῶν μελῶν ἐδοκίμαζον. Τιμοθέου δὲ ἀγωνιζομένου τὰ Κάρνεια, εἷς τῶν ἐφόρων μάχαιραν λαβὼν ἠρώτησεν αὐτὸν ἐκ ποτέρου τῶν μερῶν ἀποτέμῃ τὰς πλείους τῶν ἑπτὰ χορδῶν.
τῶν δὲ ταφῶν[*](τάφων] ταφῶν Bernardakis (probably from ταφάς in the Life of Lycurgus, chap. xvii.).) ἀνεῖλε τὴν δεισιδαιμονίαν ἅπασαν ὁ Λυκοῦργος, ἐν τῇ πόλει θάπτειν τοὺς νεκροὺς καὶ πλησίον ἔχειν τὰ μνημεῖα τῶν ἱερῶν[*](For ἔχειν... ἱερῶν Hartman would read ἔχειν τὰ ἠρία, and Kronenberg would omit περιεῖλε... μιασμούς, both contradicted by the Life of Lycurgus, chap. xxvii.) συγχωρήσας. περιεῖλε δὲ καὶ τοὺς μιασμούς.[*](For ἔχειν... ἱερῶν Hartman would read ἔχειν τὰ ἠρία, and Kronenberg would omit περιεῖλε... μιασμούς, both contradicted by the Life of Lycurgus, chap. xxvii.) συνθάπτειν δὲ οὐδὲν ἐπέτρεψεν, ἀλλʼ ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας θέντας τὸ σῶμα περιστέλλειν κατʼ ἴσον ἅπαντας. ἀνεῖλε δὲ καὶ τὰς ἐπιγραφὰς τὰς ἐπὶ τῶν μνημείων, πλὴν τῶν ἐν πολέμῳ τελευτησάντων, καὶ τὰ πένθη καὶ τοὺς ὀδυρμούς.
ἀποδημεῖν δὲ οὐκ ἐξῆν αὐτοῖς, ἵνα μὴ ξενικῶν ἐθῶν καὶ βίων ἀπαιδεύτων μετέχωσι.
καὶ ξενηλασίας δὲ εἰσηγήσατο, ὅπως οἱ παρεισρέοντες μὴ διδάσκαλοι κακοῦ τινος τοῖς πολίταις ὑπάρχωσι.